Glaphyra on the Pentateuch

Cyril of Alexandria · c. 412–444 · PG 69; CPG 5201 (Glaphyra in Pentateuchum) · Original English Translation

Glaphyra Abraham and Melchizedek opening§abraham-melchizedek-open

abraham-melchizedek-openAbraham and Melchizedek.

Law given for help; Melchizedek foreshadows Christ’s priesthood.

Greek · §abraham-melchizedek-open

Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ. αʹ. Νόμον μὲν εἰς βοήθειαν δέδωκεν ὁ τῶν ὅλων Θεός· γέγραπται γὰρ ὡδί. Πλὴν ὅτι παιδοκομεῖ μὲν ὁ νόμος, τελειοῖ δὲ λοιπὸν τὸ Χριστοῦ μυστήριον, χαλεπὸν οὐδὲν ἐξ αὐτῶν ἡμᾶς καταθρεῖν τῶν ἱερῶν Γραμμάτων, τὴν ἐπὶ τῷδε πίστιν ἐρανιζομένους εὖ μάλα, καὶ τὰ ἀληθῆ συλλέγοντας· ἀπόχρη δὲ, οἶμαι, καὶ ὁ θεσπέσιος λέγων Παῦλος περὶ ταῖν δυοῖν διαθήκαιν· Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος 69.81 ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Οὐκοῦν ἴοι μέν τις καὶ μάλα ῥᾳδίως εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, οὐ διά γε τῆς πρώτης καὶ Μωσαϊκῆς ἐντολῆς· διὰ τῆς λεγομένης δὲ ἐπεισῆχθαι ἐλπίδος, ἢν ταῖς εἰς τὸ ἄμεινον ψήφοις στεφανοῦν ἐδόκει τῷ μυσταγωγῷ πρὸς ἀλήθειαν βλέποντι. Ἠθετῆσθαι δὲ σαφῶς τὰ ἐν νόμῳ φησὶ, καὶ τῆς προαγούσης ἐντολῆς τὸ μηδὲν δύνασθαι τελειοῦν καθορίζων, ἐπιστέλλει Ἑβραίοις· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ αὐτῇ λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ διαθήκη ἢν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξουσιν ἔκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Ἐπιφέρει δὲ τούτοις εὐθύς· Ἐν δὲ τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Οὐκοῦν ἀσθενὴς ὁ νόμος, καὶ πολὺ τὸ ἀδρανὲς ἔχον ὁρᾶται λοιπὸν πρός γε τὸ δύνασ

Abraham and Melchizedek rem early§abraham-melchizedek-rem-early

abraham-melchizedek-rem-earlyRem early: Law given for help; Melchizedek foreshadows Christ’s priesthood.

Greek · §abraham-melchizedek-rem-early

θαί φημι τελειοῦν εἰς ἁγιασμόν. Ὅτι δὲ ἀμείνων ἡ ἐν Χριστῷ δικαίωσις καὶ ἡ λατρεία, Θεοῦ διακεκραγότος ἀκούσῃ σαφῶς διὰ προφητῶν φωνῆς, τοῖς τὴν ἔννομον τετιμηκόσι λατρείαν, καὶ οἱονεί πως ἀπρὶξ ἡμμένοις τῆς παλαιωθείσης ἐντολῆς, ποτὲ μὲν, Λούσασθε, καθαροὶ γένεσθε· ποτὲ δὲ δὴ αὗ, Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ, καὶ ἐν αὐτῷ τεθεάμεθα νοητῶς τὸν Πατέρα, καὶ τὸν φύσει Θεὸν ἐγνώκαμεν. βʹ. Εὐπετοῦς δὲ ἄγαν ὄντος μυρία μὲν ὅσα τοῖς εἰρημένοις ἐπισωρεύειν ἔτι, προσεπενεγκεῖν δὲ φωνὰς προφητῶν ἁγίων, δι' ὧν ἄν τις ἴδοι καὶ μάλα σαφῶς ἀπαράδεκτον τῷ Θεῷ τὴν κατὰ νόμον λατρείαν· ἵνα μὴ τοῦ προκειμένου σκοποῦ τὸν λόγον ἐξελκύσωμεν, καὶ οἴχοιτό που μακρὰν τὸ διήγημα, τρίβον ὥσπερ ἐφ' ἑτέραν ἰὸν, ἐπ' αὐτὸν ἤδη βαδιούμεθα τὸν θεσπέσιον Ἀβραάμ. Ὃς ἐπείπερ ἐπύθετο τὸν ἀδελφόπαιδα Λὼτ ἀδοκήτως κεκινδυνευκότα, κατῴκει γὰρ ἐν Σοδόμοις, καὶ ἐν οἰκέταις ἤδη ἦν δορίληπτος ὢν, ἐξοπλίζει μὲν τοὺς οἰκογενεῖς, καὶ ἑτέρους τινὰς τῶν συνωμότων Ἐσχὸλ, Ἀννὰν, καὶ Μαμβρῆ· ἀντεξάγει δὲ τοῖς νενικηκόσιν, οὐκ ἀγεννῶς, καὶ τῆς ἐκείνων πλεονεξίας ἀπαλλάττει τὸν ἄνθρωπον. Καὶ σὺν αὐτῷ πλείστην ὄσην ἀνασώζει 69.84 πληθὺν, συνηδικημένην καὶ κινδυνεύουσαν. Ὑπονοστοῦντι δὲ οἴκοι, καὶ τῆς κατ' ἐχθρῶν εὐανδρίας σεπτὰ φέροντι τὰ γνωρίσματα, προσυπήντων αὐτῷ ἀναγκαίως οἱ διὰ τῶν αὐτοῦ πόνων ὠφελημένοι. Γέγραπται γὰρ οὕτως· Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς ἀπάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ, καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαυῆ. Τοῦτο δὲ ἧν πεδίον βασιλέως· προσεπάγει δὲ ὅτι Καὶ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σου, καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων. Ἄθρει δὴ οὖν τῆς ἐν Χριστῷ τελειώσεως τοὺς τύπους ἐναστράπτοντας ἐναργῶς τῷ Μελχισεδὲκ, καὶ τῆς κατὰ νόμον λατρείας τὸ μέτρον ἐν μείοσιν. Εἴπερ ἐστὶν οὐκ ἐνδοιαστὸν ὅτι πάντη τε καὶ πάντως τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται, κατὰ τὸ γεγραμμένον, Ῥίζα δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, ὁ θεσπέσιος Ἀβραὰμ, καὶ τὸ ἐν αὐτῷ προὖχόν τε καὶ ἐξαίρετον, ὁ Λευῒ, τοῖς τῆς θείας ἱερωσύνης κατεστεμμένος αὐχήμασιν. Ἀλλ' ἦν ἐν ὀσφύϊ κείμενος ἔτι. ∆υνάμει γὰρ ἦν τῶν ἐξ αὐτοῦ κατὰ καιροὺς ἐσομένων πατὴρ ὁ μακάριος Ἀβραάμ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ σοφῶς εἰρημένον περὶ τοῦ Λευΐ. Ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς, ὅτε συνήντησεν α

Abraham and Melchizedek rem mid§abraham-melchizedek-rem-mid

abraham-melchizedek-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §abraham-melchizedek-rem-mid

εις με. Ἀκούεις ὅπως ἐναργῶς τὸ, Οὐκ ᾔδεις με, φησίν· οὐδὲ ἐν τοῖς εἰδόσι Θεὸν τὸν οὕτω περιφανῆ κατατάττειν ἀξιῶν, ὃν αὐτὸς ἐτίθει, καὶ βασιλέων κρείττονα, καὶ μυρίων ὅσων ἐθνῶν δεσπότην. Τύποι γὰρ ἦσαν τὰ ἐπ' αὐτῷ τῶν διὰ Χριστοῦ κατορθωμάτων. Προηγόρευσε μὲν γὰρ ὡς αὐτὸς διασκεδάσει τὰς Βαβυλωνίων ψευδομαντείας, καὶ τὰ τῶν ἐγγαστριμύθων σημεῖα. Τὰς δὲ τῶν ἰδίων προφητῶν, οὓς καὶ ἀγγέλους ὠνόμασε, βουλὰς ἤτοι προαγορεύσεις, οὐ διεψευσμένας ἀποφανεῖ. Προκαταμεμήνυκε δὲ ὅτι καὶ τὰς τῆς Ἰουδαίας οἰκοδομήσει πόλεις, καὶ τὴν ἄβυσσον ἐρημώσει, καὶ πάντας αὐτῆς καταξηρανεῖ τοὺς ποταμούς· ἄβυσσον, οἶμαί που, τὴν Βαβυλῶνα λέγων, διά τοι τὸ πλῆθος τῶν κατοικούντων ἐν αὐτῇ· ποταμοὺς δὲ αὐτῆς, τὰ ἔθνη τὰ συῤῥέοντα πανταχόθεν εἰς ἐπικουρίαν. Ἀλλὰ φέρε λέγωμεν τὰ ἐπὶ Κύρῳ σαφῶς, μεταπλάττοντες ἀστείως εἰς τὸ Χριστοῦ μυστήριον, τὰ δι' ἐκείνου κατωρθωμένα. ϛʹ. Γέγονε τοίνυν ὁ Κῦρος, μητρὸς μὲν Μανδάνης τῆς Ἀστυάγου θυγατρὸς τοῦ Μήδων ἐξάρχοντος· πατρὸς δὲ Καμβύσου, Πέρσου μὲν τὸ γένος, ἐπιεικοῦς δὲ λίαν τοὺς τρόπους. Ὅθεν τινὲς τῶν ἀρχαιοτέρων, ἡμίονόν τε καὶ ἑτεροφυᾶ τὸν Κῦρον ὠνόμαζον. ∆ιά γε, οἶμαι, τὸ πατρὸς καὶ μητρὸς ὡς ἐν τῷ γένει διάφορον. Πέρσαι γὰρ δὴ παρὰ Μήδους ἔθνος ἕτερον. Ἴδοις δ' ἄν τι τοιοῦτον καὶ ἐπὶ Χριστοῦ. Μητρὸς μὲν γὰρ γέγονε κατὰ σάρκα τῆς ἁγίας Παρθένου, καθ' ἡμᾶς τε οὔσης καὶ ἀνθρώπου τὴν φύσιν· πατρὸς δὲ τῶν καθ' ἡμᾶς οὐδενός· ἄλλ' ἵν' οὕτως εἴπωμεν, ἑτεροφυοῦς εἰς ἅπαν, καὶ ἀνῳκισμένου τὴν φύσιν, καὶ πᾶν ὑπερθρώσκοντος τὸ τελοῦν ἐν γενητοῖς. Τοιγάρτοι καὶ ἔφασκε πρὸς Ἰουδαίους οἰομένους ὅτι καθ' ἡμᾶς ἐστι, καὶ γέγονε καθ' ἡμᾶς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Καὶ κεκράτηκε μὲν ὁ Κῦρος μυρίων ὅσων ἐθνῶν, καὶ ἅπασα μὲν αὐτὸν ὑπεδέχετο πόλις. Ἔλαβε δὲ καὶ θησαυροὺς σκοτεινοὺς, ἀποκρύ 69.93 φους, ἀοράτους, καὶ μακρᾶς ἀνῆκε δουλείας τὸν Ἰσραήλ. Βεβασίλευκε δὲ τῆς ὑπ' οὐρανὸν ὁ Ἐμμανουὴλ, καὶ ὡς τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν πᾶσα μὲν αὐτὸν εἰσδέχεται πόλις· ἀνεῖται δὲ ἤδη δουλείας καὶ πλεονεξίας διαβολικῆς πᾶν ὅσον ἐκβεβίαστο, καὶ ὑπ' αὐτῷ πράττειν ἠνάγκαστο γένος. Καταφοιτήσας δὲ καὶ εἰς ᾅδου κεκένωκε θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους. Θύρας χαλκᾶς συνέτριψε, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Τοιγάρτοι καὶ πάλαι πρὸς Ἰὼβ ἔφη τὸν τληπαθέστατον καὶ ἀκαταγώνιστον ἀθλητήν· Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. Ἀναγνώσομεν γὰρ ὡς ἐν ἐρωτήσει ταυτί· καταδεικνύντος το

Abraham and Melchizedek rem close CLOSEOUT§abraham-melchizedek-rem-close

abraham-melchizedek-rem-closeRem CLOSEOUT: Melchizedek typology CLOSEOUT.

