Isaiah commentary Book III Tomos 2 opening
Book III Tomos 2.
Book III Tomos 2 Isaian oracles; historia and theoria.
Greek
ΤΟΜΟΣ Βʹ.}1 9Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπ- εσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσ- δέχου, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν, ἔτι μικρὸν, διὰ φαυλισμὸν χειλέων, διὰ γλώσσης ἑτέρας.9 Κατέληξε μὲν ἡμῖν ὁ πρῶτος λόγος εἰς τὸ, Τίνι ἀνηγγείλαμεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγε- λίαν; ∆ιερμηνεύοντες δὲ τῶν προειρημένων τὴν δύ- ναμιν, λέγομεν ὅτι τὸ τῶν ἁγίων προφητῶν εἰσεκο- μίσθη πρόσωπον ἐπιτιμώντων τρόπον τινὰ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ὡς εἰκῆ μὲν τοῖς παρ' αὐτῶν ἐντε- τυχηκόσι λόγοις, ὠφεληθεῖσι δὲ παντελῶς οὐδὲν, καί- τοι καὶ κακῶν αὐτοῖς, καὶ μέντοι καὶ ἀγγελίας προηγορευμένων. Καὶ κακὰ μὲν εἶναι τὰς τοῖς εἰω- θόσι πλημμελεῖν ηὐτρεπισμένας κολάσεις διαβε- βαιούμεθα, ἀγγελίας τε τὰς ἐπ' ἀγαθαῖς ἐλπίσι τι- μάς. Ὡς οὐδὲν οὖν τὸ σύμπαν ὠφελημένων τῶν ἐξ αἵματος Ἰσραὴλ, εἰ καὶ ἀνηγγέλκασιν αὐτοῖς οἱ προ- φῆται τὰ παρὰ Θεοῦ, ἀπειλάς τέ φημι καὶ τῶν ἐσο- μένων ἀγαθῶν ὑποσχέσεις, Τίνι, φησὶν, ἀνηγγείλα- μεν κακά; καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; Σεσιγη- κότων δὲ ὥσπερ τῶν ἁγίων προφητῶν, καὶ μέχρι δὴ τούτων τὸν οἰκεῖον στησάντων λόγον, αὐτὸς ὁ τῶν ὅλων Θεὸς τοῖς ἁγίοις ἐπιφωνεῖ λέγων· Οἱ ἀπογεγα- λακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ, θλίψιν ἐπὶ θλίψει προσδέχου, ἐλπίδα ἐπ' ἐλ- πίδι. Οἱ μὲν γὰρ ἀνουθέτητοι, φησὶν, καὶ πολὺ νο- σοῦντες τὸ ἐξήνιον, ἐξώσθησαν εἰκότως, καὶ τῆς ἐν Χριστῷ σωτηρίας ἀμέτοχοι γεγονότες βαδιοῦνται πρὸς ὄλεθρον. Ὑμεῖς δὲ λοιπὸν οἱ διὰ πίστεως κεκλη- μένοι πρὸς ἐπίγνωσιν ἀληθείας, οἱ καθάπερ τινὸς 70.625 μαστοῦ καὶ γάλακτος ἀπεσπασμένοι τῆς ἐν νόμῳ παιδαγωγίας· οἱ τροφὴν μὲν πάλαι νηπιοπρεπῆ δε- χόμενοι, καὶ ἀμαθεστέραν ἔχοντες τὴν φρένα, προ- βεβηκότες δὲ νῦν εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, καὶ εἰς τὴν τελείοις πρέπουσαν μεταφοιτήσαντες τροφὴν, καὶ οὐ μεμενη- κότες ἄπειροι λόγου δικαιοσύνης, κατευθύνατε τὰς ἑαυτῶν καρδίας εἰς παραδοχὴν τοῦ νέου κηρύγματος τῆς εὐαγγελικῆς πολιτείας τῶν διὰ Χριστοῦ θεσπι- σμάτων. Ἀνδρίζεσθε πρὸς ὑπομονὴν, καὶ εἰ θλίψις ἐπέρχοιτο συχνή τε καὶ ἀλλεπάλληλος ἐγηγερμένων τῶν πειρασμῶν, καὶ τῆς τῶν διωκόντων ὠμότητος ἐπιφυομένης ὑμῖν, καρτερήσατε βραχὺ, καὶ ἐπὶ βραχὺ προσδέχεσθε τὰς θλίψεις, ἵνα καὶ ἐλπίδα πλουτήση- τε, τήν γέ φημι τὴν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον.
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.