Commentarii in Lucam (Greek fragments) ZU LK 9, 46φ opening
ZU LK 9, 46φ.
Lemma-led open — , φ Μανθανέτω πάλιν ὁ ψιλὸν ἄνθρωπον νομίζων εἶναι τὸν Ἰησοῦν ὅτι πεπλάνηται καὶ τῆς ἀληθε
Greek
ZU LK 9, 46φ Μανθανέτω πάλιν ὁ ψιλὸν ἄνθρωπον νομίζων εἶναι τὸν Ἰησοῦν ὅτι πεπλάνηται καὶ τῆς ἀληθείας οἴχεται μακράν. ἴστω γὰρ ὅτι κἂν εἰ γέγονε σὰρξ θεὸς ὢν ὁ λόγος, ἀλλ' οὖν ἀναπόβλητον ἔχει τὸ εἶναι ὃ ἦν καὶ μεμένηκε θεός. ἔνεστι μὲν γὰρ μόνῳ τῷ ἐπὶ πάντας θεῷ τὸ ἐξετάζειν δύνασθαι καρδίας καὶ νεφροὺς καὶ γινώσκειν τὰ κεκρυμμένα, ἑτέρῳ δὲ παρ' αὐτὸν οὐδενὶ παντελῶς. ἀλλ' ἰδοὺ τοὺς τῶν ἁγίων ἀποστόλων διαλογισμοὺς ἐξετάζει Χριστὸς καὶ τὸν τῆς θεότητος ὀφθαλμὸν καθίησιν εἰς τὰ κεκρυμμένα. θεὸς οὖν ἄρα 88 ἐστὶν ὁ τοῖς οὕτω μεγάλοις καὶ θεοπρεπεστάτοις ἐμπρέπων ἀξιώμασι. πλὴν ἐκεῖνο διερευνήσωμεν· ἆρα γὰρ ἅπαντες οἱ μακάριοι μαθηταὶ κοινὴν ἐσχήκασι τὴν τοιάνδε νόσον; ἀλλ' οἶμαι πολὺ τὸ ἀπίθανον ἔχει τὸ νομίζειν ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον. ἑνὸς δέ, ὥς γε οἶμαι, παθόντος αὐτήν, ἵνα μή τινα διαβολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐαγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνεται λέγων ὅτι Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν. πλὴν ὅτι δεινὸς ἄγαν εἰς κακουργίας ὁ σατανᾶς, ἔξεστι
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.