Greek · §abraham-melchizedek-rem-close

ὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σε, καὶ δώσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ; Τί μὴ γέγονεν αὐτὸ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μωσέα στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκεκόμικε δὲ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἢ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα καὶ περιτετμήμεθα μὲν ἀχειροποιήτῳ περιτομῇ διὰ Πνεύματος, γεγόναμεν δὲ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καίτοι πῶς τοῦτο οὐκ ἐναργές; Οὐκοῦν ἢ τὸ Πνεῦμα δώσομεν ἀεὶ μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὠνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφροντικός· ἐφῆκε γὰρ δὴ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ· ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, οὐχὶ τὸ Πνεῦμα τὸ ἅγιον. ηʹ. Ὅτι δὲ οὐδ' ἂν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξέ τισι, φέρε δὴ λέγωμεν, τὰ ἐξ εἰκότων συλλέγοντες λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. Ἐκείνοις μὲν γὰρ, τοιόσδε τις καὶ σοφὸς, καθάπερ οὖν οἴονται κατὰ σφᾶς αὐτοὺς, συντέθηται λόγος. Ἐπειδὴ γὰρ, φησὶ, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς ἀπάτωρ τε ἦν, καὶ ἀμήτωρ, καὶ μὴν καὶ ἀγενεαλόγητος· εὐλόγηκε δὲ καίτοι τοσοῦτον ὅντα τὸν Ἀβραάμ· Εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ μείζονος, ἁπάσης ἀντιλογίας δίχα· μὴ νοείσθω, καθ' ἡμᾶς, ἀλλ' ἔστω τὴν φύσιν ἄγγελος, ἤγουν, τῶν ἄνω δυνάμεων καὶ λειτουργικῶν μία τις σεπτὴ καὶ δεδοξασμένη. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα λίαν, εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἀβραὰμ, τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμισε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλισε λογισμῶν. Εἰς ὁμοίωσιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες ἡμῖν τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἢ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι τρόπον· βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρενηνεγμένων τὰς φύσεις. Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τις ἂν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἀβραὰμ, ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κἂν εἰ μὴ νοοῖτο κρείττων αὐτοῦ; Οὐ γὰρ αἱ φύσεις ἐν τούτοις, ἀλλ' ὁ τῶν δρωμένων δοκιμάζεται νοῦς, καὶ τῆς ἀληθείας οἱ λόγοι, τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. Ὅτι γάρ ἐστι τῶν λίαν ἀτοποτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ἐν σκιαῖς, ἐπ' αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. Ἀπόλεκτος ἦν Ἀαρὼν, προεστηκὼς καὶ ἡγούμενος τῆς ἁγίας σκηνῆς, ταῖς ἀνωτάτω τιμαῖς ἐν ἱερωσύνῃ 69.104 κατεστεμμένος. Πῶς οὖν ἡγιάζετο;

Glaphyra Book 1 Adam opening: first man and Christ mystery§book1-adam-open

book1-adam-openOn Adam.

The first man’s fashioning and fall is told so that the mystery of Christ may be foreshadowed in type — not so that the history is emptied, but so that the end of the Law may be shown.

Greek · §book1-adam-open

Περὶ τοῦ Ἀδάμ. αʹ. Ὁ νομομαθὴς ἀληθῶς καὶ ἱερώτατος Παῦλος, τῆς διὰ Χριστοῦ σωτηρίας ἐννενοηκὼς τὸ μυστήριον, ἀνακεφαλαίωσιν ἐν αὐτῷ γενέσθαι φησὶ τῶν τε ἐν οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, ἐν εὐδοκίᾳ τε καὶ θελήσει τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τῶν ὅλων ἐπανόρθωσιν, καὶ τὴν εἰς ὅπερ ἦν ἐν ἀρχῇ ἀναφοίτησιν τῶν κατεφθαρμένων, τῷ τῆς ἀνακεφαλαιώσεως σαφηνίζων ὀνόματι. ∆ιεμέμνητο γάρ που, κατά γε τὸ εἰκὸς, Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ἐγὼ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. Τοιγάρτοι καὶ αὐτὸς ἅτε καὶ θείοις ἐντεθραμμένος λόγοις, τὴν ἐν τούτοις ἡμῖν προαγόρευσιν ἐκπεπερασμένην ἤδη πως ἐν Χριστῷ παρέδειξε λέγων· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἀνεστοιχειώμεθα γὰρ ἐν Χριστῷ, καὶ γεγόναμεν καινὴ κτίσις. Καὶ ἐν αὐτῷ δὴ καὶ μόνῳ τὸ καινὸν ὄνομα πεπλουτήκαμεν· κεκλήμεθα γὰρ Χριστοῦ. Καὶ γοῦν πάλιν αὐτός πού φησιν ὁ θεσπέσιος Παῦλος περὶ ἡμῶν· Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ἁγιοπρεπὴς γὰρ ὁ βίος τοῖς ἐν Χριστῷ, καὶ σαρκικῶν ἐπέκεινα παθῶν, καὶ γεώδους ἀκαθαρσίας. Ὅτι δὲ ἔμελλεν ἥξειν ἐφ' ἡμᾶς τὸ καινὸν ὅνομα τὸ ἐπικληθὲν ἡμῖν ἐν Χριστῷ, σαφὲς ἂν γένοιτο, Θεοῦ

Adam rem early§book1-adam-rem-early

book1-adam-rem-earlyRem early: Adam formed; breath of life; paradise commands.

Greek · §book1-adam-rem-early

διακεκραγότος διὰ φωνῆς ἁγίων· Τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα και 69.17 νὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Οὐκοῦν ἐπειδήπερ οὐκ ἂν ἐνδοιάσειέ τις, ὀρθὰ καὶ εἰκότα φρονεῖν ᾑρημένος, ὅτι καινὰ γέγονεν ἐν Χριστῷ, φέρε, καταθρήσωμεν τὴν παλαίωσιν ἥτις ποτέ ἐστι, καὶ τίνος ἂν λέγοιτο γενέσθαι τυχὸν ἡ πρὸς ἄμεινον ἐπανόρθωσις, ὡς ἀπό γε τοῦ μὴ εἰς ἅπαν ἐῤῥῶσθαι τε καὶ ἀλωβήτως ἔχειν· ἤγουν ἀπὸ τοῦ κατεφθαρμένου, καὶ εἰς ὅπερ οὐκ ἦν ἐν ἀρχαῖς ἀδοκήτως ὑπενηνεγμένου. Εἰδείη γὰρ ἂν ὦδέ τις, καὶ μάλα ὀρθῶς, τὸ ὅποιπερ ἂν ἡμῖν ὁ τοῦ προτεθέντος λόγου διᾴττει σκοπὸς, καὶ τὸ ἀμωμήτως ἔχον, ἐξοίχοιτο ἂν οὐδαμῶς. βʹ. Οὐκοῦν ὁ τῶν ὅλων ἀριστοτέχνης Θεὸς, δυνάμει τῇ ἰδίᾳ καὶ παντουργικῇ, τουτέστι, τῷ Υἱῷ, πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων χρώμενος· Γέγονε γὰρ δι' αὐτοῦ τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οὐρανόν τε καὶ γῆν καὶ πρό γε τῶν ἄλλων ἐν ἀρχῇ διετεκτήνατο, καὶ πρὸς γένεσιν ἐκάλει, καίτοι μὴ ὅντα ποτέ. Πῶς δὲ ἄρα, τυχὸν εἴ τις ἔροιτο, καὶ πόθεν, ἀκούσεται πρὸς ἡμῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἄριστον ἀληθῶς· Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Εἰ γὰρ δή τις ἕλοιτο τὰ τοιάδε διαμαθεῖν, ὅτι δεήσει πάντως αὐτῷ καὶ νοῦ καὶ φρενὸς, κατά γε τὴν ἐν Θεῷ νοουμένην, οὐκ ἀμφίλογον.

Adam rem mid§book1-adam-rem-mid

book1-adam-rem-midRem mid: transgression and sentence read toward the second Adam.

Greek · §book1-adam-rem-mid

Ἀλλ' ὅτι μικρὰ τὰ ἐν ἡμῖν ἢ καὶ οὐδὲν ὅλως ὡς πρὸς Θεὸν, σαφηνιεῖ δὲ λέγων αὐτός· Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου. Ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ἀνείσθω δὴ οὖν, ὡς περιττὴ καὶ οὐδαμόθεν ἁλώσιμος, ἡ περὶ τούτων βάσανος. ∆ημιουργεῖ γὰρ ὡς οἶδε, καὶ ὅπως ἂν δύναιτο Θεός. Ἐκπεποιημένων δὴ οὖν οὐρανοῦ καὶ γῆς ἐν ἀρχαῖς, εἶτα τῆς τῶν ὑδάτων πληθύος εἰς ἔνα χῶρον συνεσταλμένης· εἴκειν γὰρ ἦν ἀνάγκη τῷ λέγοντι· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν· ἐξεκαλύπτετο μὲν ἡ γῆ, πόαις δὲ ταῖς οὕτω πολυειδέσι πανταχοῦ ἠνθίζετο, καὶ ἦν ἀσυνήθως εὐπρεμνοτάτη ξύλων ἐγκάρπων λαχοῦσα γένεσιν. Ἡλίου δὲ καὶ σελήνης ἐφαίνοντο κύκλοι, καὶ νόμος ἦν ὁ παρὰ τοῦ Θεοῦ βραβεύων ἑκάστῳ τὸ τῆς ἀρχῆς μέτρον. Τετάχατο γὰρ, ὁ μὲν εἰς ἠῶ καὶ αὐγάς· ἡ δὲ εἰς νύκτα καὶ σκότος· καὶ αὐτὸς δὲ τοῖς ἄστροις ὁ σύμπας ἡμῖν οὐρανὸς κατεῤῥαίνετο. Καὶ μὴν καὶ ἐφ' ὅτῳ γεγόνασιν, ἐθεσμοθέτει λέγων· Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων ∆ημιουργὸς, καὶ αὐτὴν τῶν ὑδάτων τὴ

Adam rem close CLOSEOUT§book1-adam-rem-close

book1-adam-rem-closeRem CLOSEOUT: Adam typology sealed without voiding the historia. ADAM CLOSEOUT.

