Commentarii in Lucam (Greek fragments) ZU LK 9, 52–54 opening
ZU LK 9, 52–54.
Lemma-led open — , – Ἡ μὲν οὖν τῶν ἀνεγνωσμένων διάνοια ταύτην ἔχει τὴν περιοχήν. ἕκαστα δὲ λεπτῶς ἐρευνήσω
Greek
ZU LK 9, 52–54 Ἡ μὲν οὖν τῶν ἀνεγνωσμένων διάνοια ταύτην ἔχει τὴν περιοχήν. ἕκαστα δὲ λεπτῶς ἐρευνήσωμεν· γέγραπται γάρ· Ἄμελγε γάλα καὶ ἔσται βούτυρον. ἆρ' ἠγνόησεν ὁ σωτὴρ τὸ ἐσόμενον; οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντα γινώσκων ᾔδει που πάντως ὡς οὐ δεχθήσονται παρὰ τῶν Σαμαρειτῶν οἱ ἀπεσταλμένοι; εἶτα πῶς τοῦτο ἀμφίλογον; πῶς οὖν ἐκέλευσε προβαδίζειν αὐτούς; ἔθος ἦν αὐτῷ διὰ τρόπου παντὸς ὠφελεῖν ἐπείγεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ ὁδοῦ πάρεργον ἔσθ' ὅτε ποιεῖσθαι τὸ δοκιμάζειν αὐτούς. οἷόν τι φημί· ∆ιέπλει ποτὲ τὴν Τιβεριάδα λίμνην ὁμοῦ τοῖς ὠνομασμένοις, εἶτα τὸν ὕπνον οἰκονομικῶς εἰσδέχεται, καὶ ζάλης κινηθείσης οὐ τῆς τυχούσης τὸ σκάφος ἐκινδύνευεν· ἐφίει γὰρ οἰκονομικῶς ἐπεγείρεσθαι τῷ σκάφει
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.