Exposition on the Psalms · §ps003-open

Expositio in Psalmos Psalm Γʹ opening

Psalm Γʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Γʹ. — Τί ἐπληθύνθησαν;

Greek

ΨΑΛΜΟΣ Γʹ. Κύριε, τί ἐπληθύνθησαν; (A f. 16 b, B f 11, D f. 59 b.) Φησὶ γοῦν· "Τί ἐπληθύνθησαν;" τὸ τί ἀντὶ τοῦ σφόδρα λέγων. Κα ταπλήττεται γὰρ ἀναριθμήτους ὁρῶν τοὺς ἀρτύοντας αὐτῷ τὰς ἐπιβουλάς· καὶ δέδιε μὲν ὡς ἄνθρωπος, πλὴν οὐχ ἡττᾶται τοῖς δείμασιν, ἀλλ' ἐῤῥωμένην ἔχων ἐπὶ Θεῷ τὴν καρδίαν, προσδοκᾷ ὅτι τῶν ἐπι βουλευόντων περιγενήσεται. Ἔθλιβον δὲ τὸν ∆αβὶδ πληθυνόμενοι οἱ προστιθέμενοι τῷ Ἀβεσσαλὼμ δια κόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ, ὅτε αὐτῷ καὶ Ἀχιτόφελ καὶ Θεκὼν προσετέθησαν, καὶ σύστρεμμα ἰσχυρὸν καὶ λαὸς πολὺς σὺν αὐτῷ. Οὗτοι γὰρ πάντες ἔθλιβον τὸν ∆αβίδ· ἐν οἷς καὶ ὁ Σεμεεὶ, ὃς ἐκπορευομένῳ κατηρᾶτο τῷ ∆αβίδ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. (A f. 17 b.) Τὴν γενομένην ἐκ τῆς τῶν ἐχθρῶν ἐπ αναστάσεως αὐτῷ συνοχήν τε καὶ ἀμηχανίαν προειπὼν ὁ ∆αβὶδ, νῦν διαστέλλει τὸ μέλος τῷ διαψάλματι, καὶ τῷ κατὰ τὸ ἀπόῤῥητον αὐτῷ ἐνηχήσαντι ἐπιθαρσή σας, τὴν σωτήριον ταύτην φωνὴν φθέγγεται· "Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ." Ἐκεῖνοι μὲν, φησὶν, ὅπλα κινοῦσι, καὶ περιέσεσθαί μου προσδοκῶσι, διὰ τὸ τῆς σῆς γεγυμνῶσθαί με χάριτος· ἐγὼ δὲ οἶδα τὸν ἐμαυτοῦ Σωτῆρα καὶ Λυτρωτήν. Οὐκ ἐπὶ τόξῳ ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· ἀλλὰ τεῖχος ἄῤῥηκτον ἐμοὶ καὶ δορυφόρων πλῆθος οὐκ εὐκαταγώ νιστον τὸ σὸν εὐμενὲς, ὦ ∆έσποτα, καὶ ἡ παρὰ σοῦ ἀντίληψις· δεηθήσομαι δὲ οὐδενὸς, τῆς σῆς ἡμερότη τος ἐμοὶ καὶ δόξαν νεμούσης, καὶ τὴν ἐμὴν ὑψούσης κεφαλὴν, τουτέστιν ἐν περιφανείᾳ τιθείσης, καὶ οἷον ἐπέκεινα τῶν ἐχθρῶν. Ἢ κεφαλὴν τὴν ἀρχὴν λέγει τὴν ἑαυτοῦ, ἣν πρὸς βραχὺ ταπεινωθεῖσαν, πάλιν ὑψωθεῖσαν ἀνέλαβεν. Εἴποι δ' ἂν καὶ ὁ Σωτὴρ πρὸς τὸν Πατέρα ὡς ἄνθρωπος, ὅτι Σὺ ἀντιλήπτωρ μου εἶ, καὶ οὐκ ἐγκαταλιμπάνων τὴν ψυχήν μου εἰς ᾅδην, καὶ δόξα μου, εἰπών· "Καὶ ἐδόξασα, καὶ πάλιν δο ξάσω," καὶ τὴν ἐμὴν κεφαλὴν τὴν θεότητα ὕψωσας, 69.728τουτέστι διὰ τῶν θεοσημειῶν φανερὰν ἐποίησας. Τὰ γὰρ ἐπὶ τῷ σταυρῷ θαύματα, τῆς τοῦ Μονογενοῦς θεότητος σαφὴς ὄντως ἀπόδειξις. Ὑψοῖ δὲ καὶ ἡμῶν τὴν κεφαλὴν ὁ Θεὸς, ἤγουν τὸν νοῦν καὶ τὸ ἡγεμονι κὸν, ὅταν ἄνω βλέπωμεν, πᾶν σωματικὸν ὑπερκύ πτοντες. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, κ.τ.λ. (A f. 18 Τὰ οἰκεῖα πάθη διηγούμενος ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος 3 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διδασκαλίαν ἡμῖν ἐναργε στάτην τῆς ὑπομονῆς καταλιμπάνει, καὶ διδάσκει ὡς ἐν ταῖς περιστάσεσιν οὐκ ἄλλῳ ἢ Θεῷ προσιέναι δεῖ, καὶ ὅτι ὁ καρπὸς τῆς τοιαύτης προσόδου, τὸ εἰσ ακούεσθαι. Νῦν μέν τοι ἀποστρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς εὐξάμενος ἐπηκούσθη, καί φησι· "Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.