Greek · §book1-adam-rem-close

ν φύσιν μητέρα νηκτῶν καὶ τῶν εἰς ἀέρα πτηνῶν εἰργάζετο. Γῆν δὲ δὴ πάλιν ἐκέλευε καὶ κτηνῶν πολύμορφον ἐκδοῦναι φύσιν, καὶ θηρῶν ἀγρίων ἀτίθασσα γένη. Καὶ ἀμελητὶ τὸ δοκοῦν καὶ ὑπὲρ νοῦν ἐξεπράττετε. Ἐφ' ἐκάστῳ τῶν πεποιημένων, Λόγος ἦν ὁ 69.20 δημιουργὸς, καὶ νεῦμα μόνον ἡ γένεσις. Ἁνδανούσης δὲ καὶ αὐτῷ τῷ τῶν ὅλων τεχνίτῃ τῆς ἐν τοῖς γεγονόσιν εὐκοσμίας, σκέψις εἰσῄει λοιπὸν ἑτέρα τὸν δι' ὃν ἐκεῖνα παρήχθη πρὸς ὕπαρξιν, τελευταῖον εἰσφέρουσα, φημὶ δὲ τὸν ἄνθρωπον. Ἔδει γὰρ, ἔδει τὸν τῶν ὅλων ∆ημιουργὸν ἀγαθὸν ὄντα κατὰ φύσιν, μᾶλλον δὲ αὐτὸ τὸ ἀγαθὸν τοῦθ' ὅπερ ἐστὶ, καὶ πρὸς ἡμῶν γινώσκεσθαι. Ἔδει πλήρη γενέσθαι τὴν γῆν τῶν εἰδότων δοξολογεῖν, καὶ ἀπὸ καλλονῆς κτισμάτων, καθὰ γέγραπται, τὴν τοῦ δεδημιουργηκότος κατασκέπτεσθαι δόξαν. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, Οὐκ εἰς κενὸν ἐποίησας αὐτὴν, δῆλον δὲ ὅτι τὴν γῆν, ἀλλ' εἰς τὸ κατοικεῖσθαι. Ἦν οὖν ἀναγκαῖον, ζῶον ἐν αὐτῇ πλάττεσθαι λογικὸν, προαναδειχθέντων αὐτοῦ τῶν ὅσα ἐστὶ τελοῦντα πρὸς τέρψιν, καὶ πρός γε εὖ πεποιῆσθαι δοκεῖν. Ταύτῃτοι προαναφήνας ἐν κόσμῳ τῷ δέοντι γῆν τε καὶ οὐρανὸν, καὶ τὰ ἐν αὐτοῖς, ἐπὶ τὴν τοῦ ἀνθρώπου κεχώρηκε κατασκευήν· οὗ τῆς γενέσεως πρεσβυτέραν ἐποιεῖτο τὴν σκέψιν· καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάζων ῥήματι, καὶ τῷ ἰδίῳ λόγῳ συ

Glaphyra Book 1 Cain and Abel opening§book1-cain-abel-open

book1-cain-abel-openOn Cain and Abel.

Human nature has fallen from what it was at the beginning; the brothers’ offerings are told so that the accepted sacrifice may foreshadow Christ, without canceling the historia.

Greek · §book1-cain-abel-open

Περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ. αʹ. Ὑπενήνεκται μὲν ἡ ἀνθρώπου φύσις, ὡς ἐν ἀρχῇ τοῦ γένους ἐν Ἀδὰμ, καθάπερ ἔφην ἀρτίως, θανάτῳ καὶ ἁμαρτίᾳ· λελύτρωται δὲ οὐχ ἑτέρως, πλὴν ὅτι διὰ μόνου Χριστοῦ. Ὡς γὰρ ὁ αὐτοῦ γέγραφε μαθητὴς, Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἔδει γὰρ, ἔδει τὸν δι' οὗ τὰ πάντα παρήχθη πρὸς ὕπαρξιν, ἀνακαινιστὴν γενέσθαι τῶν κατεφθαρμένων, καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἐξελᾶσθαι πήρωσιν· καταργῆσαι δὲ τὸ λυποῦν, καὶ τὸ εὖ εἶναι πάλιν διανεῖμαι πλουσίως τοῖς δι' αὐτοῦ γεγονόσι. ∆υνάμεως γὰρ τῆς θεοπρεποῦς, καὶ μέντοι καὶ ἐξουσίας, δοίην ἂν ἔγωγε λαμπρὰν γενέσθαι κατόρθωσιν, καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δύνασθαι παρενεγκεῖν, καὶ τὰ τοῦ καλῶς τε καὶ ἀλωβήτως ἔχειν ἡμαρτηκότα μονονουχὶ παλινάγρετα πρὸς τὸ εὖ εἶναι καλεῖν. ∆έδεικται μὲν οὖν ἐν Ἀδὰμ ὁ ἐπὶ τῷδε τύπος. Ἴδοι δ' ἄν τις οὐδὲν ἧττον αὐτὸν καὶ ἐν τοῖς ἐξ αὐτοῦ γεγόνασι γραφόμενον. Ἀνακεφαλαιοῦται γὰρ ἐν Χριστῷ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ὁ Θεὸς καὶ πατήρ. Καὶ τὸ ἐφ' ἃ μὴ προσῆκεν ὀλισθῆσαν, ἀναβιβάζεται πρὸς τὸ ἐν ἀρχαῖς, δι' αὐτοῦ δὴ καὶ μόνου τῶν μεταξὺ παρεισβεβληκότων, οἰχομένων ἤδη πρὸς τὸ μηδὲν, καὶ εἰς καινότητα κτίσεως ἀναστοιχειουμένων τῶν ἐπὶ τῆς γῆς. Καινὴ γὰρ κτίσις ἐν αὐτῷ, καὶ ἀληθὴς ὁ λόγος. Ἄθρει δὴ οὖν, ἄθρει καὶ ἐν Ἄβελ τε καὶ Κάϊν, τὸ Χριστοῦ μυστήριον, δι' οὗ καὶ σεσώσμεθα. Γέγραπται τοίνυν ἐν τῇ Γενέσει· Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἅνθρωπον διὰ τοῦ Θεοῦ, καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων. Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς

Cain/Abel rem early§book1-cain-abel-rem-early

book1-cain-abel-rem-earlyRem early: two offerings; envy; blood cry.

Greek · §book1-cain-abel-rem-early

ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἱνατί περίλυπος ἐγένου, καὶ ἱνατί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἐπιστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Καὶ μετ' ὀλίγα· Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· ∆ιέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, καὶ ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν 69.33 ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Ὁ δὲ εἶπεν· Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ὅτι ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Καὶ εἰ ἐκβαλεῖς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ. βʹ. Κάϊν μὲν τοίνυν καὶ μέντοι καὶ Ἄβελ, ἄμφω μὲν ἐγενέσθην ἐξ Ἀδὰμ, κλῶνες δὲ ἦσαν ὥσπερ τρυφεροί τε καὶ εὐανθεῖς, ῥίζης ἀνίσχοντες ἐν ἀρχαῖς τε καὶ πρώτης καὶ ἐπ' αὐτοῖς ἡ ἀνθρώπου φύσις ἐμελέτα τὸ καρπογόνον, καὶ τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι μόλις ἦν ἐν ἀρχῇ τοῦ φαίνεσθαι, καὶ ἐν ἰσχύι λοιπόν. Ἀλλ' ὁ μὲν Κάϊν προεπήδα χρόνῳ τῷ κατὰ γένεσιν. Εἴπετο δὲ καὶ ἦν μετ' αὐτὸν ὁ Ἄβελ· καὶ ἕως μὲν ἤστην ἀπαλοί τε καὶ νέοι, καθάπερ τινὲς νεοττοὶ παρετρέφοντο τοῖς γεγεννηκόσιν. Ἐπειδὴ δὲ εἰς ἤβην οἱ νεανίαι ἦλθον, καὶ λοιπὸν τελοῦντες ἐν ἀνδράσιν ἐφαίνοντο, πρὸς διαφόρους ἐτράποντο φιλεργίας. Καὶ ὁ μὲν Κάϊν, ἡσθεὶς, οἶμαί που, χλοηφορούσῃ τῇ γῇ, καὶ πολὺ δὴ λίαν εὔξυλόν τε καὶ εὐεργεστάτην ὁρῶν, καὶ καρποῖς ὡραίοις πεποικιλμένην, δεῖν ᾠήθη ταῖς ἐπιεικείαις ἀποφαίνειν ἡμεροτέραν τῶν ὁρωμένων τὴν ὄψιν· καὶ τὰ οἴκοθέν τε καὶ φυσικῶς ἀξιέραστα καὶ αὐτομάτως εἰς τοῦτο διήκοντα κάλλους διενοεῖτό που, κατά γε τὸ εἰκὸς ὡς εἰ τύχοιεν ἱδρῶτος γεωπονικοῦ, ῥᾳδίως ἂν εἰς ὄψιν ἐλθεῖν, τὴν ἀσυγκρίτως προφερεστέρον Ἐσκευάζετο δὴ οὖν ἀγροικοπρεπῶς, καὶ παντὶ δὴ σθένει χρώμενος, ἀπο

Cain/Abel rem mid§book1-cain-abel-rem-mid

book1-cain-abel-rem-midRem mid: type of synagogue vs church; just blood.

Greek · §book1-cain-abel-rem-mid

ς ἀνθρώπου φύσεως διατεθείσης εἰς ἁμαρτίαν, καὶ τοῖς τοῦ θανάτου βρόχοις ἀδοκήτως ἐνειλημμένης, τὸ τῆς εἰς τὸ ἄμεινον ἀνακομιδῆς προαναφωνεῖσθαι μυστήριον, καὶ τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθνηξόμενον κατὰ καιροὺς μὴ ἀγνοηθῆναι Χριστόν. Πεποίηται τοίνυν ὁ προπάτωρ Ἀδὰμ κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων, κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ. Γεγέννηνται δὲ καὶ προῆλθον ἀπ' αὐτοῦ, πρῶτος μὲν ὁ Κάϊν, δεύτερος δὲ μετ' ἐκεῖνον ὁ Ἄβελ. Ἀλλὰ τῷ μὲν Κάϊν τὸ ἐξ Ἰσραὴλ πρόσωπον περιθήσομεν. Ἐπεί τοι καὶ αὐτὸς ὁ Χριστὸς ἰσοτρόπους ὄντας τῷ Κάϊν τοὺς τῶν Ἰουδαίων δήμους, αὐτὸν προσημαίνειν ἠξίου. Αὐτὸς γὰρ ἔφασκεν· Ἐὰν ὑμεῖς μένητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἔσεσθε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Οἱ δὲ τῆς πατρικῆς ἐλευθερίας οὐ συνιέντες τὸ κάλλος, σαρκικοῖς αὐχήμασιν ἐναγλαΐζεσθαι δεῖν ἐπεχείρουν, λέγοντες· Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις, ὅτι 69.40 Ἐλεύθεροι ἔσεσθε; Τί οὖν πρὸς ταῦτα Χριστός; Εἰ τέκνα, φησὶν, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε. Πατέρα δὲ αὐτοῖς ἀπονέμει τὸν Σατανᾶν, λέγων· Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν, ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ αὐτοῦ. Καὶ οὐδέπου νομιοῦμεν, νοοῦντες ὀρθῶς, τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δαίμονος διαμεμνῆσθαι Χριστόν· ἐκλελυττηκόσι δὲ τοῖς Ἰουδαίοις, καὶ τὴν ἀνοσίαν κατ' αὐτοῦ μιαιφονίαν ὠδίνουσι, τὸν πρῶτον ἀνθρωποκτόνον καὶ τοῦ ψεύδους ἐπιτηδευτὴν, φημὶ δὴ τὸν Κάϊν, δίδωσι πατέρα, κἀκείνου τὸν Σατανᾶν, τὸν τῆς ἁμαρτίας εὑρετήν. Ἐπιδιδασκόντων τινῶν τίνα πατέρα τῷ διαβόλῳ δώσομεν, ἢ ποῖον εἶναί φαμεν τῆς ἐκείνου δυστροπίας τὸ ἀρχέτυπον, ἀρχετύπῳ δὲ ὥσπερ τῷ Κάϊν καθάπερ εἰκόνα προσνέμει τοὺς τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν νοσεῖν εἰρημένους. Ὅτι γὰρ ἔθος τῷ Σωτῆρι Χριστῷ, Σατανᾶν ἀποκαλεῖν τὸν τοῖς ἐκείνου προσεοικότα τρόποις, καταθρήσωμεν ἂν καὶ λίαν ἀμογητὶ τοῖς ἁγίοις λέγοντα μαθηταῖς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἰδοὺ εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Παρεικαστέον τοίνυν τῷ Κάϊν τὸν Ἰσραὴλ, περὶ οὗ γέγραπται· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Μετὰ δέ γε τὸν πρωτότοκον Ἰσραὴλ, δεύτερος ὥσπερ ἐν χρόνῳ, καὶ νεώτατος ἀνεφάνη Χριστὸς, υἱὸς καὶ αὐτὸς τοῦ Ἀδάμ. Τοιγάρτοι καὶ Υἱὸν ἀνθρώπου σοφῶς τε καὶ οἰκονομικῶς ἑαυτὸν ὠνόμαζε πανταχῆ· ἀλλ' ὁ μὲν Ἰσραὴλ, τιμᾷν ἐδόκει Θεὸν προσφέρων τὰ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὧν οὐ

