Commentary on Isaiah · §book4-logos4-open

Isaiah commentary Book IV Logos 4 opening

Book IV Logos 4.

Book IV Logos 4 Isaian proclamation toward Christ.

Greek

ΛΟΓΟΣ ∆ʹ.}1 9Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ἐκ κοι- λίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, ἔθηκέ τε στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην χειρὸς αὐτοῦ ἔκρυψέ με. Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέ με, καὶ εἶπέ μοι· ∆οῦλός μου εἶ σὺ, Ἰσραὴλ, καὶ ἐν σοὶ δοξασθήσομαι.9 ∆ιὰ πλείστων ὅσων παραινέσεων, καὶ ὑποθημοσυ- νῶν ὄνησι τὸν Ἰσραὴλ, μεθίστησι τὴν μυσταγωγίαν ἐπὶ τὰς τῶν ἐθνῶν ἀγέλας, καὶ δὴ τὸ μυστήριον τοῦ 70.1036 Χριστοῦ αὐταῖς καταλευκαίνει πάλιν, δι' οὗπερ ἔμελ- λον τὸν κτηνοπρεπῆ, καὶ ἐπάρατον μεθέντες βίον εἰς τὴν αὐτῷ φιλαιτάτην ἀνακομίζεσθαι πολιτείαν, καὶ φῶς εἰς νοῦν δέχεσθαι τὸ ἀληθινόν· ὥστε σαφῶς εἰ- δέναι τίς ὁ φύσει καὶ ἀληθῶς Θεός ἐστι, καὶ ἡ τῶν ὅλων κατακρατοῦσα φύσις. Προσφωνεῖ δὲ ταῖς νήσοις, ἃς δὴ καὶ εἶναί φαμεν τὰς Ἐκκλησίας Χριστοῦ, καθάπερ ἐν θαλάττῃ κειμένας, τῷ κλύδωνι δηλονότι τοῦ παρόντος βίου, καὶ ἀφορήτοις κυμάτων περιεχο- μένας ἐμβολαῖς, διωγμοῖς, δηλονότι, καὶ περιστάσε- σιν, ἃς ἐπιφέρουσιν αὐταῖς οἱ τῆς ἀληθείας ἐχθροὶ, καὶ τῇ Θεοῦ κλήσει μαχόμενοι. Περὶ τῶν τοιούτων νήσων, εἴρηται μὲν πλεισταχοῦ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ψάλλει δέ που καὶ ὁ μακάριος ∆αβὶδ, καί φησιν· "6Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφραινέσθωσαν νῆσοι πολλαί."6 Ὅτε γὰρ βεβασί- λευκε τῆς ὑπ' οὐρανὸν ὁ Χριστὸς πᾶσαν ὑπὸ χεῖρα λαβὼν, καὶ τῆς τῶν δαιμόνων τυραννίδος ἐκσπάσας· τότε καὶ ἠγαλλιάσαντο, τοῦτ' ἔστιν, εὐφροσύνης με- σταὶ γεγόνασιν, αἱ κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίαι. Ὅτι γὰρ ὁ προφήτης ἐν τούτοις νήσους ὀνομάσας τὰς ἐξ ἐθνῶν Ἐκκλησίας δηλοῖ, σαφὲς ἂν γένοιτο διὰ τῶν ἑξῆς. Προσεπήνεγκε γὰρ εὐθὺς τὸ, Ἀκούσατέ μου, νῆσοι, τὸ, Προσέχετε, ἔθνη. Εἶτά φησιν, ὅτι ∆ιὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. Ὑπισχνεῖται μὲν, ὡς ἔφην, τὴν τοῦ Σωτῆρος πάντων ἡμῶν Ἰησοῦ Χριστοῦ ἀνάδειξιν, καὶ ὅτι Θεὸς ὢν ὁ Λόγος, συν- αναστρέφεται τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς. Πλὴν ὅτι προφητείας ἦν ὁ καιρὸς τὸ τηνικάδε, οὔπω δὲ καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐμφανείας, δια- δείκνυσι λέγων, ὅτι ∆ιὰ χρόνου πολλοῦ στήσεται τὸ ἐπαγγελθὲν δηλονότι, ἤγουν τὸ προφητευόμενον. Τί δὴ τοῦτό ἐστιν, αὐτὸ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσ- εκομίσθη λέγον· Ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Συνέβα

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.