Book II Tomos 5 rem close CLOSEOUT
Rem CLOSEOUT: Book II Tomos 5 CLOSEOUT.
Greek
αν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 9∆ιότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν.9 Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος. Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κι- νήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζο- μένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; ∆ιότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύ- τῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμε- 197 λήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν. Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πε- πόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημ- μελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρί- 70.540 βον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀν- θρώπων, ἐπειδή γε τὸν καθ' ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούρ- γηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι "6Ἦν τὸ φῶς τὸ ἀλη- θινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον."6 Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέ- γραπται γὰρ, ὅτι "6Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς."6 Τοῦτο τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέ- γονεν. Προσκεκρούκασι γὰρ τῷ ∆ημιουργῷ διὰ πλεί- στων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν. 9∆ιὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.9 Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, δια- σωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.