Cain/Abel rem close CLOSEOUT§book1-cain-abel-rem-close

book1-cain-abel-rem-closeRem CLOSEOUT: Abel’s blood points forward without voiding the narrative. CAIN/ABEL CLOSEOUT.

Greek · §book1-cain-abel-rem-close

ν Θεοῦ, τουτέστι τῷ Ἀδὰμ, τίκτεται πάλιν υἱὸς Σήθ. Μετὰ γάρ τοι τὸ ἀποθανεῖν κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ἕτερον εὐθὺς ἀνέφυ σπέρμα τῷ Ἀδὰμ, καταπλουτοῦν ἐν ἑαυτῷ τῆς θείας εἰκόνος τὸ ὑπέρτατον κάλλος· Ἀναμορφούμεθα γὰρ εἰς Χριστὸν διὰ πνεύματος οἱ πιστεύοντες. Ὅτι δὲ τούτοις γένους ῥίζα τις ὥσπερ καὶ πρόφασις ὁ Χριστοῦ γέγονε θάνατος, αὐτὸς τοῦτο πιστώσεται λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅτε τοίνυν πέπτωκεν οἷά τις κόκκος εἰς γῆν, ἀστάχυος δίκην, πολλοστὸς ἀνέφυ, τῆς ἀνθρώπου φύσεως ἀναπλαττομένης ἐν αὐτῷ, πρὸς τὴν ἐν ἀρχαῖς εἰκόνα, καθ' ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος. δʹ. Ἄξιον δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἡμᾶς πολυπραγμονεῖν γένος, τό τε τοῦ Κάϊν φημὶ καὶ τοῦ Σήθ· περιέσται γὰρ δή τι κἀντεῦθεν ἡμῖν τὸ τελοῦν εἰς ὄνησιν· γέγραπται δὲ οὕτως· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνὼς, καὶ ἧν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώς. Ἐγεννήθη δὲ τῷ Ἐνὼς, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαουΐαν. Καὶ Μαουΐας ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ, καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα δὲ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. 69.45 Εἶπε δὲ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ· ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Ἔχεις ἐν τούτοις τῆς ἐκ Κάϊν τεκνολογίας σαφῆ τὴν ἀφήγησιν· ἴδωμεν καὶ τίς ἦν ἡ ἀπὸ Σήθ. Γέγραπται δὲ πάλιν οὕτως· Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη, καὶ ἔτεκε τὸν Ἐνώς· περὶ οὗ τὸ ἱερὸν Γράμμα φησί· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ, δώδεκα καὶ ἐννακόσια ἔτη. καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνάν· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνὰν ἑβδομήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνὰν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰαρὲδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Ἐνώχ· εἶτά φησιν· Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ἄθρει δὴ οὖν, καὶ πρό γε δὴ τῶν ἄλλων, ὡς ὀνομάζονται μὲν οἱ ἐκ Κάϊν, καὶ ὁ τῆς τῶν γενῶν διαδοχῆς ἔρπει λόγος.

Glaphyra on Genesis, Book 1 opening: Christ’s mystery throughout Moses§book1-open

book1-openOf our father among the saints Cyril, archbishop of Alexandria: First book of Elegant Comments on Genesis.

That through the whole of Moses’ writing the mystery of Christ is signified in riddles.

Search the Scriptures, Christ cried out to the Jewish crowds, saying most clearly that no one could reach eternal life in any other way than by digging, as it were, through the letter of the Law like a treasure-ground and carefully examining the pearl hidden in it — that is, Christ, in whom are all the treasures of wisdom and knowledge, hidden, according to the voice of the blessed Paul.

Concerning wisdom or knowledge so august and worthy of love Solomon also said somewhere: If you seek her as silver, and search for her as for treasures, then you will understand the fear of the Lord and find the knowledge of God.

Nothing equals this for those who praise a blameless life, who choose what is best and most excellent of all, and who fill their own mind with the divine light — because one must feast without weariness on the words about God, and make the sacred Letter a kind of lamp, as the holy Psalmist cries: Your law is a lamp to my feet and a light to my paths.

Since, then, clearly and openly, loving to examine Christ’s mystery is what procures eternal life and is for us the road of every cheerfulness, come — adding sweat again that profits first ourselves — let us gather what would mark out Christ’s mystery well for us, and take care to say how each thing stands in thought, so that what we say, even if it carries only slender images, may sometimes become for the more teachable a good occasion of truer contemplations, and a kind of ascent carrying them up toward the better and highest-lying knowledge.

We will first set out usefully what was done in the history; then, once we have clarified those things in due measure, and as if reshaping the narrative out of type and shadow, we will make the telling plain, our discourse turning toward Christ’s mystery and having him as its end — if it is true that Christ is the end of the law and the prophets.

And if somewhere we should miss what is more fitting, because of thinness of thoughts and much obscurity, those who will read ought to be forgiving.

Know this too: having composed seventeen books On Worship and Service in Spirit and in Truth, and having gathered in them a great throng of thoughts, we have for economy’s sake passed over in the present writing the chapters already treated there, and have left them unexamined — even if somewhere we happened to mention one of them as from a necessary argument.

So we will begin with the more elegant comments on Genesis; and then, running in order through Moses’ five books, we will examine beside them also what from the rest of Scripture is useful for the aim before us.

Greek · §book1-open

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς, τὸ τοῦ Χριστοῦ μυστήριον αἰνιγματωδῶς σημαίνεται. Ἐρευνᾶτε τὰς Γραφὰς, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκεν ὁ Χριστός· οὐχ ἑτέρως ἂν ἰσχύσαι τῆς αἰωνίας ζωῆς ἐφικέσθαι τινὰς, ἐναργέστατα λέγων, εἰ μὴ καθάπερ τινὰ θησαυρὸν ἀνορύττοντες τὸ γράμμα τὸ νομικὸν, τὸν ἐν αὐτῷ κεκρυμμένον περιεργάζοιντο μαργαρίτην, τουτέστι, Χριστὸν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως οἱ ἀπόκρυφοι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Περὶ τῆς οὕτω σεπτῆς καὶ ἀξιαγάστου σοφίας ἤτοι γνώσεως ἔφη που καὶ Σολομῶν· Ἐὰν ζητήσῃς αὐτὴν ὥσπερ ἀργύριον, καὶ ὡς θησαυροὺς ἀνερευνήσῃς αὐτὴν, τότε συνήσεις φόβον Κυρίου, καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσῃς. Γένοιτο δ' ἂν οὐδὲ τοῦ τοιοῦδε τὸ ἰσοστατοῦν, παρά τε τοῖς τὴν ἀμώμητον ἐπαινοῦσι ζωὴν, καὶ κατορθοῦν ᾑρημένοις τὰ πάντων ἄριστα καὶ ἐξαίρετα, καὶ φωτὸς τοῦ θείου τὸν οἰκεῖον ἀναπιμπλᾶσι νοῦν· διά τοι τοῦ δεῖν τοῖς περὶ Θεοῦ λόγοις ἀκαταλήπτως ἐντρυφᾷν, καὶ λύχνον ὥσπερ τινὰ ποιεῖσθαι τὸ Γράμμα τὸ ἱερὸν, κατὰ τὸν ἅγιον Ψαλμῳδὸν διακεκραγότα τε καὶ λέγοντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Οὐκοῦν ἐπειδήπερ σαφῶς καὶ ἀναφανδὸν ζωῆς ἐστι τῆς αἰωνίου πρόξενον, καὶ ἁπάσης ἡμῖν εὐθυμίας ὁδὸς τὸ περιεργάζεσθαι φιλεῖν τὸ Χριστοῦ μυστήριον· φέρε δὴ πάλιν ἱδρῶτα προσθέντες τὸν ὀνησιφόρον, καὶ πρό γε τῶν ἄλλων καὶ ἡμῖν αὐτοῖς, τὰ δι' ὧν ἂν ἡμῖν τὸ Χριστοῦ μυστήριον εὖ μάλα 69.16 κατασημαίνοιτο, συναγεῖραί τε ἅμα, καὶ ὅπως ἂν ἕκαστον ἐννοιῶν ἔχοι, διειπεῖν σπουδάσωμεν· ὡς ἂν γένοιτο τὰ πρὸς ἡμῶν εἰρημένα λεπτὰς ἔχοντα φαντασίας, ἔσθ' ὅτε τὸ ἀληθέστερον θεωρημάτων, πρόφασις ἀγαθὴ τοῖς εὐμαθεστέροις, καὶ ἀναβασμοὶ τρόπον τινὰ, πρὸς τὴν ἀμείνονά τε καὶ ὑπερτάτω κειμένην ἀνακομίζοντες γνῶσιν. Ἐκθησόμεθα δὲ χρησίμως, πρότερον μὲν, τὰ ἱστορικῶς πεπραγμένα· διασαφήσαντες δὲ τὰ τοιάδε συμμέτρως, καὶ οἷά περ ἐκ τύπου καὶ σκιᾶς μεταπλάττοντες τὸ διήγημα, σαφῆ ποιησόμεθα τὴν ἀφήγησιν, ἀπονενευκότος ἡμῖν τοῦ λόγου πρὸς τὸ Χριστοῦ μυστήριον, καὶ αὐτὸν ἔχοντος πέρας, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι τέλος νόμου καὶ προφητῶν ὁ Χριστός. Εἰ δέ πη γένοιτο καὶ ἀφαμαρτεῖν τῶν πρεπωδεστέρων ὡς ἐν ἰσχνότητι νοημάτων καὶ ἀσαφείᾳ πολλῇ, συγγνώμονας εἶναι προσήκει τρὺς ἐντευξομένους. Ἰστέον δὲ δὴ, ὅτι Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ λατρείας ἑπτακαίδεκα συνθέντες βιβλία, καὶ πολλὴν ἐν ἐκείνοις ἀθροίσαντες νοημάτων πληθὺν, παρήκαμεν οἰκονομικῶς τῇ προκειμένῃ συγγραφῇ τὰ ἐντεταμένα κεφάλαια, καὶ ἀβασάνιστα τετηρήκαμεν· κἂν εἴ που συνέβη μνημονεῦσαί τινος ὡς ἐξ ἀναγκαίου λόγου. Ἀρξόμεθα τοίνυν τῶν ἐπὶ τῇ Γενέσει γλαφυρωτέρων· οὕτω τε λοιπὸν ἐφεξῆς τὰ πέντε Μωσέως δραμόντες βιβλία, περιεργασόμεθα πρὸς αὐτοῖς καὶ τὰ ἐκ τῆς ἑτέρας γραφῆς τῷ προκειμένῳ χρήσιμα σκοπῷ.

