Homily on the Transfiguration (Luke) · §hom-rem-mid

Homily In transfigurationem rem mid

Rem mid: Homily In transfigurationem; lemma continues; spiritual reading with the letter.

Greek

ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασίς ἐστι τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς οὐ προσηκούσης, τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει. Καὶ γὰρ Μωσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἂν περιεῖδε τὸν νόμον πατούμενον, ὡς ἐνόμιζον· οὐδ' ἂν τὸν παραβαίνοντα αὐτὸν, καὶ τῷ τεθεικότι πολέμιον, ἐθεράπευσεν ἄν. Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε. Καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν, καὶ Θεὸν ἑαυτὸν ἔλεγεν ἴσον τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρημένων. Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν ὅτι καὶ ζωῆς, καὶ θανάτου ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω, καὶ τῶν κάτω κρατεῖ. ∆ιὰ τοῦτο καὶ τὸν ζῶντα, καὶ τὸν τετελευτηκότα, εἰς μέσον ἄγει. Καὶ γὰρ φαινόμενοι οὐκ ἐσίγων, ἀλλ' ἐλάλουν τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τοῦτ' ἔστι, καὶ τὸ πάθος, καὶ τὸν σταυρὸν, ἐν τούτοις δὲ καὶ τὴν ἀνάστασιν. Ἀλλ' οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν, ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπληροῦτο γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. Εἶτα διαγρηγορήσαντες θεωροὶ γίνονται τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. Οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα καὶ ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς· σκηνὰς δὲ τρεῖς γενέσθαι φησὶν, οὐκ εἰδὼς ὃ λέγει. Οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τὸ παρόντος χρόνου τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὁ γὰρ Παῦλός φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν , εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, Χριστοῦ δηλονότι. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας, καὶ οὔ ποτε πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης ἕνεκα ἀποφοιτήσαντα τὸ παθεῖν ἐθέλειν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. Οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος, ὅπερ ἔφη· πλὴν πρὸς τῇ παραδόξῳ καὶ ἀποῤῥήτῳ θέᾳ τῆς δόξης Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον, εἰς βεβαίωσιν τῆς ἐπ' αὐτῷ πίστεως, καὶ οὐχὶ

About this text

Cyril of Alexandria, Homilia in transfigurationem (Lucam) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homilia in transfigurationem (Lucam) — new OET from PG 77 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.