Cyril of Alexandria: Fragments on Matthew · §55

Matthew 5:33–37

“You shall not swear falsely,” and what follows. If someone shamelessly lays an oath on the saints, instead of the oath they will have yes and no.

Greek

Ὑποκείσθω τις, φησίν, ἐφ' ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν αἰτιά ματά τινα ποιησάμενος κατά σου, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας ἀποφέρεσθαι ποιεῖ· ἕως τοίνυν, φησίν, μετ' αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τοῦτ' ἔστιν πρὶν ἀφικέσθαι πρὸς τὸν κριτήν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδήν, ἵνα ἀπαλλαγῇς ἀπ' αὐτοῦ. εἰ δὲ μὴ τοῦτο γένηται, παραδώσει σε τῷ κριτῇ. εἶτα ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, "παραδοθήσῃ τῷ πράκτορι", τοῦτ' ἔστιν τοῖς ἀπαιτηταῖς, κἀκεῖνοί σε κατακλείσαντες ἀπαιτήσουσι καὶ "τὸ ἔσχατον λεπτόν". οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασίν ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος ὁ σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής· ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τοῦτ' ἔστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ, λύσωμεν τὰς καθ' ἑαυτῶν αἰτίας, τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματός τε καὶ δίκης ἔξω τιθείσης κολά σεώς τε καὶ φόβου, μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν ἀπενεχθῶμεν πρὸς τὸν κριτὴν καὶ παραδοθῶμεν "τοῖς πράκτορσιν" ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνές. ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας, μικρῷ καὶ μεγάλῳ. τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες.

About this text

Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.

English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.

Witnesses

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.