Glaphyra Deuteronomy Book opening§deut-open

deut-openDeuteronomy Book.

Deuteronomy figures (heifer, captive woman, plastered stones) toward Christ.

Greek · §deut-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ∆ΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ. Περὶ τῆς νενευροκοπουμένης δαμάλεως ἐν τῇ φάραγγι. αʹ. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ποίησεν. Ἀλλ' οἱ μὲν συνιέντες ὀρθῶς ὅτι Θεὸς ὢν φύσει, καθίκετο μὲν εἰς κένωσιν, ὅτι γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὰς Γραφὰς, τὴν θείαν τε καὶ ἀξιόληπτον ἐκπεπλουτήκασι χάριν. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησίν. Οἱ δὲ τὸν θεῖον καὶ σωτήριον ἀληθῶς διωθούμενοι λόγον διωλισθήκασι τῆς ἐλπίδος, κακοὶ κακῶς ἀπολώλασι· τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες. Εἶεν δ' ἂν καὶ οὗτοι οἱ τάλανες Ἰουδαῖοι, οἷς καὶ αὐτὸς ὁ προφήτης Ἱερεμίας ἐποιμώζει, λέγων· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας καὶ νυκτός; Οἷς γὰρ ἐξὸν εἶναι λαμπροῖς καὶ ἀξιοζηλώτοις, καὶ τῆς ἐνούσης εὐημερίας ἐστερημένοι, πῶς οὐκ ἂν εἶεν ἄξιοι τοῦ καὶ ἐν ἴσῳ λοιπὸν τοῖς τεθνεῶσι καταλογίζεσθαι; Οἷς ἂν εἰκότως ἐπικωκύσειε καὶ τὸ ἐξ ἀγάπης καὶ φιλαλληλίας ἐπιστάξαι δάκρυον. Παντὸς δὴ οὖν ἔρημοι γεγόνασιν ἀγαθοῦ, καὶ ἐξ αὐτῶν ὥσπερ κατεσείσθη βάθρων ὁ ἐξήνιος Ἰσραήλ. Μεταπεφοίτηκε γὰρ ἐπὶ τὰ ἔθνη Χριστός· σώζεται δὲ καὶ μόλις ὡς ἐν ὀλιγοστῇ μοίρᾳ λοιπὸν ὁ δυσμαθὴς Ἰουδαῖος. Καὶ τοῦτό ἐστιν, οἶμαι, τὸ διὰ φωνῆς Ἡσαΐου προφητι 69.645 κῶς ὑμνούμενον· Καὶ εἰ μὴ Κύριος Σαβαὼς ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Φέρε οὖν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν τῶν Μωσαϊκῶν καταθρήσωμεν λόγων τοῦ μυστηρίου τὴν δύναμιν. Γέγραπται γὰρ οὕτως ἐν τῷ ∆ευτερονομίῳ· Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου. Καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν ἥτις οὐκ

Deuteronomy Book rem early§deut-rem-early

deut-rem-earlyRem early: Deuteronomy figures (heifer, captive woman, plastered stones) toward Christ.

Greek · §deut-rem-early

εἴργασται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς καὶ οἱ Λευῗται, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος ὁ Θεός σου, παραστῆναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία, καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης, ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο· καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραὴλ, Κύριε, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. Καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ἡμῶν αὐτῶν· ἐὰν δὲ ποιήσῃ τὸ καλὸν καὶ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. βʹ. Τετραυμάτισται μὲν οὖν δι' ἡμᾶς ὁ Ἐμμανουήλ· μεμαλάκισται γὰρ διὰ τὰς ἁμαρτίας ἡμῶν, κατὰ τὰς Γραφάς. Ηὕρηται δὲ τοῦτο παθὼν ἐν τῇ τῶν Ἰουδαίων γῇ, καὶ ἔξω πύλης Ἱερουσαλήμ. Πλὴν οὐκ ᾔδεσαν τὸν πατάξαντα, πῶς ἢ τίνα τρόπον. Τί δὴ ἄρα φησὶν ὁ νόμος, Καίτοι τῆς Ἰουδαίων ἀνοσιότητος ἔργον εἶναί φαμεν τὰ κατὰ Χριστοῦ τολμήματα. Αὐτοὶ γὰρ Πιλάτῳ προσήγαγον· αὐτοὶ διακεκραγότες ἁλοῖεν ἄν· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ πάλιν· Ἐὰν μὴ τοῦτον ἀποκτείνῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Καὶ οἱ θεσπέσιοι δὲ μαθηταὶ τῆς ἐκείνων δυστροπίας κατηγόρευον ἐναργῶς, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα Θεὸν, ὡδὶ λέγοντες· Ἐπ' ἀληθείας γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν Χριστὸν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. Ἐναργέστατα δὲ καὶ ἀναφανδὸν ὁ μακάριος Πέτρος τοῖς Ἰουδαίων λαοῖς ἐπιπλήττει, λέγων, ποτὲ μὲν ὅτι Τὸν ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ποτὲ δὲ αὖ· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν. Τί οὖν ἄρα φησὶν ὁ νόμος, ὅτι οὐκ οἴδασι τὸν πατάξαντα; Μυστικὸς ὁ λόγος, καὶ οὐ πᾶσιν ἁπλῶς ἐγκείμενος· μόνοις δὲ τάχα γνώριμος τοῖς νοοῦσιν ὀρθῶς τὸ μυστήριον τοῦ Χριστοῦ. Ὤοντο γὰρ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, 69.648 καὶ οἱ τοῖς ἀνοσίοις αὐτῶν κοινωνοῦντες σκέμμασιν, ὅτι κεκρατήκασι, καὶ οὐχ ἑκόντος Χριστοῦ καὶ ταῖς ἑαυτῶν δυστροπίαις τὸ χρῆμα προσνέμοντες, ἔχαιρον μὲν ὡς νενικηκότες, καὶ οὐκ ᾔδεισαν ὅτι πέπονθεν ἑκὼν, καὶ τοῖς τοῦ Πατρὸς ἑπόμενος νεύμασιν, ἑαυτὸν δέδωκεν ὑπὲρ ἡμῶν. Καὶ γοῦν Πιλάτῳ φησὶν ἐναργῶς· Οὐκ εἶχες κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν σοι δεδομένον ἄ

Deuteronomy Book rem mid§deut-rem-mid

deut-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §deut-rem-mid

οφερεστέραν ἡμᾶς καὶ ἀσυγκρίτως ἀμείνω μετακομίζων ζωήν. Ἐπειδὴ γάρ ἐστιν ἀνάντης ἡ ἀρετὴ, λειοτάτη δὲ ὥσπερ ἡ εἰς τὸ φαῦλον ἡμᾶς ἀποφέρουσα τρίβος, ταύτῃ τοι τὸ πονεῖν διωθούμενοι, τὴν ἑτέραν ἴμεν εὐκόλως. Τί τοίνυν φησὶν ὁ νόμος; Κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας· τουτέστιν, οὐκ εὐθὺς ἀσπαστὸν ποιήσεται τὸ τὴν σὴν ἑστίαν οἰκεῖν· διαμέμνηται δὲ τῶν οἴκοι βραχύ. Συμβαίνει δὲ τοῦτο τοῖς ἐμπίπτουσιν εἰς αἰχμαλωσίαν οἳ κἂν εἰ γένοιντο τυχὸν παρὰ τοῖς ἔχουσιν ἐν τιμῇ, κἂν εἰ παρακέοιτό πως αὐτοῖς τὸ τρυφᾷν ἀφθόνως, ἀλλ' οὖν οἴκου καὶ γεγενηκότων πόλεώς τε τῆς σφῶν, 69.657 ἐφίενται πάλιν καὶ οὐδὲν ἧττόν εἰσι τῶν ἰδίων μνήμονες, καὶ δακρυῤῥοοῦσιν ἔσθ' ὅτε, πόνου καὶ ἀνίας τὸν οἰκεῖον ἀναπιμπλάντος νοῦν, ὅτι τῆς ἐνεγκούσης ἐστέρηνται. Τοῦτο συνέβη παθεῖν ταῖς Ἰουδαίων ἀγέλαις. Λελύτρωνται μὲν γὰρ ἐξ Αἰγύπτου καὶ πικρᾶς δουλείας ἐξῃρημένοι, κέκληνται παρὰ Θεοῦ πρὸς τὴν ἄνωθεν αὐτοῖς καὶ ἐκ πατέρων ἐλευθερίαν, ἀλλ' ἦσαν καὶ οὕτω τῶν ἐν Αἰγύπτῳ μνήμονες· καὶ ἔκλαιον λέγοντες· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ. Κατεπεφύοντο δὲ καὶ Μωσέως, λέγοντες· Ἵνα τί ἐξήγαγες ἡμᾶς, ἐν τῇ ἐρήμῳ ταύτῃ; Ὅτι τοίνυν ἀνάγκη τῆς ἐπαράτου φιλοσαρκίας, καὶ τῆς εἰς κόσμον ζωῆς ἀπαλλαττομένους, δυσαποσπάστως ἔχειν ἐν ἀρχαῖς, καὶ ζητεῖν ἔσθ' ὅτε τὰ ἐν αὐτῷ, πλαγίως ἡμῖν ὑπεμφαίνει λέγων ὁ νομοθέτης, ὅτι Κλαύσεται τὸν πατέρα καὶ μητέρα μηνὸς ἡμέρας. Καὶ οὐ δὴ πού φαμεν ὅτι κλαίειν αὐτοὺς προστέταχε· συγχωρεῖ δὲ μᾶλλον, καὶ ἀσθενούντων ἀνέχεται. Καὶ ἀνίεσθαι δεῖν ἔφη τοῖς πεπονθόσι αὐτὸ τὰ ἐγκλήματα, διά τοι τὸ οὔπω κεκτῆσθαι τὸ τληπαθές. Καὶ γοῦν συγκεχώρηκε τοῦ πάθους κατὰ τὴν ἔρημον τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ οὐκ εἰς ἅπαν ὠλόθρευσε τοὺς ἡμαρτηκότας, εἰ καὶ ἠγανάκτει χρησίμως. Ὅτι γὰρ οὐκ ἀεὶ συγκεχώρηκεν ἀῤῥωστεῖν, καὶ τῆς ἀρχαίας ἡμᾶς οἰκειότητος, τῆς ἐν κόσμῳ φημὶ μνήμας εἰσδέχεσθαι, παρέδειξεν ἐναργῶς, χρόνους τῷ κλαίειν ἀπονέμων οὐ μακρούς· μηνὸς γὰρ ἡμέρας, τουτέστι καιροῦ περίοδον βραχεῖάν τινα καὶ συνεσταλμένην. Τοιοῦτόν τινα νοῦν, καὶ θεῖος ἡμῖν Μελῳδὸς εἰσκεκόμικεν εἰπὼν πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλίνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ οἴκου τοῦ πατρός σου· ὅτι ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.– Κλαύσασα τοίνυν τὸν πατέρα, φησὶν, καὶ τὴν μητέρα μηνὸς ἡμέρας, ἔσται σου τότε γυνή. Ἀπαλλαττόμενοι γὰρ, ὡς ἔφην, τῆς ἐν κόσμῳ ζωῆς, τότε δὴ, τότε Θεῷ κολλώμεθα, καθ' ἕνωσιν δηλονότι τὴν πνευματικήν. Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἀλλ' ἔσται, φησὶν, Ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευ

Deuteronomy Book rem close CLOSEOUT§deut-rem-close

deut-rem-closeRem CLOSEOUT: Deuteronomy figures sealed. GLAPHYRA SERIES CLOSEOUT (Genesis–Deuteronomy).

