Commentary on Luke (Greek Fragments) · §u25-open

Commentarii in Lucam (Greek fragments) ZU LK 9, 58 opening

ZU LK 9, 58.

Lemma-led open — , Καὶ ἡ μὲν ἁπλουστέρα καὶ πρόχειρος τῶν εἰρημένων διάνοια τοιαύτη τίς ἐστιν ὅτι Καὶ τὰ θη

Greek

ZU LK 9, 58 Καὶ ἡ μὲν ἁπλουστέρα καὶ πρόχειρος τῶν εἰρημένων διάνοια τοιαύτη τίς ἐστιν ὅτι Καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καταδύσεις ἔχουσι καὶ καταλύματα, ἐγὼ δὲ τὰς παρὰ πολλῶν ὀχλήσεις οὔπω δύναμαι διαφυγεῖν· οὐ γὰρ ἔχω ποῦ καταλύσω καὶ ἀναπαύσομαι καὶ ἀνακλίνω τὴν κεφαλήν. ἥ γε μὴν ἔσω κεκρυμμένη τε δήλωσις διὰ βαθυτέρων ἐννοιῶν ἔρχεται. ἔοικε γὰρ ἀλωπεκάς τε καὶ οὐρανοῦ πετεινὰ τὰς πονηράς τε καὶ πανούργους καὶ ἀντικειμένας δυνάμεις καλεῖν ἤτοι τὰς τῶν δαιμόνων ἀγέλας· κέκληνται γὰρ οὕτω πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου γραφῆς. ὁ μὲν γὰρ μακάριος ψαλμῳδὸς ἔφη περί τινων· Μερίδες ἀλωπέκων ἔσονται. ἐν δὲ τῷ ᾄσματι τῶν ᾀσμάτων γέγραπται· Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας ὡς τῶν μεγάλων

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.