Commentary on Luke (Greek Fragments) · §u15-open

Commentarii in Lucam (Greek fragments) ZU LK 9, 43φ opening

ZU LK 9, 43φ.

Lemma-led open — , φ Πάντα ἃ ὁ Ἰησοῦς ἐποίει, θαυμασμοῦ ἄξια παρὰ πᾶσιν ἦν. ἐπέλαμπε γάρ τι ἐξαίρετον καὶ θ

Greek

ZU LK 9, 43φ Πάντα ἃ ὁ Ἰησοῦς ἐποίει, θαυμασμοῦ ἄξια παρὰ πᾶσιν ἦν. ἐπέλαμπε γάρ τι ἐξαίρετον καὶ θεῖον πάσῃ τῇ ἐνεργείᾳ αὐτοῦ, ὡς ἀληθεύειν τὴν λέγουσαν γραφήν· ∆όξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. εἰ καὶ πάντες μέντοιγε ἐθαύμαζον ἐπὶ πᾶσιν οἷς ἐποίει ὁ Ἰησοῦς, ἀλλ' αὐτὸς τὰ ἐπιφερόμενα τούτοις οὐκ εἶπε πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὅτι Εἰ καὶ τοιαῦτά ἐστιν ἃ ποιῶ πάντα, ὡς πάντας ἐπ' αὐτοῖς θαυμάζειν, ἀλλὰ κατανοήσατε, εἰς ὅσον ἐμαυτὸν ταπεινοῦν μέλλω ὑπὲρ πάντων παραδιδόμενος, ἵνα ἄρω τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵν' οὖν εἰδεῖεν ἀκριβῶς τὸ περὶ αὐτοῦ μυστήριον οἱ τῆς οἰκουμένης μυσταγωγοί, χρησίμως καὶ ἀναγκαίως ποιεῖται τὴν προαγόρευσιν καί φησι· Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν 86 τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.