Section X rem close
Rem CLOSEOUT: Section X CLOSEOUT.
Greek
ενα κύριον "̓Ιησοῦν Χριστὸν τὸν αὐτοῦ Υἱόν." οὐκοῦν οἱ λέγοντες οτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν; ποῖος ἱερεὺς ἐν ισῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ' αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν; ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶται θρόνοις· καὶ πιστώσεται γράφων ὁ Παῦλος "Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, "τοιοῦτον εχομεν ἀρχιερέα ος ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου "τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, "καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ην επηξεν ὁ Κύριος καὶ οὐκ "ανθρωπος." οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως οτι γέγονεν ανθρωπος, συνεδρεύει δὲ θεϊκῶς οτι μεμένηκε Λόγος.
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.