Expositio in Psalmos Psalm Εʹ opening
Psalm Εʹ.
Lemma-led open on ΨΑΛΜΟΣ Εʹ. — ΨΑΛΜΟΣ Εʹ. Σύνες τῆς κραυγῆς μου. Τὸ σύνες ἐνταῦθα ἀντὶ τοῦ Κατεξέτασον καὶ βασάνισον τῆς ἐμῆς κραυγῆς τὸν σκο
Greek
ΨΑΛΜΟΣ Εʹ. Σύνες τῆς κραυγῆς μου. (D f. 42 b, E f. 8 b.) Τὸ σύνες ἐνταῦθα ἀντὶ τοῦ Κατεξέτασον καὶ βασάνισον τῆς ἐμῆς κραυγῆς τὸν σκοπόν. Οὐ γὰρ αἰτῶ τι τῶν ἀνθρωπίνων ἢ τῶν ἀπᾳδόντων τοῖς σοῖς, ὦ ∆έσποτα, νόμοις· ἐκεῖνα δὲ μᾶλλον, ἃ καὶ τοῖς λαβοῦσι χρήσιμά τε καὶ ἀναγ καῖα πρὸς σωτηρίαν, καὶ τῇ σῇ φιλοτιμίᾳ χαρίζε σθαι πρέπει. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. (A f. 95) Εἴη δ' ἂν πρωΐα καὶ ὁ τῆς τοῦ Σωτῆ ρος ἐπιδημίας καιρός· τότε γὰρ δεκταὶ γεγόνασιν αἱ πάντων εὐχαί. (C f. 9) Μέγα εἰς ἁγνείαν καύχημα τὸ ἐκ πρωΐας τῆς αὐτῆς παρίστασθαι τῷ Θεῷ, καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον· Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά σου μυστήρια, ἃ ἡτοίμασας τοῖς ἀγα πῶσί σε. Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, κ.τ.λ. (C f. 9) Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας, ἐρ γαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεὸς τοὺς ἀποπεσόντας τῆς
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.