Homily rem mid
Rem mid: Homily; lemma continues; spiritual reading with the letter.
Greek
Ἰωάννου λέγοντος· Τεκνία, ἐσχάτη ὥρα ἐστίν. Ὁρᾷς ὅτι τῇ ἑνδεκάτῃ ἐξελθὼν ὁ τοῦ ἀμπελῶνος δεσπότης, εὑρὼν ἀργοὺς ἐμισθώσατο. Τίνες οὗτοι οἱ ἀργοί; Ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν· ἀργοὶ γὰρ ἦμεν ἀπὸ θεογνωσίας, ἀργοὶ ἀπὸ ἔργων ἀγαθῶν. Καὶ λέγει αὐτοῖς· Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί· Ὅλην τὴν ἡμέραν ἀπ' ἀρχῆς κτίσεως κόσμου, ἕως τῆς ἐπιδημίας αὐτοῦ χρόνον ἐσήμανεν· ἕως γὰρ τότε ἀργὰ ἦν τὰ ἔθνη, Θεὸν μὴ εἰδότα· Οὐδεὶς γὰρ, φασὶν, ἡμᾶς ἐμισθώσατο. Εὐγνώμονα τὰ ἔθνη· τῷ γὰρ οὐδεὶς αὐτὰ ἐμισθώσατο, οὐ νόμοι, οὐ προφῆται· τῷ Ἰσραὴλ ἐκεῖνοι ἀπεστάλησαν, οὐ τοῖς ἔθνεσιν· διὸ καλῶς λέγουσιν, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Ἀλλὰ ἀγαθὸς ὁ οἰκοδεσπότης, Ὑπάγετε γὰρ καὶ ὑμεῖς, φησὶν, ἐργάσασθαι ἐν τῷ ἀμπελῶνι, καὶ ὃ ἐὰν ᾗ δίκαιον, δώσω ὑμῖν. Οἱ ἀργοὶ, τότε ἐργάται γεγόνασιν·
About this text
Cyril of Alexandria, In parabolam vineae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s In parabolam vineae — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.