Commentary on Luke (Greek Fragments) · §u29-open

Commentarii in Lucam (Greek fragments) ZU LK 10, 2 opening

ZU LK 10, 2.

Lemma-led open — , Ἀλλ ἦν εἰκὸς ὑπονοῆσαί τινας ἀποκεκινῆσθαι μὲν τοὺς πρώτους, ἀντεισενηνέχθαι δὲ τούτους

Greek

ZU LK 10, 2 Ἀλλ' ἦν εἰκὸς ὑπονοῆσαί τινας ἀποκεκινῆσθαι μὲν τοὺς πρώτους, ἀντεισενηνέχθαι δὲ τούτους ὡς ἄμεινον ἢ ἐκεῖνοι μυσταγωγεῖν δυναμένους. ἵνα τοίνυν ἀποκείρῃ τῶν ἡμετέρων διανοιῶν τὰς τοιαύτας ὑποψίας ὁ καρδίας εἰδὼς καὶ γινώσκων τὰ ἐσόμενα, μονονουχὶ καὶ ἀπολελόγηται λέγων· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι καὶ τὰ ἑξῆς. ὥσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστάς, οὕτως ἡ σύμπασα γῆ ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς πολλή τις οὖσα καὶ ἀναρίθμητος οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου. πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γάρ·

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.