Commentary on Isaiah · §book3-tomos1-rem-mid

Book III Tomos 1 rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

αμεν· τὸ ὄνομά σου ὀνομάζομεν.9 Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμέ- νοι. Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπ- ολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύ- τῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαΐας πρόσ- εισι λέγων· "6Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν."6 Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειω- τάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι' αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι' οἰκειότητος δὲ, δηλονότι τῆς πνευματικῆς. Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ ∆εσπότου μάχονται νόμοις. Οἱ δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρή- νην ἔχουσι πρὸς αὐτόν. Ἀλλ' ἔστι τὸ χρῆμα θεόσδο- τον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμε- νον. ∆ὸς τοίνυν ἡμῖν, ὦ ∆έσποτα, τὸ εἰρηνεῦσαι πρὸς σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· "6∆ικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σω- τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,"6 οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ. Ταύτῃ τοι σοφῶς ἐπενήνε- κται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴ- δαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρη- νεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ γλώττης ὅνομα φέρειν. ∆εῖ γὰρ αὐτὸν ὀνομάζειν μό- 70.581 νον, ὅτι καὶ μόνος ἐστὶν ἐφ' ἡμᾶς φύσει τε καὶ ἀλη- θείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, "6Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν."6 9Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. ∆ιὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώ- λεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς.9 Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ

About this text

Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.

English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.

Witnesses

  • Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.