Commentarii in Lucam (Greek fragments) ZU LK 9, 23 f opening
ZU LK 9, 23 f.
Lemma-led open — , Οἱ γενναῖοι τῶν στρατηγῶν τοὺς τῶν τακτικῶν ἐπιστήμονας ἀκονῶσι πρὸς εὐτολμίαν οὐ μόνας
Greek
ZU LK 9, 23 f Οἱ γενναῖοι τῶν στρατηγῶν τοὺς τῶν τακτικῶν ἐπιστήμονας ἀκονῶσι πρὸς εὐτολμίαν οὐ μόνας αὐτοῖς τὰς ἐκ τοῦ νικῆσαι τιμὰς ὑπισχνούμενοι, ἀλλὰ γὰρ καὶ αὐτὸ τὸ παθεῖν εὐκλεὲς εἶναι λέγοντες καὶ πάσης αὐτοῖς εὐφημίας πρόξενον· οὐ γάρ ἐστι τῶν ἐνδεχομένων τοὺς ἐθέλοντας εὐδοκιμεῖν ἐν μάχαις μὴ οὐχὶ καὶ τὰς ἐκ τῶν ἀνθεστηκότων ὑπομένειν ἔσθ' ὅτε πληγάς. πλὴν οὐκ ἄμισθον ἔσται τὸ παθεῖν αὐτοῖς· ἐπαινεθήσονται γὰρ ὡς τοῖς πολεμίοις ἐπιπηδήσαντες, καὶ αὐτὸ τὸ πάθος μαρτυρήσει πάντως αὐτοῖς ὅτι φρονήματι κέχρηνται σφόδρα νεανικῷ. τοιοῦτο διδάσκοντα ὁρῶμεν καὶ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀφορμὴ δὲ γέγονεν αὐτῷ τοῦ τοιοῦδε λόγου τὸ προαπαγγεῖλαι τοῖς μαθηταῖς ὅτι χρὴ πάντως αὐτὸν τὰς ἐκ τῶν Ἰουδαίων
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.