Expositio in Psalmos Psalm ΙΓʹ opening
Psalm ΙΓʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΙΓʹ. — Εἶπεν ἐν καρ δίᾳ;
Greek
ΨΑΛΜΟΣ ΙΓʹ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. (A f. 82 b) Κορυφὴ τοῦτο πάσης πονηρίας ἐστί. Τὸ γὰρ οἴεσθαι μὴ εἶναι Θεὸν, ἀλλ' ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸ πᾶν, ἀρχὴ πάσης ἀκολασίας καὶ πα ρανόμου καθέστηκε πράξεως. ∆ηλοῖ οὗν ὁ λόγος ὡς εἰς τοσοῦτον ἀσεβείας τὸ γένος ἐλήλακεν, ὡς μηδὲ Θεὸν ἐφιστάνειν τοῖς οὖσιν, ἀλλ' ἡγεῖσθαι τὸν σύμ παντα τοῦτον κόσμον, τυχαίαν καὶ αὐτόματον εἰ ληφέναι τὴν σύστασιν. Τί δέ ἐστιν, "Εἶπεν ἐν καρ δίᾳ;" Ἐπειδὴ τῶν λόγων ὁ μὲν ἔστι προφορικὸς, ὁ δὲ ἐνδιάθετος, οὐ περὶ τοῦ προφορικοῦ λόγου φησὶν ὁ προφήτης, ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ δόξης. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, τουτέστιν ἐλογίσατο ὅτι οὐκ ἔστι Θεός. Καὶ πᾶς δὲ ὁ ἀνέδην ἁμαρτάνων, δι' ὧν ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ' ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τὸ, "Οὐκ ἔστι Θεός." Οἱ γὰρ οὕτως ζῇν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρῶντες ἀπερισκέπτως, ἔργοις αὐτοῖς καὶ πράγμα σιν ἀρνοῦνται Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα. (A f. 83 b.) Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν ἐθνῶν· ἡ γὰρ ἀπὸ γῆς σὰρξ, τὸν τῆς ἁμαρτίας ἐν αὐτῇ κατηῤῥώστησε νόμον, καὶ ὁ ἀνθρώπινος νοῦς, εὐπα ράφορος λίαν εἰς τὸ ἐκνεῦσαι ἐπὶ τὰ πονηρὰ ἐκ νεό τητος
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.