Commentary on Isaiah · §book4-logos5-rem-mid

Book IV Logos 5 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

ν περὶ τῆς ἑαυτοῦ παρουσίας, τῆς γενομέ- νης ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς, ὅτι "6Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ εἰς τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς."6 Ὀρθῶς δὲ καὶ τοῦτο συνεὶς ὁ πάνσοφος Παῦλος γράφει, καί φησι τοῖς τούτου τετυχηκόσιν· "6Ἡ ἐπιστολὴ ἡ ἡμῶν ὑμεῖς ἐστε, ἐγγε- γραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος."6 Οὐκοῦν ἀκούσατέ μου, φησὶ, τοῦτ' ἔστι, τοὺς ἐμοὺς εἰσδέξασθε λόγους, καὶ μὴ καθάπερ ὁ Ἰσραὴλ ἐξ- ήνιοι γένεσθε, τῇ τοῦ νομικοῦ γράμματος προσκεί- μενοι παλαιότητι, καὶ παρὰ τῶν τύπων ὁρῶντες οὐδέν. Μέχρι καιροῦ διορθώσεως ἡ διὰ Μωσέως τέθειται ἐντολὴ, φησίν. Ἐπειδὴ δὲ ὁ τῆς ἐνανθρωπή- σεως οὐ προσδοκᾶται μᾶλλον, ἀλλ' ἐνέστηκεν ἤδη καιρὸς, μεταχωρείτω πρὸς ἀλήθειαν ἡ σκιά. Ἐμοῦ τοίνυν ἀκούετε, λαός μου. Λέγων δὲ, λαός μου, τὴν πνευματικὴν οἰκειότητα τὴν δωρηθεῖσαν αὐτοῖς ἐπὶ καιροῦ προΐσχεται, δυσωπῶν, ὥς γε οἶμαι, καὶ διὰ τούτου, καὶ προθυμοτέρους ἀποτελῶν εἴς γε τὸ χρῆναι, φημὶ, τὸν παρ' αὐτοῦ προσήκασθαι λόγον. Καλεῖ δὲ οὐχὶ μόνους τοὺς τελοῦντας ἐν λαοῖς, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ βασιλέας, ἵνα τοὺς ἄρχοντας ἤτοι τοὺς τῶν λαῶν ἡγουμένους ἐννοῇς. Ἀπὸ γὰρ τῆς τῶν πιστευσάντων πληθύος παρεκομίσθησαν εἰς τοῦτο πολλοὶ, ὧν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί· εἶτα μετ' ἐκείνους κατ' ἴχνος ἰόντες οἱ μετ' αὐτοὺς τὸ τῆς βασιλείας ὄνομα περιετέθησαν· ἅτε δὴ καὶ βασιλείας ὄνομα πεπλουτηκότες, τεταγμένοι δὲ καὶ εἰς τὸ καθηγεῖσθαι λαῶν. Καὶ γοῦν ὡς ἐκ πολλῆς ἄγαν χαρᾶς χαριστηρίους ᾠδὰς ἀνατείνουσι Θεῷ λέγοντες· "6Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν."6 Ψάλλει δὲ περὶ αὐτῶν καὶ ὁ θεσπέ- σιος Μελῳδός· "6Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ."6 Ὦ τοίνυν λαοὶ καὶ βασιλεῖς, 70.1112 φησὶν, ἀκούσατέ μου, καὶ ἐνωτίσασθε, καὶ τί τὸ μέλλον ἐπαγγέλ[λ]εσθε. Νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. Νόμον ἐν τούτοις τὸ θεῖόν τε καὶ εὐαγγελικὸν ὀνομάζει κήρυγμα. Καὶ γάρ ἐστιν ἑτεροειδὲς μὲν ὥσπερ τὸ θέσπισμα τὸ νέον τε καὶ σωτήριον· νόμου δὲ ὥσπερ ἀρχαίου μεταβολὴ πρὸς τὸ ἄμεινον, καὶ μετάστασις τύπων ἐκδεδραμη- κότων πρὸς ἀλήθειαν. Ἔφη γοῦν ὁ Χριστός· "6Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προ- φήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 409 Λέγω γὰρ ὑμῖν, ὅτι ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται."6 Ἀλλ' ὁ μὲν ἐν γράμμασι νόμος ἐδόθη διὰ Μωσέως· κήρυγμα δὲ τὸ σωτήριον, τοῦτ' ἔστι τὸ εὐαγγελικὸν, ἐξῆλθε διὰ Χριστοῦ. Καὶ γὰρ ἦν ἀκόλουθον, Μωσέα μὲν τῆς σκιᾶς καὶ τύπου γενέσθαι διάκονον, ὡς ἔοικε, γνώ- σεώς τε καὶ ἀληθοῦς λατρείας

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.