Commentary on Isaiah · §book4-logos2-rem-close

Book IV Logos 2 rem close CLOSEOUT

Rem CLOSEOUT: Book IV Logos 2 CLOSEOUT.

Greek

ς καὶ βραβευτὴς καὶ διδάσκα- λος αὐτὸς ἡμῖν γέγονεν ὁ Χριστός. Φαίη δ' ἄν τις, ἔλεος καὶ δικαιοσύνην τὴν ἐκ γῆς ἀνίσχουσαν, ἢ καὶ βλαστήσασαν, αὐτὸν εἶναι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πα- τρὸς ἔλεος καὶ δικαιοσύνη· εἴπερ ἐστὶν ἀληθὲς ὡς ἠλεήθημεν ἐν αὐτῷ, καὶ δεδικαιώμεθα, τῶν ἀρχαίων αἰτιαμάτων λαβόντες τὴν ἄφεσιν, ἤγουν ὅτι παρ' αὐ- τοῦ δεδέγμεθα τὴν εἰς λῆξιν ἀγαθοῦ παντὸς ἀνακο- μίσαι δυναμένην ἡμᾶς δικαιοσύνην, δι' ἧς καὶ σεσώσμεθα. Εἰ δὲ ἡ γῆ τὴν δικαιοσύνην ἀναφῦναι προστέτακται, χαλεπαινέτω μηδεὶς, ἐννοήσας ὅτι καὶ ὁ Ψαλμῳδός πού φησι περὶ Θεοῦ καὶ Πατρὸς, καὶ αὐτοῦ δὲ τοῦ Ἐμμανουήλ· "6Εἰργάσατο δικαιο- σύνην ἐν μέσῳ τῆς γῆς."6 Οὐ γὰρ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατεκόμισεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα Χρι- στὸς, γεγένηται δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, ἣ καὶ μία γέγονε τῶν ἐπὶ γῆς. Ὅταν οὖν λέγηται γῆς γενέσθαι καρπὸς καὶ βλάστημα, συνήσεις, ὡς ἔφην, ὅτι γέγονε κατὰ σάρκα ἐκ γυναικὸς ληφθείσης εἰς τοῦτο πρὸς ὑπουργίαν, καίτοι μιᾶς οὔσης τῶν ἀπὸ τῆς γῆς. 9Ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὁ κτίσας σε· ποῖον βελτίονα κατεσκεύασα ὡς πηλὸν κεραμέως;9 Τὴν αἰτίαν ὥσπερ ἀποδίδωσιν ἐν τούτοις, τοῦ καὶ Θεὸν ὄντα κατὰ φύσιν Υἱὸν, κενῶσαι μὲν ἑαυτὸν, ἑλέσθαι δὲ καὶ παθεῖν ὑπὲρ 352 ἡμῶν, καὶ τῆς οὕτω με- γάλης ἀξιῶσαι φειδοῦς τοὺς ὄντας ἐπὶ τῆς γῆς, ὡς ἀντάλλαγμα τὴν ἰδίαν προέσθαι ψυχήν· μᾶλλον δὲ καὶ ἀνασχέσθαι λαβεῖν τὴν τοῦ δούλου μορφὴν, καὶ τῆς ἀνωτάτω δόξης ἀλλάξασθαι τῆς ἀνθρώπου φύ- σεως τὸ μικροπρεπές. Ταύτῃτοι φησὶν, ὅτι Ἐγώ εἰμι, νῦν ἐκληπτέον, ἀντὶ τοῦ, ὑφέστηκα καὶ ζῶ, 70.960 Θεὸς ὑπάρχων ἀληθινὸς, καὶ τῶν δυνάμεων Κύριος, καὶ παρενεγκὼν εἰς τὸ εἶναι τὰ πάντα, καὶ θάνατον οὐ ποιήσας, κτίσας δὲ μᾶλλον ἐπὶ ἀφθαρσίᾳ τὰ πάντα. Εἶτα τιμῶν τὴν ἀνθρώπου φύσιν, καὶ ὅτι τῶν ἐπὶ γῆς ἁπάντων ζώων ἰσοστατήσειεν ἂν αὐτῇ παντελῶς οὐδὲν, Ποῖον, φησὶ, βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; πεπλάσμεθα γὰρ παρ' αὐτοῦ χοῦν λαβόντος ἀπὸ τῆς γῆς, καὶ κεραμέως δίκην εὖ μάλα διαμορφώσαντος. Ἀλλ' οὐ μέχρι τούτων τῆς ἀνθρώπου φύσεως τὸ ἀξίωμα, ἀλλά τι καὶ μεῖζον ἐν ἡμῖν ξένιόν τε καὶ δῶρον εὐτεχνίας Θεοῦ. Πεποιή- μεθα γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, καὶ τῆς αὐτοῦ δόξης τὸν χαρακτῆρα πεπλουτήκαμεν νοητῶς ἐναστράπτοντα ταῖς ἡμετέραις ψυχαῖς, εἰ καί ἐσμεν κατὰ σάρκα γῆ καὶ ἐκ γῆς. Οὐκοῦν οὐκ εὐκαταφρό- νητον, μᾶλλον δὲ καὶ ἀξιάγαστον ἐπὶ γῆς ζῶον ὁ ἄνθρωπος· οὕτω τε Θεὸς ἐπ' αὐτῷ σεμνύνεται. Καὶ γοῦν ἔφη πρὸς τὸν τληπαθέστατον Ἰὼβ, τὰς ἑαυτοῦ μεγαλουργίας ἐναργεῖς καθιστάς· "6Ἦ συλλαβὼν γῆς πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;"6 Ψάλλε

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.