Exposition on the Psalms · §ps004-rem-early

Psalm ∆ʹ rem early

Rem early: Psalm ∆ʹ; historia and theoria on the lemma toward Christ.

Greek

αἱ μάστιγες τῶν ἁμαρ τωλῶν." Μαστίζονται γὰρ, διὰ τὰς ἁμαρτίας αὐ τῶν παιδευόμενοι. Καὶ εἰσάκουσον τῆς προσευχῆς μου. (A f. 22 b.) Ἀλλὰ πῶς ὁ εἰσηκοῦσθαι λέγων, ἀκου σθῆναι πάλιν παρακαλεῖ; Ἢ χρόνος ἐστὶν ἀντὶ χρό νου· ἀντὶ γὰρ τοῦ, Ὠκτείρησάς με καὶ εἰσήκουσας, εἴρηται τὸ, "Οἰκτείρησον καὶ εἰσάκουσον·" ἢ τάχα που καὶ διηνεκῶς ἀκούεσθαι παρακαλεῖ· ἐπειδὴ τοὺς ζῇν εὐσεβῶς ἐθέλοντας οὐκ ἐνδέχεται μὴ οὐχὶ πάντως ταῖς κατὰ τόνδε τὸν βίον ὁμιλεῖν θλίψεσιν. Εἰ οὖν καὶ κατὰ πάντα εἰσηκούσθη ὅσα προσηύξατο, ἀλλ' ὅμως δέδοικε περὶ τοῦ μέλλοντος· διὸ καὶ πάλιν προσεύχεται, τὸ κέρδος τῆς προσευχῆς ἐπιστάμε νος. Εἰ γὰρ καὶ ἀπηλλάγη τῶν ἀλγηδόνων καὶ τῆς ἀθυμίας, ἀλλ' ἄνθρωπος ὢν καὶ πρὸς τὸ μέλλον ἀγωνιῶν, μὴ οὐκ ἰσχύσῃ διὰ παντὸς ἐπικειμένων τῶν πειρασμῶν, πλατύνεσθαι αἰτεῖται, καὶ αὐτὰ ταῦτα τὰ ποιητικὰ τῶν ἀλγηδόνων παρελθεῖν. ∆ιὸ καὶ, Οἰκτείρησόν με, φησὶ, τουτέστι Λῦσον τὸν ἀγῶνα, δὸς παντελῶς ἀπαλλαγῆναι. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; (A f. 23.) Κατὰ μὲν τὴν ἱστορίαν, ὡς πρὸς 6 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοὺς οἰομένους τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον, ταῦτα εἴρηται. ∆ιὰ πείρας γὰρ αὐτῆς μαθὼν ὅσην ἔχει τὴν ὄνησιν τὸ ἐπὶ Θεῷ πεποιθέναι, καὶ παρ' αὐτοῦ μόνου σώζεσθαι ζητεῖν, κοινωφελὲς μάθημα προτίθεται τὸ συμβεβηκὸς αὐτῷ, καί φησιν· Ὦ τυ φλοὶ τὰς φρένας, τὸν νοῦν τε παχεῖς, μέχρι τίνος οὐκ ἀποβαλεῖσθε τὴν ἀῤῥωστίαν; ἕως τίνος οὐ γνώ σεσθε, ὅτι ἡ ἐπ' ἀνθρώποις ἐλπὶς ματαιότης ἐστὶ καὶ ψεῦδος; Γίγας γὰρ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἁπλῶς δὲ ὁ ∆αβὶδ υἱοὺς ἀνθρώπων καλεῖ τοὺς ἐν πονηρίᾳ ζῶντας, τοὺς πρὸς ἀσέβειαν ἐπιῤῥεπεῖς· ἐπεὶ οἱ μὴ τοιοῦτοι, τῇ φύσει μὲν ἀν θρώπων υἱοὶ, τῇ χάριτι δὲ οὐκ ἔτι, ἀλλ' υἱοὶ Θεοῦ. Καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. (A f. 24.) Ἡ μὲν γὰρ τῶν ἐπιγείων ἀπόλαυσις κατ' οὐδὲν, οἶμαι, διαφέρει τῶν ἐν ὁράμασι τερπνῶν, 69.737 ἃ μόνον ὀφθέντα καταλήγει πρὸς τὸ μηδὲν, τὸν τοῦ ῥέγχοντος νοῦν διαπαίξαντα· τὰ δέ γε λαμπρὰ τῆς δικαιοσύνης αὐχήματα, καὶ τὰ ἐπ' αὐτῇ παρὰ τοῦ Θεοῦ γέρα, μακρὰν καὶ ἀκράδαντον ἔχει τὴν μέθ εξιν καὶ περιφανὲς τὸ ἀξίωμα. ∆έχεται γὰρ ὁ Θεὸς τὰς τῶν ὁσίων φωνὰς, καὶ ἀποπεραίνει τὰ αἰτήμα τα· οὗ τί γένοιτ' ἂν τὸ ἰσοστατοῦν; Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. (A f. 24.) Ἄπασι μὴν ἀνθρώποις συμβαίνει τὸ τῆς ὀργῆς πάθος, μητέρα ἔχον λύπην ἢ μικροψυχίαν ἢ πλεονεξίαν ἢ τὴν παρά τινων λοιδορίαν. Ἔξεστι δὲ ταύτην ἀνακόπτειν, καθάπερ καὶ τὰς σωματικὰς ὀρέξεις. Τὸ

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.