Greek · §deut-rem-close

τες τοὺς λίθους; Οἱ διαβαίνοντες τὸν Ἰορδάνην. Οἱ εἰς ἅγιον Χριστὸν πιστεύσαντες, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦντες χάριν. Οὗτοι δὴ πάντως ἐφ' ἑαυτοῖς ἀνιστᾶσι διδασκάλους καὶ μυσταγωγοὺς, τοῦ Σωτῆρος ἡμῶν τοὺς μαθητὰς, τοὺς ἁγίους ἀληθῶς καὶ ἀπολέκτους λίθους, περὶ ὧν ἡμῖν λόγιον ἔφη προφητικόν· Ὅτι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Μονονουχὶ γὰρ κατεκυλίσθησαν τοῖς ὑπ' οὐρανὸν, οἱ θεσπέσιοι μαθηταὶ, περινοστοῦντες τὴν οἰκουμένην, καὶ τοῖς ἁπανταχῆ τῆς ἐνούσης αὐτοῖς εὐσεβείας δεικνύντες τὸ κάλλος, καὶ τὸν ἀληθῆ μαργαρίτην διακηρύττοντες, τὸν ἕνα καὶ πολυτίμητον λίθον, τουτέστι, τὸν Χριστόν. Κεκονιαμένοι δὲ οἱ λίθοι γραφὴν ἔχουσι, τὸν νόμον σαφῶς σφόδρα. Ἐν γὰρ τοῖς ἁγίοις ἀποστόλοις λευκῶς καὶ ἀναφανδὸν τὰς ἐν νόμῳ θεωρίας εὑρήσομεν, οὐκέτι τῷ γράμματι κατεσκιασμένας, οὐδὲ ἀμυδρὸν ἐχούσας ἐπίβλημα τὴν σκιὰν, λαμπρὰς δὲ καὶ καθαράς. Πνευματικὴ γὰρ τῶν ἁγίων ἡ παίδευσις. Λαλοῦσι δὴ οὖν λαμπρῶς τὸν νόμον. Καὶ τοῦτο, οἶμαι, ἔστι, κεκονιαμένοις τοῖς λίθοις ἐγγράφειν αὐτὸν σαφῶς σφόδρα, κατὰ τὸ γεγραμμένον. Ἀνατιθεμένων δὲ τῶν λίθων, ἐφ' οἷς ἦν ὁ νόμος, ἀναδείμασθαι δεῖν ἔφη θυσιαστήριον ἐξ ἑτέρων ὁλοκλήρων λίθων, τουτέστιν, ἀδιατμήτων, καὶ ταῖς ἐκ σιδήρου πληγαῖς οὐκ ἠδικημένων. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε λόγος; Λίθος μὲν γὰρ Ἀκρογωνιαῖος ἔντιμος ὁ Χριστός· τέθειται δὲ καὶ εἰς τὰ θεμέλια Σιών. Ὑπ' αὐτῷ γὰρ ἐρηρείσμεθα, καὶ ὑποβάθραν ὥσπερ τινὰ λαβόντες αὐτὸν ἀσφαλῆ καὶ ἀκράδαντον. Καὶ ἡμεῖς ὡς λίθοι ζῶντες ἐποικοδομούμεθα, οἶκος πνευματικὸς, εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι. Ἀλλ' οὐδὲν ἧττόν ἐσμεν καὶ οἱονεί τι θυσιαστήριον, συναγηγερμένοι μὲν καθ' ἕνωσιν τὴν πνευματικὴν, καὶ τὴν ἐν Χριστῷ πίστιν εὐωδιάζοντες, προσκομίζοντες δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἐν τάξει τῶν εὐοσμοτάτων θυμιαμάτων τὰ ἐξ ἀρετῶν αὐχήματα. Καὶ γοῦν ἡμῖν ὁ θεσπέσιος ἐπιστέλλει Παῦλος· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Λίθοι δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ, πλὴν ὁλόκληροι καὶ ἀπλῆγες. Οἱ γὰρ αὐτὸν, ὡς ἔφην, εὐωδιάζοντες τὸν Χριστὸν, ὁλοτελῆ ποιοῦνται τῆς ἑαυτῶν διανοίας τὴν καθιέρωσιν· οὐ μεμερισμένοι πρὸς 69.669 τὰ ἐν κόσμῳ, οὔτε μὴν τὰ ἐκ τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἔτι φοροῦντες τραύματα· ἀλλ' ὥσπερ ἐστὶν ἀμέριστος ὁ Χριστὸς, οὕτω καὶ αὐτοὶ μονότροποί τε καὶ ἀληθεῖς· Θεῷ μὲν μόνῳ προσκείμενοι, παραιτούμενοι δὲ μερίζεσθαι δοκεῖν εἰς τὰ σαρκός τε καὶ κόσμου. Οὔτως ἑαυτὸν ἀναθεὶς, ὁ ἱερὸς γράφει Παῦλος· Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Μεμνῆσθαι δὲ ἀναγκαῖον, ὡς τὸν αὐτὸν ἡ

Glaphyra Exodus Book 1 opening§exod-b1-open

exod-b1-openExodus Book 1.

Moses and early Exodus events as types of Christ and baptismal passage.

Greek · §exod-b1-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Περὶ γενετῆς Μωσέως. αʹ. Ἄρτι καὶ μόλις τὸ ἐπὶ τῇ Γενέσει βιβλίον διὰ πολλῆς ἄγαν ἰσχνομυθίας ὡς ἔνι διαπεράναντες, ἐκ δυνάμεως εἰς δύναμιν, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, οὐδ', ὅσον εἰπεῖν, βραχὺ διαπνεύσαντα, τὸν ἀγαθοῖς ἱδρῶσιν ἐντριβῆ μετοίχεσθαι δεῖν ἀναπείθομεν κάλαμον. Ἁπτόμεθα γὰρ, ἐθέλοντός τε καὶ σοφοῦντος Θεοῦ, τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων, ἃ παραλελεῖφθαι δοκεῖ συντεθεικόσιν ἡμῖν τὴν ἠθικὴν παραίνεσιν, ὅτε καὶ μακροὺς ἐδόκει παραιτεῖσθαι λόγους, καταδεικνύειν ἐθέλουσι τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως τρόπος. Ἀποδιελόντες γὰρ ἕκαστα τῶν ἐγκειμένων κεφαλαίων τοῖς πέντε Μωσέως βίβλοις, καὶ τῆς ἐν αὐτῷ θεωρίας τὸν σκοπὸν εὖ μάλα προαθρήσαντες, τὰ μὲν ὅσα ταῖς ἠθικαῖς ὑφηγήσεσιν 69.388 ἀναγκαῖά πως ἧν καὶ ὅτι μάλιστα χρειωδέστατα, συντεθείκαμεν ἐπὶ καιροῦ, καὶ ὡς ἐν τάξει δὴ λέγω τῇ ἑκάστῳ πρεπωδεστάτῃ· τὰ δὲ δι' ὧν ἧν εἰκὸς τὸ Χριστοῦ μυστήριον ὡς ἐν σκιαῖς ἔτι ταῖς κατὰ νόμον, ὡς ἔνι, προαναφαίνεσθαι, τῇ μετ' ἐκείνην τετηρήκαμεν συγγραφῇ· ἐφ' ᾗ καὶ νῦν ἱδροῦν ἑλομένοις, ἀγαπητὲ Παλλάδιε, συναθλήσεις οἶδ' ὅτι διὰ προσευχῆς. Βάδιμον μὲν ἥκιστά γε τοῖς καθ' ἡμᾶς τὸ χρῆμά ἐστι, γένοιτο δ' ἂν κἂν γοῦν ἐκ μέρους εὐστιβὲς, Χριστοῦ δὴ πάλιν τὴν ἔς γε τουτὶ διευρύνοντος τρίβον. Αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, καὶ αὐτὸς ἡ θύρα, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ποιησόμεθα δὲ τοῦ βιβλίου συγγραφὴν οὐκ ἀπαραλείπτως καὶ ἐφεξῆς διὰ παντὸς ἐρχόμενοι κεφαλαίου (πλεῖστα γὰρ ὅσα, καθάπερ ἔφην ἀρτίως, ἀπολέγδην εἰσπεποιήμεθα, τῇ ἑτέρᾳ συντάξει περιφανῶς εὐρήσομεν)· ἃ δ' ἂν ὁρῷτο λοιπὸν τῷ προκειμένῳ σκοπῷ χρήσιμα, ταῦτα κατά γε τὸ ἐγχωροῦν βασανίζοντες ἀκριβῶς τε καὶ διεσμιλευμένως, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Ἐπεὶ δὲ ὁ τοῦ βιβλίου σκοπὸς εἰς λύτρωσιν φέρει τὴν διὰ Χριστοῦ, πᾶσά πως ἀνάγκη προκεκινδυνευκὸς οὐ μετρίως τὸ ἀνθρώπινον ἐπιδεῖξαι γένος, καὶ εἰς λῆξιν ἤδη τῆς ἀνωτάτω ταλαιπωρίας ἐνηνεγμένον. Προήκοι γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως ἐν κόσμῳ τῷ πρέποντι τῆς ἐπικου

Exodus Book 1 rem early§exod-b1-rem-early

exod-b1-rem-earlyRem early: Moses and early Exodus events as types of Christ and baptismal passage.

