Homily on the Parable of the Vineyard · §hom-open

In parabolam vineae Homily opening

Homily.

Lemma-led open — ΟΜΙΛΙΑ ΙΖʹ. ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδε

Greek

In parabolam vineae ΟΜΙΛΙΑ ΙΖʹ. ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ ΤΟΥ ΑΜΠΕΛΩΝΟΣ. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ἤκουσας, ἀγαπητὲ, τῆς εὐαγγελικῆς τοῦ Κυρίου παραβολῆς· ἄκουε καὶ τὴν ἑρμηνείαν, ἣν κατὰ δύναμιν ἐροῦμεν. Οἰκοδεσπότης τοῦ μεγάλου οἴκου, 77.1097 τουτέστιν ὁ δεσπότης Θεός· οἶκος γὰρ, ὁ κόσμος· ∆εσπότης δὲ αὐτοῦ, ὁ κτίσας αὐτὸν Θεός· ἀμπελὼν αὐτοῦ, ἡ ἀνθρωπεία φύσις· ἐργάται τοῦ ἀμπελῶνος, ὅσοι διακονούμενοι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἅγιοι· πρώτη ὥρα ὁ καιρὸς τῶν θεοσεβῶν ἐκείνων τῶν περὶ Ἄβελ καὶ Ἐνὼχ καὶ Νῶε· πρῶτοι γὰρ οὗτοι θεοσεβεῖς, πρῶτοι οὗτοι ἐργάται τοῦ ἀμπελῶνος. Νῶε γὰρ ἐφύτευσεν ἀμπελῶνα, νοητῶς νόει· πνευματικοὶ γὰρ οἱ λόγοι· ἕως τρίτης ὥρας οὗτοι εἰργάζοντο· μετὰ τρίτην ὥραν ὁ καιρὸς τῶν περὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· καὶ οὗτοι γὰρ ἐργάται τῆς σωτηρίας ἡμῶν, τρεῖς τὸν ἀριθμόν· διὰ τοῦτο καὶ ἕως ἕκτης ὥρας εἰργάσαντο· ἀπὸ ἕκτης ὥρας τὸ μεσαίτατον τῆς ἡμέρας, ὅτε ὁ ἥλιος σφοδρότερον καταλάμπει τὴν οἰκουμένην, ὁ χρόνος τοῦ νόμου· ὅτι τῷ ὄντι

About this text

Cyril of Alexandria, In parabolam vineae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s In parabolam vineae — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.