Exposition on the Psalms · §ps003-rem-mid

Psalm Γʹ rem mid

Rem mid: Psalm Γʹ; lemma continues; spiritual reading with the letter.

Greek

ἀναστῆναι παρακαλῶν εἰς βοήθειαν. Ἀξία δὲ τῆς πραότητος αὐτοῦ ἡ προσευχή· οὐ γὰρ εἶπεν· Ἀπ όλεσον τοὺς ἐχθρούς μου· ἀλλὰ τί; "Σῶσόν με." Τοῦτο, φησὶ, μόνον ζητῶ ἵνα ἐγὼ σωθῶ, οὐ μὴν ἵνα οἱ ἐχθροί μου ἀπόλωνται. Τάχα καὶ ὡς Προφήτης εἰδὼς ὅτι τὴν ψυχὴν αὐτοῦ ἐν ᾅδου κατασχεθεῖσαν ὁ Χρι στὸς ἐκεῖθεν ἐλευθερώσει ἐκ νεκρῶν ἀναστὰς, προλέ γει τὸ μέλλον· καὶ τοῦ Κυρίου ἐπιταχῦναι εὔχεται τὴν ἀνάστασιν, ὅπως δι' αὐτῆς τύχοι καὶ αὐτὸς σω τηρίας. Τέως μέντοι κατὰ τὸ ἰδίωμα τῆς Γραφῆς ὑπνοῦν λέγεται ὁ Θεὸς, ὅταν μακροθυμεῖ· ὡς τὸ, "Ἵνα τί ὑπνοῖς, Κύριε;" ἀνίστασθαι δὲ πάλιν, ὅταν ἐκδικῇ καὶ ἐπισκέπτηται. Καὶ ἐνταῦθα οὖν, Ἀνάστα, φησὶ, Κύριε· τουτέστιν, Ἀπόθου τὴν πολλὴν μακρο θυμίαν, καὶ ἐξεγέρθητι εἰς ἐμὴν ἀντίληψιν. Ὅτε δὲ καὶ ὁ Σωτὴρ ὑπὲρ ἡμῶν παρεδίδοτο, οἱονεὶ ἐκοιμᾶτο αὐτῷ ὁ Πατὴρ ἀνεχόμενος. Πρὸς ὃν καὶ ἔλεγε· "Σῶ σόν με ἐκ τῆς ὥρας ταύτης." Τὸ αὐτὸ δὲ 4 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ ἡμεῖς ἐν πειρασμοῖς λέγειν δυνάμεθα. Πλὴν ὅρα ὅτι, ὅταν ἐκνήψωμεν, τότε καὶ ὁ Θεὸς πρὸς τὴν ἡμῶν σωτηρίαν ἀνίσταται. Καὶ ὁ ∆αβὶδ οὖν αὐτὸς πρότερον τὸν ὕπνον τῆς ῥᾳθυμίας ἀπέθετο, εἶτα καὶ τὸν Θεὸν ἀνα στῆναι παρακαλῶν εἰς βοήθειαν. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. (A f. 19 b, B f. 12 b, E f. 7.) Σκόπει δὲ τοῦ λόγου τὸ ἀσφαλές· οὐ γὰρ ἁπλῶς εἶπε τοὺς ἐχθραίνοντας, ἀλλὰ τοὺς τοῦτο δρῶντας ματαίως, τουτέστιν εἰκῆ καὶ περιττῶς καὶ ἐπ' οὐδενὶ πλημμελήματι. Ἐχθραί νει δέ τις ματαίως, ὅταν μὴ προαδικηθῇ, μηδέ τι πάθοι τῶν εἰωθότων λυπεῖν καὶ παροξύνειν. Κἀκεῖνος ἔχει ματαίως ἐχθροὺς, ὁ μὴ παρέχων πρόφασιν ἔχ θρας καὶ μίσους, ὁποῖοι πάντες οἱ διωκόμενοι διὰ τὸ ζῇν εὐσεβῶς. Πρὸς οὕς φησιν ὁ Σωτήρ· "Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ," καὶ τὰ ἐξῆς. Καὶ ὁ ∆αβὶδ πολλοὺς εἶχε μάτην 69.732 ἐχθραίνοντας, τὸν Σαοὺλ καὶ τὸν Ἀβεσσαλὼμ, καὶ τοὺς σὺν αὐτοῖς· αὐτοῦ γὰρ πολλὴν πρὸς αὐτοὺς ἐπιδεικνυμένου πραότητα, μάτην ἦσαν ἐχθροί. Ὀδόντας ἀμαρτωλῶν συνέτριψας. A f. 19 b. Τὸ δὲ, "Ὀδόντας συνέτριψας,"

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.