Expositio in Psalmos Psalm ςʹ opening
Psalm ςʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ςʹ. — Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.
Greek
ΨΑΛΜΟΣ ςʹ. Κυρίλλου ἐκ τοῦ εἰς Ψαλτήριον ὑπομνήμα τος, ῥητοῦ προκειμένου· "Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με." Καίτοι ταῦτα ἀκούσας παρὰ τοῦ προφήτου, μεμένηκεν ἀσφαλής· οὐ κατώλισθεν εἰς τὸ ῥᾴθυμον, οὐκ ἀνῆκε τοῦ τόνου· ἀλλὰ καίτοι λίαν ἡσθεὶς ἐπὶ τῇ τοῦ συγχωρήσαντος ἡμερότητι, καὶ χαριστηρίους ἀνατείνας ᾠδὰς, οὐδὲν ἧττον ἄθυ μος ἦν ὅτι προσκέκρουκεν ὅλως· πρέπει γὰρ ἁγίοις ἐπαινεῖσθαι μᾶλλον ἢ συγγινώσκεσθαι. Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. (A f. 33.) Λέγων δὲ, "Μὴ τῇ ὀργῇ σου παιδεύσῃς με," παραιτεῖσθαί πως ἔοικε τοῦ νομικοῦ γράμμα τος τὴν ἀποτομίαν. Ἀθετήσας γάρ τις νόμον Μω σέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· τοιγάρτοι καὶ κατακρίσεως διακονίαν ὁ θεσπέσιος Παῦλος τὸν νόμον ὀνομάζει· δεδικαίωκε γὰρ οὐδένα, πικρὰς δὲ τοὺς ἁμαρτάνοντας ἐζήτει δίκας. Οὐκοῦν τῆς ἐν νόμῳ παιδεύσεως ἀμείνων ἐστὶν ἀσυγκρίτως ἡ διὰ Χριστοῦ· ἡ μὲν γὰρ εἰς ἔλεγχον ἔκειτο τῶν ἠσθενηκότων, καὶ εἰς κατάκριμα τῶν παραβαινόντων, ἡ δὲ εἰς δικαίωσιν τῶν ἠσθενη κότων. Ὃ τοίνυν εἴπομεν, οὐ παρακαλεῖ μὴ ἐλεγ χθῆναι, ἀλλὰ μὴ θυμῷ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. (A f. 34 b.) Οὐκ εἶπεν· Ἄνες μοι, οὐδὲ ἔνδος μοι, ἀλλ' Ἴασαι· τὰ γὰρ πρότερα ἀξιοῖ τραύματα ἀφα νισθῆναι. Προσελθὼν γὰρ ὡς ἰατρῷ πνευμάτων τῷ Θεῷ, καὶ ὁμολογήσας τῆς φύσεως τὴν ἀσθένειαν, αἰτεῖ τὴν ἐπικουρίαν· καὶ ∆ιψῶ τὴν ἴασιν, λέγων, ἐν κακοῖς με γεγονότα ἐλέῳ θεράπευσον. Ἐξ ἀσθενείας γὰρ ἦλθον ἐπὶ τὸ πάθος. Τίς δὲ ἡ ἀσθένεια; Ἐξηρ θρώθη τὰ ὀστᾶ μου, καὶ διελύθη ἀπὸ τῆς μετ' ἀλλή λων ἁρμονίας. Ὀστᾶ δὲ λέγει τοὺς σώφρονας λογι σμοὺς, τοὺς τὴν ψυχὴν διερείδοντας, καὶ τὰς λόγῳ ληπτὰς τῆς ψυχῆς δυνάμεις, αἳ καὶ ἀνέχουσιν αὐτὴν εἰς νοητικὴν εὐρωστίαν· οἷον ἐγκράτεια, φρόνησις, ἡ κατὰ Θεὸν ἀνδρεία, σωφροσύνη, δικαιοσύνη, καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς· ὧν οὐκ οὐσῶν ἐν ἡμῖν ἀσυγχύτως, ἤγουν ἐν κόσμῳ τῷ δεόντι διὰ τοῦ τὴν ἰδίαν ἔχειν ἰσχὺν, πᾶσά πως ἀνάγκη ταράττε σθαι τὴν ψυχὴν, ἀτακτούντων ἐν αὐτῇ τῶν παθῶν. Τότε γὰρ οἷον ἐν σάλῳ γινομένη κοσμικῶν ἡδονῶν κινδυνεύει δεινῶς· ἀτονούσης γὰρ ἐν ἡμῖν τῆς ἀρε τῆς, κατακρατεῖ πάντως εἰς φαυλότητα κατασείουσα
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.