Greek · §exod-b1-rem-early

ρίας ὁ λόγος· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. ∆εῖν δὲ οἶμαι καὶ τοῖς ἰατρῶν ἐπιστήμοσι καὶ δοκιμωτάτοις, εἰ δή ποι μέλλοιεν ἐφ' οἷς ἂν εἶεν σοφοὶ θαυμάζεσθαί που, προκεῖσθαι τὸν ἄῤῥωστον, περὶ ὃν ἂν γένοιτο καὶ ἡ τῆς ἐνούσης αὐτοῖς εὐτεχνίας ἐπίδειξις. βʹ. Οὐκοῦν, ἤδη λέγωμεν, ὅτι λιμοῦ κατωθοῦντος ποτὲ καὶ ἀφορήτως ἐνσκήπτοντος καὶ ἐγκειμένου τοῖς υἱοῖς Ἰσραὴλ, κατῴχοντο μὲν ἐκ γῆς Χαναὰν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντά που καὶ πέντε ψυχαῖς, καθὰ γέγραπται. ∆ιέρποντος δὲ τοῦ καιροῦ λοιπὸν, εἰς πληθὺν τὴν ἀριθμοῦ κρείττονα τὸ γένος αὐτοῖς ἐξετείνετο. Γέγραπται γάρ· Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτοὺς σφόδρα. Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων χώρας ὁ καθηγεῖσθαι λαχὼν, τὴν εἰς πληθὺν ἐπίδοσιν τῶν Ἑβραίων οὐκ ἀνύποπτον εἶχεν, ἐπεβούλευσε, καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Ὁ δὲ δὴ τοῦ κακοῦσθαι τρόπος ἦν ὁ ἐπὶ σκαπάναις ἱδρὼς, πλινθουργία μακρὰ καὶ ἄμισθος, καὶ μὴν καὶ τὸ ἀναδείμασθαι πόλεις ὀχυρὰς τῷ Φαραὼ, τουτέστι, πεπυργωμένας, ἢ οὕτως εὐρείας καὶ μακρὰς, ὡς κομιδῇ [ἀναλώτους] ταῖς ἄλλαις εἶναι δοκεῖν, διὰ πληθὺν δηλονότι τῶν ἐνῳκηκότων. Πειθὼ δὲ ἦσαν καὶ Ῥαμεσσῆ, καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ τῷ τυράννῳ πρὸς τὸ παρ' ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπεροχαῖς τὸ δεῖγμα ἐν μείζοσιν ἦν, καὶ πλείους ἐγένοντο. διὰ τοῦ κακοῦν εἰωθότος ὠφελεῖν ἐθέλοντος τοῦ Θεοῦ τοὺς ἀνοσίως ἐξυβριζομένους. Ὃ δὴ καὶ συνιεὶς ὁ τύραννος, προσετίθει τοῖς πόνοις ἑτέραν ἐπιβουλήν. Ταῖς γὰρ Ἰουδαίων ἐκέλευε μαίαις, εἰ μαιεύο[ι]ντο γυναῖκας τὰς ἐπ' ὠδῖσιν ἤδη καὶ τόκοις, τὸ ἐν ὑποψίαις 69.389 αὐτῶν καταπνίγειν γένος, τουτέστι, τὸ ἄρσεν, ζωογονεῖν δὲ τὸ θῆλυ. Λόγου γὰρ ἐδόκει μηδενὸς ἀξιοῦν τὸ ἄναλκι καὶ ἀφιλοπόλεμον, καὶ εἰς δειλίας εὔκολον, καὶ νόμῳ φύσεως τεθρυμμένον. Ἀλλ' οὐκ ἔδρων αἱ μαῖαι τὸ δυσσεβὲς, ἤρεσκόν τε διὰ ταῦτα Θεῷ. Τί οὖν ὁ ἀλιτήριος; Ἀπαμφιέννυσι τὴν ὀργὴν, καὶ τοὺς τῆς ἀνοσιότητος τρόπους ἀναισχυντεῖν ἀναπείθει. Συνέταξε γὰρ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν, ὃ ἂν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό. γʹ· Ἀλλ' ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος. Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρήσαιμεν ἂν

Exodus Book 1 rem mid§exod-b1-rem-mid

exod-b1-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §exod-b1-rem-mid

αι, καὶ ἀνοίγει τὴν θίβην. Ὅτι γὰρ οὐ μεμένηκεν ἐν νεκροῖς, ἀνεβίω δὲ μᾶλλον πατήσας τὸν θάνατον, ἔξω τε μνημείου γέγονε, πεπιστεύκασιν ἀληθῶς οἱ διὰ πίστεως εὑρηκότες τὸν δι' ἡμᾶς εἰς θάνατον, ἵνα καὶ ὑπὲρ ἡμῶν εἰς ζωήν. Εὑρίσκει δὲ κλαῖον τὸ παιδίον. Περιτευξόμεθα δὲ καὶ ἡμεῖς τῷ Χριστῷ τὴν τῶν Ἰουδαίων ἀνοσιότητα, καὶ τὰ εἰς αὐτὸν γεγονότα διηγουμένῳ, μονονουχὶ δὲ καὶ κλαίοντι. ∆υσφορητικῶς γάρ φησιν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ μὴν καὶ ἑτέρωθί που· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ὅτι δὲ καὶ ἐξ Ἰουδαίων πέφηνεν ὁ Χριστὸς, ἐπέγνω τε καὶ πεπίστευκεν ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Εἶπε γὰρ, φησὶν, ἡ θυγάτηρ Φαραώ· Ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο. Πλὴν ὅτι κατὰ καιροὺς παρὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας δέξεται Χριστὸν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, μυσταγωγούμενοι δηλονότι τὸ ἐπ' αὐτῷ μυστήριον, παραδείξειεν ἂν καὶ λίαν ἀμογητὶ ἐκ τῆς θυγατρὸς Φαραὼ παραδέξασθαι τὸ παιδίον τὴν τεκοῦσαν αὐτό. Ἐκθεμένη γὰρ ὥσπερ τὸν Ἰησοῦν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ ἀποβαλοῦσα ταῖς ἀπειθείαις, ἐν τελευταίοις αὐτὸν καιροῖς παραδέξεται ταῖς τῆς Ἐκκλησίας μυσταγωγουμένη φωναῖς. Καὶ ὅτι μὴ ἀκερδὲς, ἀλλ' ἐν μεγάλαις ἐλπίσι τὸ χρῆμα αὐτὴ λοιπὸν ἀναπεπεισμένη. Θέα γὰρ ὅπως ἡ τοῦ Φαραὼ θυγάτηρ μισθοὺς ἐπηγγέλλετο τῇ Μωσέως μητρὶ, παιδοκομεῖν ἑλομένῃ τὸ ἐξ αὐτῆς. Οὐκοῦν ἡ Μωσέως γένεσις καὶ τὰ ἐπ' αὐτῷ κατασημήνειεν ἂν καὶ μάλα σαφῶς τοῖς ἀρτίφροσι τὸ Χριστοῦ μυστήριον, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν. Ἔτι περὶ Μωσέως. ʹ. Τὴν Μωσέως γένεσιν πολυπραγμονοῦντες, ὡς ἔνι τὸ Χριστοῦ μυστήριον διεδείκνυμεν τῆς τῶν νοημάτων ἰσχνότητος διαγραφούσης αὐτὸν οἰκονομικῶς 69.400 ἐν ἀρτιγενεῖ νηπίῳ, διά τοι τὴν τῆς θεότητος ἀκακίαν, καὶ τὸ ἀκάκουργον παντελῶς, καὶ τὸ εἰς ἅπαν ἁπλοῦν, ἤγουν ὅτι νέα πέφηνε κτίσις. Ἀλλὰ φέρε δὴ πάλιν καὶ καθ' ἕτερον τρόπον καταθρήσωμεν ἐν αὐτῷ τὸν Ἐμμανουὴλ μορφούμενον. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Ἐγένετο τοίνυν, φησὶν, ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις, μέγας γενόμενος Μωσῆς ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντα Ἑβραῖον τῶν ἀδελφῶν ἑαυτοῦ· καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· ∆ιατί σὺ τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς

Exodus Book 1 rem close CLOSEOUT§exod-b1-rem-close

exod-b1-rem-closeRem CLOSEOUT: Exodus Book 1 CLOSEOUT.

Greek · §exod-b1-rem-close

ἀκαταβιάστῳ κεχρήμεθα νῷ, κατευθὺ τῆς ἀληθείας ἥξομεν. Εἰ δὲ ταῖς τῶν δαιμονίων ἀπάταις πλεονεκτούμενος παρατρέποιτό τις ἐπὶ τὸ αὐτῷ δοκοῦν, τὰς ἰδίας ἐκείνοις δαπανήσει σπουδάς. Τοῦτο, οἶμαι, ἔστιν αἰνιγματωδῶς τὸ ἀρύσαθαι μὲν τὸ ὕδωρ τὰς Ἰοθὸρ θυγατέρας, σὺν βίᾳ δὲ τοῦτο τοὺς πλεονεκτοῦντας ἑλεῖν. Ἐν τοιαύταις εἶναί φαμεν ἀῤῥωστίαις τοὺς πεπλανημένους, παρατρεπομένης αὐτοῖς τῆς ἐμφύτου γνώσεως ἐπὶ τὸ ἀκαλλὲς, τουτέστιν, εἰς πλάνησιν, καὶ εἰς τὸ τοῖς δαιμονίοις χρήσιμον. Ἀλλ' ἐπήμυνεν ὁ Χριστός. Ἀπεσόβησε μὲν γὰρ τοὺς ἀλιτηρίους ψευδοποιμένας, πεπότικε δὲ τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὸ θεῖον αὐτοῦ καὶ οὐράνιον κήρυγμα. Τοιγάρτοι καὶ ἔφασκεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Οὐκοῦν παραληψώμεθα μὲν τὸν Ἰοθὸρ εἰς τὸ τοῦ κόσμου πρόσωπον τοῦ περισσότητος καὶ ἐξιτηλίας μεμεστωμένου. Θυγατέρας δὲ εἶναί φαμεν τὰς ἑπτὰ τὰς ἁπανταχοῦ τῶν ἐθνῶν ἀγέλας, ὡς ἐφ' ἑκάστῃ τῶν θυγατέρων Ἰοθὸρ πληθύος σημαινομένης. Οἱ δέ γε ποιμένες οἱ πονηροί τε καὶ βιαιότατοι νοοῖντ' ἂν εἰκότως τὰ τῶν δαιμονίων στίφη. Ὁ δὲ ἐπαμύνων Χριστὸς, ὁ καὶ θείοις ἡμᾶς ἐκμεθύσκων νάμασιν. Ἐπειδὴ δὲ τὰς τῶν ἀνοσίων ποιμένων πλεονεξίας διέδρων αἱ νεάνιδες, ὑπονοστοῦσι πρὸς Ῥαγουὴλ τὸν ἑαυτῶν πατέρα, φημὶ δὴ τὸν Ἰοθόρ. Ἐρομένου δὲ αὐταῖς τῆς ἀσυνήθους ταχύτητος τὴν αἰτίαν, τὴν Μωσέως ἐπικουρίαν εὐθὺς ἀπαγγέλλουσιν. Ὁ δὲ εἰσοικίζεται παραχρῆμα τὸν ἄνθρωπον, καὶ Σεπφώραν αὐτῷ δίδωσι γαμεῖν τῶν ἑαυτοῦ θυγατέρων τὴν προὔχουσαν καὶ εὐπρεπεστάτην· ἡ δὲ τέτοκε Γηρσάμ. Ἐπειδὴ γὰρ ὠφέλησε Χριστὸς τὰ ἐν κόσμῳ τῶν ἐθνῶν συστήματα, ἐγνωρίζετο μὲν αὐτῷ μυσταγωγούντων αὐτῷ τῶν δι' αὐτοῦ σεσωσμένων, ὅτι καὶ ἐπαμύνειν οἷός τε καὶ μὴν καὶ χειρὸς ἐξελέσθαι ῥᾳδίως τῶν ἀδικεῖν ᾑρημένων. Οὕτω τε λοιπὸν προσιστᾷ μὲν ἀσμένως, καθὰ καὶ Ῥαγουὴλ Μωσέα τὸν ἱερώτατον. Συμβαίνει δὲ ὥσπερ εἰς οἰκειότητα τὴν ὡς πρὸς αὐτὸν νύμφην οἷά τινα περικαλλεστάτην παριστὰς αὐτῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἢ διὰ τῆς Σεπφώρας νοεῖται. ∆ιερμηνεύεται γὰρ ἐπίσκεψις ἢ ὡραία, καὶ μέν τοι καὶ χάρις πνοῆς. Ἐπεσκέψατο γὰρ ἀνατολὴ ἐξ ὕψους τὴν ὡς 69.409 ἀληθῶς ἐκπρεπῆ καὶ ὡραίαν, φημὶ δὴ τὴν Ἐκκλησίαν, καὶ δῶρον αὐτῆς καὶ ξένιον οὐρανοῦ κεχάρισται τῆς ἑαυτοῦ πνοῆς τὴν ἐπίδοσιν, φημὶ δὴ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἡ δὲ τέτοκεν αὐτῷ τὸν Γηρσὰμ, φημὶ δὴ λαὸν τὸν πάροικον ἀληθῶς. Οἱ γάρ τοι τῷ θείῳ κατεσφραγισμένοι Πνεύματι, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ἀξιούμενοι, καὶ εἰς ὡραιότητα διαπεπλασμένοι τὴν ὡς πρὸς Υἱὸν, πάροικοι, κατὰ τὸ ἀληθὲς, εἰσὶν ἐν τῷδε τῷ κόσμῳ. Ἁρμόσειε δ' ἂν αὐτοῖς ὅτι μάλιστα διακεκραγέναι τε καὶ λέγειν· Οὐκ ἔχομεν ὧδε μένουσαν πό

