Matthew 23:4
Woe to you, then, lawyers: while the law is admittedly burdensome, on others who trample it you bring the penalty of death, but you yourselves do not even touch the law.
Greek
Φεύγων τὸ φιλόδοξον ὁ κύριος ὡς περὶ ἑτέρου λέγει οἰκοδεσπό του αὐτὸς ὢν οἰκοδεσπότης καὶ τῆς τῶν οὐρανῶν βασιλείας διανομεύς. ἡμέραν δὲ λέγει τὸν πάντα αἰῶνα, καθ' ὃν ἐν διαφόροις καιροῖς μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν προσκαλεῖταί τινας δικαίους εἰς ἐργασίαν θεοσεβῆ μισθὸν αὐτοῖς ὁρίσας ἐπὶ τοῖς ἔργοις. εἰσὶν οὖν περὶ τὴν πρώ την ὥραν οἱ περὶ τὸν Ἀδὰμ καὶ τὸν Ἐνώχ, οἱ δὲ περὶ τὴν τρίτην οἱ περὶ Νῶε καὶ Σὴμ καὶ οἱ ἐξ αὐτῶν δίκαιοι· δεύτερος γὰρ ὁ καιρὸς καὶ ἡ κλῆσις δευτέρα, ὅτε καὶ διάφορα τὰ νόμιμα. οἱ δὲ περὶ τὴν ἕκτην κεκλημένοι ἐργάται οἱ κατὰ τοὺς Ἀβραάμ εἰσι χρόνους, ἐφ' οὗ πάλιν ἡ τῆς περιτομῆς νομοθεσία, οἱ ἑνδεκάτην οἱ κατὰ τὴν Χριστοῦ παρουσίαν, ἐφ' ὧν καὶ μόνων λέγεται τὸ τί ὧδε ποιεῖτε ὅλην τὴν ἡμέ ραν ἀργοί, ὅτι κυρίου ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ καὶ ἀργοὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐοικότες τοῖς ἐν ἀγορᾷ ἑστῶσιν καὶ μηδὲν ὅλως ψηλαφῶσιν, ἀλλ' εἰκῆ καὶ μάτην τὸν ἑαυτῶν διατρέχοντες βίον. οὓς καὶ προτρέπεται ὁ κύριος λέγων· τί ἑστήκατε (οὕτως λέγων) ἀργοί; πρὸς ὃν ἀνταποκρίνονται λέγοντες· οὐδεὶς ἡμᾶς ἐμισθώ σατο· οὔτε γὰρ Μωυσῆς οὔτε τις τῶν ἁγίων ἐκήρυξε τοῖς ἔθνεσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραήλ. ὅμως ὁ κύριος εἰσπέμπει καὶ αὐτοὺς εἰς τὸν ἀμπελῶνα. πέντε δὲ κλήσεις <λέγει> γενέσθαι, ἵνα δείξῃ, ὅτι ἐν ἑκάστῳ καιρῷ ἦσαν εὐδοκιμοῦντες καὶ ἀστοχοῦντες ὡς αἱ "πέντε παρθένοι φρόνι μοι καὶ αἱ μωραὶ πέντε" δηλοῦσιν κατὰ τοὺς αὐτοὺς οὖσαι 27 χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ καιρὸς ἕως τῆς συντελείας ἐστὶν ὁ μετὰ τὴν ἑνδεκάτην ὥραν καθὼς ὁ Ἰωάννης φησίν· "ἐσχάτη ὥρα ἐστίν"), ἐν ᾗ ὁ οἰκοδεσπότης, φησίν, ἀπὸ τῶν τελευταίων <κελεύει> δοθῆναι τὸν μισθόν. οἰκοδεσπότης δὲ νοηθεί<η> ὁ πατὴρ χρώμενος τῷ υἱῷ διανομεῖ οὐχ ὡς ὑπουργῷ, ἀλλ' ὡς <συνεργῷ> ὅτι δι' αὐτοῦ διοικεῖ καὶ ἐνεργεῖ πᾶν, ὅ τι οὖν βούλεται. δίδωσιν δὲ πᾶσιν τὸ ἀνὰ δηνάριον, ὅ ἐστιν ἡ τοῦ πνεύματος χάρις