Isaiah commentary Book II Tomos 3 opening
Book II Tomos 3.
Book II Tomos 3 Isaian oracles toward Christ.
Greek
ΤΟΜΟΣ Γʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙ∆ΟΣ.}1 ∆ιαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ' ἔστι κατὰ 70.397 τῆς τῶν Μωαβιτῶν μητροπόλεως χώρας τε ἁπάσης καὶ αὐτῆς τῆς βασιλείας. Ἔθνος καὶ αὐτοὶ βάρβα- ρον, ἀπηχθημένον παρὰ Θεῷ, διάτοι τὸ ἐγκεῖσθαι μὲν ὁλοτρόπως ταῖς τῶν εἰδώλων λατρείαις, ἐπιθαρ- σεῖν δὲ μάλιστα τῇ μάγῳ τέχνῃ, καὶ τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι δόξης, εἶναί τε τῶν ὅτι μάλιστα πολεμιωτάτων τοῖς ἐξ Ἰσραήλ. Καὶ γοῦν ὅτε τῶν Αἰγυπτίων ἀπηλλαγμένοι πλεονεξίας, ἐπὶ τὴν τῆς ἐπαγγελίας ἀπῄεσαν γῆν, μικροῦ δεῖν ἅπαντες δι- ολώλασι, τό γε ἧκον εἰς τὸ ἐγχείρημα Βαλὰκ, ὃς ἦν βασιλεὺς τὸ τηνικάδε τῶν Μωαβιτῶν. Γέγραπται δὲ οὕτως ἐν τοῖς Ἀριθμοῖς· "6Καὶ ἅπαντες υἱοὶ Ἰσραὴλ παρενέβαλον ἐπὶ δυσμῶν Μωὰβ, παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ. Καὶ ἰδὼν Βαλὰκ υἱὸς Σεπφὼρ, πάντα ὅσα ἐποίησεν Ἰσραὴλ τῷ Ἀμοῤῥαίῳ· καὶ ἐφοβήθη Μωὰβ τὸν λαὸν σφόδρα, ὅτι πολλοὶ ἦσαν. Καὶ προσ- ώχθισε Μωὰβ ἐκ προσώπου υἱῶν Ἰσραήλ."6 Εἶτα ποῖον αὐτῷ γέγονε τὸ κακούργημα; Κατεμισθοῦτο τὸν Βαλαὰμ ἐκ τῆς Μεσοποταμίας· ψευδόμαντις δὲ οὗτος καὶ οἰωνοσκόπος· εἶτα παρακαλεῖ, λέγων· Ἐπάρασαί μοι τὸν Ἰσραήλ. Οἶδα γὰρ, φησὶν, ὅτι οὓς ἂν σὺ εὐλογήσῃς, ηὐλόγηνται, καὶ οὓς ἂν σὺ καταράσῃ, κεκατήρανται. Καὶ οἱ μὲν τῆς γοητείας ἐπράττοντο παρ' ἐκείνου τρόποι, βωμῶν τε ἐγηγερ- μένων, καὶ θυσιῶν προσκεκομισμένων. Ἐσφάλλετο δὲ τῆς ἐλπίδος ὁ Βαλὰκ, καὶ τῶν κατὰ γνώμην ἡμάρ- τηκεν, εὐλογοῦντος ἀδοκήτως τὸν Ἰσραὴλ τοῦ παρα- λειφθέντος εἰς τὸ παραράσασθαι δεῖν. Ἐπειδὴ δὲ εἰς τὸ παρ' ἐλπίδας ἐκβέβηκεν αὐτῷ τὸ ἐγχείρημα, πάλιν ἑτέρῳ μέτεισι τρόπῳ τῆς κατ' αὐτῶν δυστρο- πίας τὸ χρῆμα. Σεσαγήνευκε γὰρ τοὺς ἐξ Ἰσραὴλ, ταῖς τῶν γυναικῶν ὥραις συνηρπασμένους ἐπί γε τὸ χρῆναι τῆς πρὸς Θεὸν ἀγάπης ἀποφοιτᾷν, καὶ προσκυ- νεῖν ἑλέσθαι τῷ Βεελφεγώρ· εἴδωλον δὲ τοῦτο τῶν Μωα- βιτῶν. Γέγραπται δὲ οὕτω πάλιν ἐν τοῖς Ἀριθμοῖς· "6Καὶ κατέλυσεν ὁ Ἰσραὴλ ἐν Σαττεὶμ, καὶ ἐβεβηλώθη ὁ λαὸς, ἐκπορνεῦσαι ἐπὶ τὰς θυγατέρας Μωὰβ, καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφα- γεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν· καὶ προσεκύνησαν 145 τοῖς εἰδώλοις αὐτῶν· καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγὼρ, καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ."6 Ἐπειδὴ γὰρ Θεοῦ ἐπαμύνοντος δεινὸ
About this text
Cyril of Alexandria, Commentary on Isaiah (Greek). SERIES on this page: prologue through Book V CLOSEOUT.
English follows PG 70 Greek (CPG 5203). Hill Holy Cross / modern English syncs were not used as wording. Isaiah SERIES CLOSEOUT prologue through Book V.
Witnesses
- Copy-text PG 70 — Commentarius in Isaiam prophetam (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.