Matthew 21:41
And who would these be? The choir of the holy apostles, through whom come the priests and teachers of the new covenant.
Greek
Ἐπειδήπερ τις πολλὴ καὶ δυσαρίθμητος δαιμόνων πληθὺς τόδε τὸ σύμπαν περιφοιτᾷ πολυτρόποις ἀπάταις τὰ καθ' ἡμᾶς καταστρέφουσα, οὐρανόθεν ἡμῖν ἐπέστησεν ὁ Χριστὸς τοὺς παιδαγωγοὺς οὐχ ὡς τῆς ἀνθρώπου φύσεως τὸ ἔλαττον ἀποφερομένης–πολλοῦ γε καὶ δεῖ· μακρὰν γὰρ τῶν καθ' ἡμᾶς ἐκεῖνοι καὶ ἐναργὴς ὁ λόγος–ἀλλ' ὡς ταῖς τῶν δαιμονίων πλεονεξίαις τὴν ἰδίαν ἰσχὺν ἀντεξάγοντας καὶ τῆς ἡμετέρας ζωῆς ὑπεραθλεῖν ἰσχύοντας· κατώρθωκεν δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἁπάντων ταῖς ἡμετέραις ψυχαῖς ὁ Χριστός. πάλαι μὲν ἀχρειωθέντων ἡμῶν ἀπεκέκλειστο ὁ οὐρανὸς καὶ οὐδένα τῶν καθ' ἡμᾶς ἐποιοῦντο λόγον οἱ ἄγγελοι οἱονεὶ τῷ πάντων δεσπότῃ συναγανακτοῦντες ὡς ὑβρισμένῳ. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ θεὸς "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ", κατεκόμισεν ἐλθὼν ἐπὶ γῆς καὶ τοὺς ἁγίους ἀγγέλους καὶ τῆς ἡμετέρας ζωῆς κηδεμόνας ἀπέδειξεν. διὸ καὶ ἔλεγεν· "ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου". "τοῦ ἀνθρώπου", τοῦτο ἔστιν διὰ τὸν ἄνθρωπον· κεκλεισμένον γὰρ κατὰ τοὺς ἤδη παρῳχηκότας καιροὺς ἤνοιξεν ἡμῖν τὸν οὐρανόν, ἵνα δι' ἡμᾶς ἄνω τε καὶ κάτω θέοντες ὑπουργοί τινες εἶεν τῆς εἰς ἡμᾶς τελουμένης οἰκονομίας διὰ Χριστοῦ. τοῦτο οὖν καὶ ὁ Παῦλός φησιν· "οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα" καὶ ἑξῆς. ταύτην ἔχει τὴν δήλωσιν καὶ τῶν ἐνυπνίων <τοῦ> προπάτορος ἡμῶν Ἰακὼβ ἡ δύναμις· τεθέαται, ὡς ἔφη, "τὴν κλίμακα" διήκουσαν ἀπὸ γῆς "εἰς τὸν οὐρανόν", οὐδὲν οἶμαι κατασημαίνοντος <τοῦ ὀνείρου> ἕτερον ἢ ὅτι κατὰ καιροὺς ἄνοδος τε καὶ κάθοδος ἔσται τοῖς ἁγίοις ἀγγέ λοις διὰ τὸν ἄνθρωπον ἐπιλάμποντα ἐν κόσμῳ μετὰ σαρκὸς τοῦ μονο γενοῦς. πάνδεινον οὖν ἄρα τοὺς τοσαύτης φροντίδος ἠξιωμένους παρὰ θεοῦ ὡς ἐπιστάτας καὶ παιδαγωγοὺς ἀγγέλους καταλαχεῖν ἐν τῷ μη δενὶ τετάχθαι λόγῳ καὶ τοῦτο παρ' ἡμῖν τοῖς ὁμοδούλοις καὶ ἀδελφοῖς.
About this text
Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.
English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.
Witnesses
- Copy-text Migne PG 72 Commentarii in Matthaeum (Aegean Digital Patrologia / khazarzar) (Greek · CPG 5206 catena fragments (290 parsed heads))
- Checked print matia.gr mirror of same Aegean extract (Greek · Byte-identical PDF; integrity check only)
- Checked print Internet Archive PG 72 volume OCR (bim … 1859_72) (Greek (OCR damaged) · Locus confirmation only; not used as reading text)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.