Commentarii in Lucam (Greek fragments) ZU LK 10, 18 opening
ZU LK 10, 18.
Lemma-led open — , Ναί, φησίν, οὐκ ἠγνόηκα τοῦτο ἐγώ· τοῖς γὰρ ἐμοῖς νεύμασιν οἱονεὶ τεθωρακισμένοι νενικήκ
Greek
ZU LK 10, 18 Ναί, φησίν, οὐκ ἠγνόηκα τοῦτο ἐγώ· τοῖς γὰρ ἐμοῖς νεύμασιν οἱονεὶ τεθωρακισμένοι νενικήκατε τὸν σατανᾶν. εἶδον αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ πεσόντα, τουτέστιν ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. καὶ ἀληθὴς ὁ λόγος. πρὸ μὲν γὰρ τῆς τοῦ σωτῆρος ἐπιδημίας κατεκράτησε τῆς ὑπ' οὐρανόν, προσεκυνήθη παρὰ πάντων, ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι· ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπή· ὁ γὰρ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτόν. 105
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.