Exposition on the Psalms · §ps010-rem-mid

Psalm Ιʹ rem mid

Rem mid: Psalm Ιʹ; lemma continues; spiritual reading with the letter.

Greek

ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κ.τ.λ. (C f. 21.) ∆ίκαιον νῦν τὸν Θεὸν ὁμολογεῖ, πάντων μὲν, ἐξαιρέτως δὲ τῆς τῶν δικαίων σωτηρίας, νοή σωμεν λέγεσθαι.–(A f. 769.) Κατὰ δὲ ἀναγωγὴν, τὴν τοῦ διαβόλου δυστροπίαν εἰρηκὼς ὁ ∆αβὶδ, ἐναργῆ καθίστησι τὸν σώζειν εἰδότα καὶ τῆς ἐκείνου πλεον εξίας ἐξέλκοντα. Τοῦ γὰρ διαβόλου, φησὶ, καθαιρεῖν ἐπιχειροῦντος ἄπερ ἂν εἰς σωτηρίαν τῶν ἐπὶ τῆς γῆς καταρτίσαιτο Θεὸς νομοθετῶν καὶ διδάσκων τί πε ποίηκεν ὁ δίκαιος; ὁ ἐν τῷ ἰδίῳ ναῷ κατοικῶν, ὁ θρόνον ἔχων τὸν οὐρανὸν, οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἐπιβλέπουσι. ∆εῖ γὰρ συνάψαι τοὺς στίχους, ὡς εἰς μίαν τελοῦντας διάνοιαν. Ἡ δὲ ἐπίβλεψις ἐν ταῦθα τὴν ἐπισκοπὴν κατασημαίνει. Σώζει δὲ πάν τως ἐφορῶν, καὶ ἔξω παγίδος τίθησι· ἐπιβλέπει δὲ τὸν πένητα, τὸν πτωχὸν δηλαδὴ τῷ πνεύματι· "Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον;" Ὅταν δὲ ἡ θεία Γραφὴ τοὺς περὶ Θεοῦ ποιεῖται λόγους, εἶτα μορίων μνημονεύσει σω 69.73 ματικῶν, μὴ τοῖς αἰσθητοῖς ἐνορμιζέσθω τῶν ἀκροω μένων ὁ νοῦς, ἀλλ' ἐκ τῶν αἰσθητῶν ὡς ἐξ εἰκότων πραγμάτων, πρὸς τὸ τῶν νοητῶν ἀναφοιτάτω κάλλος, ἔξω τε σχημάτων καὶ ποσότητος καὶ περιγραφῆς, εἴδους τε καὶ τῶν ἑτέρων, ἃ τοῖς σώμασιν ἀκολουθεῖ, νοείτω Θεόν· ἔστι μὲν γὰρ ὑπὲρ πάντα νοῦν. Ἀνθρω πίνως δὲ τὰ περὶ αὐτοῦ λαλοῦμεν· οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν τὰ ὑπὲρ ἡμᾶς. Βλέφαρα τοίνυν, ἤγουν ὀφθαλμοὶ, ἡ ἐποπτικὴ ἐνέργεια τοῦ Θεοῦ λέγεται, ἤπερ ἂν νοοῖτο κατὰ τὴν αὐτοῦ φύσιν· ἐξετάζει δὲ, ἤγουν ἀκριβῶς ἐρευνᾷ καὶ κατασκέπτεται, τόν τε δίκαιον καὶ τὸν ἀσεβῆ· καὶ τῷ μὲν χεῖρα νέμει τὴν ἐπίκουρον, καὶ φῶς ἐνίησιν εἰς νοῦν, ἵνα μὴ ἐν σκο τομήνῃ τοξεύηται· τὸν δὲ ὡς ἀχαλίνως ἐρχόμενον, κατὰ πετρῶν καὶ κρημνῶν ἀφίησιν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀν θρώπων. (C f. 21.) Ὅτε κρίσεως καιρὸς, τοῖς βλεφάροις ὡς ἀπειλὴν μηνύουσιν κέχρηται· ταῦτα γὰρ καὶ ἡμεῖς ἀνασπᾷν ἐν τῷ θυμοῦσθαι εἰώθαμεν· ἀλλὰ μὴν καὶ ὄταν ἀκριβῶς τι κατοπτεῦσαι βουλώμεθα. Ὅθεν οὐδὲ Σολομὼν αὐτῶν ἐν τῷ τὸν νυμφίον ἢ τὴν

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.