Exposition on the Psalms · §ps008-rem-early

Psalm Ηʹ rem early

Rem early: Psalm Ηʹ; historia and theoria on the lemma toward Christ.

Greek

μεγαλοπρέπεια. Τί γάρ ἐστιν ἐν αὐτῇ μὴ ἔχον ἐν μεγάλοις τὸ πρέπον; ἐκ παρθένου τόκος, ἐν θαλάσσῃ πορεία, ἐν θανάτῳ ἀφθαρσία, καὶ ὅσα τούτοις ἐοικότα. Αὕτη τοίνυν ἡ μεγαλοπρέπεια ἐπήρθη, καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιη κέναι. Οὕτω νοητέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων, κ.τ.λ. (C. f 14) Τὴν νέαν καὶ καινὴν συναγωγὴν, ἐκ νηπίων λέγει συνεστάναι ψυχῶν, διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συνιστᾶσαν τῆς οἰκου μένης μετὰ τὴν ἀνάληψιν αὐτοῦ. ∆ιὸ καὶ βοώντων αὐτὸν τῶν παίδων· "Ὡσαννὰ ἐν τοῖς ὑψίστοις," ἀγανακτοῦσι τοῖς Ἰουδαίοις φησί· "Οὐδέποτε ἀν έγνωτε;" καὶ τὰ ἑξῆς. Τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. (A. f.54) Τὸν διάβολον δηλονότι, ἐπειδὴ μετὰ τὸ ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ μέγεθος αὐτοῖς τοῦ ἁμαρτή ματος ἐν ὀφθαλμοῖς παριστῶν. Ὁ αὐτὸς γὰρ καὶ εἰς τὸ πλημμελὲς κατωθεῖ, καὶ κατήγορος τῶν ἡμαρτη κότων γίνεται· ὡς μὲν οὖν ἐχθρὸς, ἁμαρτάνειν καταναγκάζει, ὡς δὲ ἐκδικητὴς, παραδεδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος, πάλιν ἐπαίδευσε διὰ τὰς εἰς Θεὸν βλασφημίας. 69.760 Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; (A f. 56) Ἄπερ οὖν καὶ ὁ ∆αβὶδ ἐννοῶν, θαυμάζε ται καὶ λέγει· Εἰ καὶ θαυμαστά σου δημιουργήματα ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ τὰ ἐν αὐτοῖς ἅπερ ἥδρασας δι' ὅλου τοῦ αἰῶνος ἑστάναι, οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλο γούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Ἀλλά γε

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.