Exposition on the Psalms · §ps002-rem-early

Psalm Βʹ rem early

Rem early: Psalm Βʹ; historia and theoria on the lemma toward Christ.

Greek

Καὶ πάλιν τὴν προαιώνιον αὐτοῦ δηλοῖ γέννησιν εἰπών· "Υἱός μου εἶ σύ." Ἦν γὰρ ἀεὶ Υἱός. Καὶ τὴν κατὰ σάρκα δὲ αὖθις δεικνύει ἐπενεγκών· "Ἐγὼ σήμερον γεγέννηκά σε·" τὸ γὰρ σήμερον, χρόνου ἐστίν. Ἐχαρίσατο δὲ αὐτῷ ὁ Θεὸς ὡς ἀνθρώπῳ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ τῆς υἱότητος δηλαδή. (I f. 8.) Τὸ σήμερον, καιροῦ τοῦ ἐνεστηκότος, καθ' ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν, ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος· μεμαρτύ ρηκεν γὰρ Ἰωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον. Ὡς εἰς δόξαν συνήθη τὴν τῆς βασιλείας καλούμενος, ἔφασκεν· "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός. Ἠνέσχετο δὲ τῶν τοιού των, ἵν' ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύ σιν ὑπάρχων Υἱὸς, ὁδοποιήσῃ δι' αὐτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννου μένους. Ὥσπερ γὰρ οἷά τινα κλῆρον, ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διῆκον γένος τὰς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά. ∆έχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὲ πάντως ὁ Μονογενής· πλή ρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενός· καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη. (A f. 13 b. B f. 8. K f. 27 b.) Ἑνὸς ἔθνους παρ οιστρήσαντος τοῦ ἐξ Ἰσραὴλ, καὶ διὰ τοῦτο ἀποβλη θέντος, πάντα τὰ ἔθνη δίδοται τῷ Χριστῷ πιστεύ σαντα εἰς αὐτόν. Αὐτὸς γὰρ ἡ τῶν ἐθνῶν προσδοκὴ, καὶ ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι. Καὶ ἀντὶ μιᾶς γῆς τῆς τῶν Ἰουδαίων, τὰ τῆς οἰκουμένης πέρατα [α. πλη ρώματα] ᾠκειώσατο. Καὶ δώσω σοι

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.