Book II Tomos 4 rem early
Rem early: Book II Tomos 4 Isaian oracles toward Christ.
Greek
ρώπου μετὰ τῶν 165 νεφελῶν ἐρχόμενον, καὶ τὰ τούτοις τέθεικεν ἐφεξῆς. Ἰεζεχιὴλ δὲ ὁμοίως στερέωμα, φησὶν, ἴδεν, ὑποκει- μένων τῶν Σαραφείμ· ἐπὶ θρόνου δὲ ἄνθρωπον τε- θεᾶσθαι, ἤτοι εἶδος ἀνθρώπου, οὗ τὰ μὲν ἄνω φησὶν ἠλέκτρῳ προσεοικέναι, τό γε μὴν ἐξ ὀσφύος εἰς πόδας ὡς ὅρασις πυρός. Ἑκάστῃ δὲ τῶν τοιούτων ὁράσεων, ἔμφασίν τινα δόξης τῆς θεοπρεποῦς, καὶ μυστηρίου τοῦ κατὰ Χριστὸν, ἀστείως ἡμῖν ὑπαινίττεται. Οὐδὲν οὖν ἄρα τὸ κωλύον κἀν τούτῳ νοεῖν, ἐπὶ νεφέλης κούφης τεθεᾶσθαι τὸν Κύριον, χρειωδέστατά τε καὶ ἀναγκαίως. Ἀποπληροῖ γὰρ ἡμῖν ἡ νεφέλη τύπον ὑετοῦ τε καὶ δρόσου πνευματικῆς, καὶ αὐτοῦ δὲ τοῦ σωτηρίου βαπτίσματος. Καὶ γοῦν ὁ μακάριος Παῦλος, τοὺς ἐξ αἵματος Ἰσραὴλ βεβαπτίσθαι φησὶν ἐν τῇ νε- φέλῃ καὶ ἐν τῇ θαλάσσῃ· ἐπήρτητο καὶ τὴν βαθεῖαν ἐκείνην διαπεραιουμένοις ἔρημον, ἐν ἡμέρᾳ μὲν ἡ νεφέλη· προηγεῖτο δὲ καὶ νυκτὶ στύλος πυρός. Ἐγρά- 70.453 φετο δὲ δι' ἀμφοῖν ὁ Χριστὸς, ἤτοι τὸ ἐπ' αὐτῷ μυ- στήριον, ἤγουν ὡς ἐν πίστει τε καὶ ἁγίῳ βαπτίσματι, δικαίωσις καὶ ἁγιασμός. Ἔδει τοίνυν ἐπὶ καθάρσει τε καὶ μεταβολῇ ἰόντα τὸν Κύριον τῶν Αἰγυπτίων, θεοπρεπῶς δὲ δηλονότι καὶ νοητῶς, ἐπὶ νεφέλης ὁρᾶ- σθαι κούφης. Οὐ γὰρ ἦν ἑτέρως ἀποσμήχεσθαι τῆς τῶν πλανωμένων ψυχῆς τὴν ἐντετηγμένην αὐτῇ κη- λῖδα, μὴ οὐχὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Οὗ καὶ εἰς τύπον τὴν νεφέλην εἶναι διοριζόμεθα. Κούφη δὲ ἡ νεφέλη καὶ μάλα εἰκότως ὠνόμασται. Βαπτιζόμεθα γὰρ εἰς ἀπόθεσιν ἁμαρτίας, καὶ οἱονεί τι δυσδιακό- μιστον ἀληθῶς φορτίον ἀποτρεπόμενοι τὴν ἀσέβειαν, ὑπόπτεροι τρόπον τινὰ διὰ τούτου γινόμεθα, καὶ τὰ ἄνω φρονεῖν, καὶ τὰς καρδίας ἔχειν ὑψοῦ μανθάνομεν. Τό γε μὴν ἐπικαθῆσθαι τῇ νεφέλῃ τὸν Κύριον, ἐκεῖνο οἶμαι δηλοῦν· Ἡ κάθησις ἢ ἀνάπαυσιν, ἤγουν ἐξου- σίαν ἡμῖν ὑπαινίττεται. Οὐκοῦν ἐπαναπαύεται Χρι- στὸς, οὐχὶ τῇ κατὰ νόμον λατρείᾳ ποθὲν, ἐν τελειώσει δὲ μᾶλλον τῇ διὰ τοῦ ἁγίου βαπτίσματος. Βεβασί- λευκε δὲ οὕτω τῶν ἐπὶ τῆς γῆς. Σεισθήσεσθαι δέ φησι τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Ἀνα- δεδειγμένου γὰρ ἤδη τοῦ ἁγίου βαπτίσματος, καὶ Χρι- στοῦ λοιπὸν ἐπιλάμψαντος, πᾶσά πως ἀνάγκη, τὰ τῆς ἀρχαίας ἀπάτης ἀφανίζεσθαι παίγνια, καὶ τὰς τοῦ διαβόλου παγίδας ὁρᾶσθαι συντεθραυσμένας. Σε- σαγήνευκε δὲ πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἅπαν μὲν, ὡς ἔπος εἰπεῖν, ἔθνος τε καὶ γένος, μάλιστα δὲ τῶν ἄλλων τοὺς Αἰγυπτίους. ∆εισιδαιμονέστατοι γὰρ γε- γόνασι παρὰ τοὺς ἄλλους, καὶ τάχα που νικῶντες ἐν πλάνῃ Πέρσας τε καὶ Ἀσσυρίους· καίτοι τῆς θεο- πνεύστου Γραφῆς περὶ τῆς ἐκείνων λεγούσης χώρας, ὅτι γῆ γλυπτῶν ἐστιν. Ἡττηθήσεσθαι δὲ τὴν καρδίαν τῶν Αἰγυπτίων φησὶν, παραχωρήσασαν, ὥς γε οἶμαι
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.