Commentary on Isaiah · §book4-logos1-rem-early

Book IV Logos 1 rem early

Rem early: Book IV Logos 1 Isaian proclamation toward Christ.

Greek

ῶν ἀναπεπεισμένοι προσκυνεῖν, οἱ μακρὰν ὄντες Θεοῦ, κεκλήσονται διὰ πίστεως τῆς ἐν Χριστῷ, ἐπιγνώσονταί τε τὸν τῶν ἁπάντων Βασιλέα καὶ Κύριον, διαδείκνυσιν εὖ μάλα τῆς προφητείας ὁ λόγος. Προστάττει γὰρ τοῖς ἠλεημένοις διὰ Θεοῦ δοξολογεῖν αὐτὸν, οὕτω τέ φησιν· 9Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινὸν, ἡ ἀρχὴ αὐ- τοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ' ἄκρου τῆς γῆς· οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέον- τες αὐτήν· αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς.9 Καινὸς ὁ ὕμνος, καὶ τῇ τῶν πραγμάτων καινότητι πρέπων. "6Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, κατὰ τὸ γεγραμμένον, καὶ τὰ ἀρχαῖα παρῆλθε, γέγονε δὲ τὰ πάντα καινά."6 Λελύτρωνται μὲν γὰρ ἐκ τῆς Αἰ- γυπτίων πλεονεξίας οἱ ἐξ αἵματος Ἰσραὴλ, μεσι- τεύοντος τὸ τηνικάδε τοῦ πανσόφου Μωσέως, καὶ πλινθείας ἐξῄρηνται, καὶ ἱδρώτων κενῶν τῶν ἐπὶ γηΐνοις σπουδάσμασιν ἔργον κηδεστῶν ἀγριότητος, καὶ τῆς τοῦ κρατοῦντος ἀπανθρωπίας· διεβιβάσθη- σαν διὰ μέσης θαλάσσης, ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, ἔπιον ὕδωρ ἐκ πέτρας, ἀβρόχῳ ποδὶ διῆλθον τὸν Ἰορδάνην, εἰσεκομίσθησαν εἰς τὴν γῆν τῆς ἐπαγ- γελίας. Τάδε ἐφ' ἡμῖν πάντα καινὰ, καὶ τῶν ἀρχαίων ἀσυγκρίτως ἐν ἀμείνοσιν. Οὐ γὰρ σαρκικῆς, μᾶλλον δὲ πνευματικῆς δουλείας ἐξῃρήμεθα, καὶ ἀντὶ τῶν περὶ γῆν σπουδασμάτων τῶν ἐκ φιλοσαρκίας ἀπηλ- λάγμεθα μολυσμῶν· οὐκ ἐργοδιώκτας ἐφύγομεν Αἰ- γυπτίους, οὐδὲ τύραννον μὲν ἀσεβῆ, καὶ ἀνήμερον, πλὴν ἄνθρωπον καθ' ἡμᾶς, τοὺς συνωθοῦντας δὲ μᾶλλον εἰς ἁμαρτίαν πονηροὺς καὶ ἀκαθάρτους δαί- μονας, καὶ τὸν ταῖς τούτων ἀγέλαις ἐφεστηκότα, τοῦτ' ἔστι, Σατανᾶν. ∆ιέβημεν καθάπερ τινὰ θάλατ- ταν, τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ τὴν ἐν αὐτῷ τύρβην, καὶ εἰκαίους ὄντως περισπασμούς. Ἐφάγομεν τὸ μάννα τὸ νοητὸν, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ· ἐπίομεν ὕδωρ ἐκ πέτρας, τοῖς Χριστοῦ νάμασιν ἐντρυφήσαντες, νοητοῖς δὲ δηλονότι. ∆ιέβημεν τὸν Ἰορδάνην, ἀξιω- θέντες τοῦ ἁγίου βαπτίσματος, εἰσήλθομεν εἰς τὴν τοῖς ἁγίοις ἐπηγγελμένην καὶ πρέπουσαν γῆν, ἧς καὶ αὐτὸς ὁ Σωτὴρ διαμνημονεύει, λέγων· "6Μακά- ριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν."6 Οὐκοῦν ἐπὶ καινοῖς κατορθώμασι, καινὸν ἔδει γενέ- σθαι τὸν ὕμνον παρὰ τῆς ἀρχῆς αὐτοῦ· τοῦτ' ἔστι, παρὰ τῶν ὑπ' αὐτῷ γεγονότων καὶ ἀρχομένων ὑπ' αὐτοῦ· γενέσθαι δὲ τὸν ὕμνον, ἤτοι τὴν αὐτῷ πρέ- πουσαν δοξολογίαν, οὐ κατά γε μόνην τὴν τῶν Ἰου- δαίων χώραν, ἀλλὰ γὰρ ἀπ' ἄκρου τῆς γῆς εἰς ἄκρον δηλονότι, τοῦτ' ἔστιν, ἅπασαν τὴν ὑπ' οὐρανόν. Πά- λαι μὲν γὰρ ἦν ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ 70.861 δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.