συμμόρφους ἀποτελοῦσα τοὺς ἁγίους θεῷ καὶ τοὺς ἄνω χαρακτῆρας ἐν ταῖς ἐκείνων ψυχαῖς ἐγχαράττουσα καὶ εἰς ζωὴν ἀνά γουσα καὶ ἀφθαρσίαν. ἐν τούτοις δὲ οἱ πρῶτοι δοκοῦσιν πλεῖον τῶν ἐσχάτων κεκοπιακέναι ὡς τὴν τοῦ διαβόλου πύρωσιν ἐπὶ πλεῖον ὑπο στάντες οὔπω τῆς ἁμαρτίας κατηργημένης καὶ τῆς φθορᾶς καὶ τοῦ θα νάτου· τὸ πρᾶγμα γάρ, εἰ κατ' ἰσότητα ἐξετάζοιτο, πλεῖόν τι τοῖς προ τέροις ὀφειλόμενον ὑποβάλλει, ὅτι θανάτου καὶ διαβόλου κρατοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων, ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς δικαιοσύνην ἀνθρώποις. οἱ δὲ ἔσχατοι ἀντὶ κόπων τὴν τοῦ δεσπότου ἔχοντες φιλο τιμίαν πρῶτοι τὸν μισθὸν δέχονται, ἐπείπερ πάντες οἱ μετὰ τὴν ἐπι δημίαν διὰ τοῦ βαπτίσματος καὶ τῆς πρὸς τὸ πνεῦμα συναφείας "θείας" γεγόνασιν "κοινωνοὶ φύσεως" καὶ υἱοὶ θεοῦ ἐχρημάτισαν τῶν πρὸ τῆς ἐπιδημίας πάντων γεννητῶν γυναικῶν χρηματιζόντων, μελλόντων δὲ καὶ αὐτῶν πρὸς τοῦτο καλεῖσθαι· εἰ γὰρ καὶ γεγόνασι μέτοχοι πνεύματος οἱ προφῆται, ἀλλ' οὖν οὐχ ὡς οἱ πιστοί, τρόπον τινὰ τοῦ ἁγίου πνεύματος ταῖς τῶν πιστῶν ψυχαῖς ὡσανεὶ ζύμης γενομένου καὶ ὅλον τὸν ἄνθρω πον μετατιθέντος εἰς ἑτέραν βίου κατάστασιν. διὸ καὶ "θείας" γινόμεθα "κοινωνοὶ φύσεως" καὶ ἐκ παρρησίας βοῶμεν "ἀββᾶ ὁ πατήρ". οἱ δὲ ἀρχαιότεροι οὐ τῆς αὐτῆς ἔτυχον χάριτος. διὸ καὶ ὁ Παῦλός φησιν· "οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας" ὡς ὅτι οἱ ἀρχαῖοι "πνεῦμα δουλείας" ἐλάμβανον οὐκ ἔχοντες τὸ τῆς υἱοθεσίας ἀξίωμα. πρῶτοι οὖν λαβόντες τὸ νοητὸν δηνάριον ἀναγκαίως τῶν ἄλλων προτετιμῆσθαι λεγόμεθα.
About this text
Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.
English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.
Witnesses
- Copy-text Migne PG 72 Commentarii in Matthaeum (Aegean Digital Patrologia / khazarzar) (Greek · CPG 5206 catena fragments (290 parsed heads))
- Checked print matia.gr mirror of same Aegean extract (Greek · Byte-identical PDF; integrity check only)
- Checked print Internet Archive PG 72 volume OCR (bim … 1859_72) (Greek (OCR damaged) · Locus confirmation only; not used as reading text)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.