Commentarii in Lucam (Greek fragments) ZU LK 10, opening
ZU LK 10,.
Lemma-led open — , Ἀλλὰ τί οὐκ ἐᾷς, ὦ δέσποτα, ταῖς παρὰ σοῦ τιμαῖς ἐπιγάννυσθαι τοὺς τετιμημένους; καίτοι
Greek
ZU LK 10, Ἀλλὰ τί οὐκ ἐᾷς, ὦ δέσποτα, ταῖς παρὰ σοῦ τιμαῖς ἐπιγάννυσθαι τοὺς τετιμημένους; καίτοι γέγραπται περὶ τῶν προκεχειρισμένων εἰς ἀποστολήν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. εἶτα πῶς προστέταχας ἐν τούτοις μὴ χρῆναι χαίρειν ἐπὶ τῇ δοθείσῃ παρὰ σοῦ τιμῇ τε καὶ δόξῃ; τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἐπὶ τὸ μεῖζον αὐτοὺς ἀναφέρει Χριστὸς κἀκεῖνο κελεύει ποιεῖσθαι καύχημα, τὸ γεγράφθαι φημὶ τὰ ὀνόματα αὐτῶν ἐν τοῖς οὐρανοῖς. εἴρηται γὰρ περὶ τῶν ἁγίων πρὸς θεόν· Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.