Commentarii in Lucam (Greek fragments) ZU LK 9, 55 opening
ZU LK 9, 55.
Lemma-led open — , Ἀληθεύει τοιγαροῦν ὁ τῶν ὅλων δεσπότης οὕτω λέγων· Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ β
Greek
ZU LK 9, 55 Ἀληθεύει τοιγαροῦν ὁ τῶν ὅλων δεσπότης οὕτω λέγων· Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου αἱ ὁδοὶ ὑμῶν. ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχουσιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου. ἐπετίμα τοίνυν χρησίμως τοῖς ἑαυτοῦ μαθηταῖς περιστέλλων ἀστείως τὴν ὀξυθυμίαν καὶ ἀναπείθων ἀνεξικακεῖν. ὠφέλησε δὲ καὶ καθ' ἕτερον τρόπον αὐτούς. ἔμελλον ἔσεσθαι τῆς ὑπ' οὐρανὸν μυσταγωγοί, πόλεις τε καὶ χώρας περιφοιτᾶν διακηρύττοντες πανταχοῦ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· ἀλλ' ἦν ἀνάγκη τοῦτο δρᾶν ἐθέλοντας καὶ ἀνοσίοις τισὶ περιπίπτειν ἀνδράσιν οὐκ ἀνεχομένοις τοῦ θείου κηρύγματος οὔτε μὴν ἐῶσιν οἷον καταλῦσαι παρ' αὐτοῖς τὸν
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.