Glaphyra Exodus Book 2 opening§exod-b2-open

exod-b2-openExodus Book 2.

Passover lamb, manna, and wilderness signs toward the Gospel.

Greek · §exod-b2-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΒΙΒΛΙΟΝ Βʹ. Περὶ τῆς θυσίας τοῦ ἀμνοῦ. αʹ. Ὅτι οὖν [ἐν] Χριστῷ δὴ καὶ μόνῳ τὸ τοῦ θανάτου διαδιδράσκομεν κράτος, καὶ ὡς ὁ σοφὸς ἡμῖν διαγέγραφε μαθητὴς, Οὐκ ἔστιν ὄνομα ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἀνθρώποις, ἐν ᾦ δεῖ σωθῆναι ἡμᾶς, ἀναμάθοι τις ἂν καὶ καθ' ἑτέρους πολλοὺς, εἴπερ ἕλοιτο, τρόπους. Μυρίαι γὰρ ὅσαι παρά γε τῇ θεοπνεύστῳ Γραφῇ λαμπραὶ καὶ διαφανεῖς εἰκόνες, τὴν τοῦ μυστηρίου δύναμιν ἀπαστράπτουσι. Φέρε δὴ οὖν τὰ εἰς τοῦτο χρήσιμα συναγείροντες, καὶ διὰ τῶν ἐφεξῆς δεικνύωμεν. Παρῆλθον μὲν εἰς μέσον Μωσῆς τε καὶ Ἀαρών· ἀφικόμενοι δὲ πρὸς Φαραὼ διαῤῥήδην ἔφασκον· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. Καὶ εἶπε Φαραὼ, Καὶ τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; Οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. Καὶ λέγουσιν αὐτῷ· Ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. Πορευσόμεθα οὖν ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσοι ἡμῖν θάνατος, ἢ φόνος. Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου· ∆ιὰ τί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαόν μου ἀπὸ τῶν ἔργων; Ἀπέλθετε ἕκαστος ὑμῶν εἰς τὰ ἔργα αὐτοῦ. ∆ιαβολικῆς γὰρ ὢν ἔμπλεως ἀπονοίας ὁ ἀπόπληκτος Φαραὼ, τίς ὁ Ἑβραίων Θεὸς οὐκ εἰδέναι φησίν. Ἐπειδὴ δὲ συχναῖς καὶ ἀφορήτοις πληγαῖς κατῃκίζετο, καὶ διώλετο κατὰ βραχὺ τῶν Αἰγυπτίων ἡ χώρα, τοῦτο μὲν εἰς αἷμα μεταστοιχειουμένων αὐτοῖς τῶν ὑδάτων, ἀκρίδος τε καὶ χαλάζης ἐπενηνεγμένης τῇ γῇ, σκνιπῶν, καὶ βατράχων κινουμένων, καὶ μέν τοι καὶ τριημέρου καταχεομένου σκότους, ἀνήσειν μὲν μόλις, οὐχ ἑκὼν ἐπηγγέλλετο, ἦν δὲ ἀτεράμων, καὶ μετὰ τοῦτο πάλιν δεινὸς καὶ ἀπεσκληκὼς, καὶ δυσμετακόμιστος κομιδῇ πρὸς τὸ ἑλέσθαι, φημὶ, τῆς οὕτω μακρᾶς δουλείας ἀπαλλάξαι τὸν Ἰσραήλ. Εἶτα Θεὸς ἐσκέπτετο τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις ἐπαφεῖναι τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ 69.420 ἦν ἀναγκαῖον μὴ τοῖς ἀνοσίοις γένεσι συναπολέσθαι τοὺς ἐξειλεγμένους, ἀγάπῃ τῇ διὰ τοὺς πατέρας, τὸν ἐπὶ τοῦ Πάσχα νόμον διετύπου Θεός· καὶ τὸ τοῦ Χριστοῦ μυστήριον προαποπεραίνεσθαι τῆ

Exodus Book 2 rem early§exod-b2-rem-early

exod-b2-rem-earlyRem early: Passover lamb, manna, and wilderness signs toward the Gospel.

Greek · §exod-b2-rem-early

ς ὀργῆς μάλα προστέταχε. ∆ι' οὗ πάλιν παρέσται νοεῖν, ὡς ἔστιν ἀμήχανον διὰ Μωσέως ἢ νόμου καταργεῖσθαι θάνατον. Ἐξίστησι δὲ τὸν ὀλοθρευτὴν τὸ τίμιον αἷμα τοῦ Χριστοῦ, καὶ ἀπαλλάττει φθορᾶς τοὺς ἡγιασμένους. Ζωὴ γάρ ἐστιν ἐκ ζωῆς, καὶ Θεὸς τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ. Ἔφη τοίνυν ὧδε τὸ Γράμμα τὸ ἱερόν· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων; Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν, πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὡς μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, λήψεται μεθ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ. Εἶτα χρῆναι λαβεῖν ὁρισάμενος, ἐπιδιατάττει πάλιν ὁποῖον δὴ εἶναι προσήκει τὸ θῦμα, ὁπηνίκα τε καὶ ὅπως ἱερουργεῖσθαι δεήσει. Τέλειον γὰρ, φησὶν, ἄμωμον, ἐνιαύσιον ἔσται ὑμῖν, ἀπὸ τῶν ἀμνῶν καὶ ἀπὸ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου. Καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν· καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις ἐν οἷς φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα ἐν τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ὀπτὰ πυρὶ, κεφαλὴν σὺν τοῖς ποσὶ, καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὸ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ, κατακαύσετε πυρί. Ἐπάγει δὲ τούτοις ὁ νομοθέτης τὰ ἐφεξῆς, ὁποῖόν τε εἶναι πρέπει τῶν δαιτυμόνων τὸ σχῆμα διδάσκων, καὶ τίνα τρόπον ἐξηρτισμένους τῆς ἱερωτάτης ἅπτεσθαι κοινῆς ἀκόλουθον αὐτούς. Οὕτω γὰρ φάγεσθε αὐτὸ, φησί· Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς. Πάσχα γάρ ἐστι Κυρίου. Ὠφελήσει δὲ αὐτοὺς, καὶ κατὰ τίνα τρόπον ἡ τοῦ προβάτου σφαγὴ, καλῶς δὲ λίαν ἀπογυμνῶν· Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτου, καὶ πατάξω πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος. Καὶ ἔσται ὑμῖν ἐν σημείῳ τὸ αἷμα ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἔσεσθε ἐκεῖ. Καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτου. Εἶτα πάλιν μεθ' ἕτερα· Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, φησὶν, ἀπὸ δὲ τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Καὶ τὴν τοῦ παραβαίνοντος τιμωρίαν ὁρισάμενος, ἐπιλέγει πάλιν· Καὶ ἡ ἡμέρα

Exodus Book 2 rem mid§exod-b2-rem-mid

exod-b2-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §exod-b2-rem-mid

πομείνας θάνατον, ἀνεβίω Χριστὸς, ᾧ συμμορφούμεθα νοητῶς ἀποθνήσκοντες διὰ τοῦ ἁγίου βαπτίσματος, ἵνα καὶ τῆς ἀναστάσεως τύχωμεν. Πιστώσεται δὲ καὶ ὁ Παῦλος γράφων· Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἀνατικτόμενοι τοίνυν διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας, καὶ συμμορφίαν ἤδη πλουτήσαντες τὴν πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν δι' ἡμᾶς τε καὶ ἐν ἡμῖν πρωτότοκον· εἶτα λογικόν τε καὶ ἄδολον ἐκπίνοντες γάλα, εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος αὐτοῦ, κατὰ τὸ γεγραμμένον, τότε δὴ, τότε λοιπὸν ἱεροὶ πάντες ἐσόμεθα, καὶ εἰς ἀνάθημα τῷ Θεῷ· καὶ κόσμῳ μὲν ἀποθνήσκοντες, νοητῶς δὲ Θεῷ ζῶντες ἁγίως. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ παρ' αὐτῷ σφάζεσθαι τῷ θυσιαστηρίῳ τῶν κτηνῶν τὰ πρωτότοκα. Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς οὕτω ἡγιασμένοις· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Ἱερὸς οὖν ἄρα τῶν ἁγίων ὁ θάνατος, καί μοί τι τοιοῦτον ὁ μακάριος ∆αβὶδ ἀναβλέψαι δοκεῖ· Τίμιος γὰρ, φησὶν, ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Πρέποι δ' ἂν, καθάπερ ἐγᾦμαι, τῶν ἀρτίως ἡμῖν εἰρημένων ἐννοιῶν ὁ τρόπος, οὐχὶ δήπου μόνον τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσιν εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀλλὰ καὶ ὅτι μάλιστα τοῖς ἐκ νομικῆς κεκλημένοις λατρείας, πρὸς τὴν ἐν Χριστῷ δικαίωσιν καὶ ἁγιασμὸν τὸν ἐν Πνεύματι. Ἐτρέφετο μὲν γὰρ ὁ ἀμνὸς, ἤτοι τὸ μοσχάριον ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα· προσήγετο δὲ κατὰ τὴν ὀγδόην, αἰνιγματωδῶς, οἶμαί που, παραδηλοῦντος Θεοῦ (σκιὰ γὰρ ὁ νόμος), ὡς ἦν ἀναγκαῖον προπαιδαγωγεῖσθαι διὰ τύπων, καὶ οἱονεὶ μαθήμασιν τοῖς οὐ λίαν ἀνδροπρεπεστέροις, νηπιοπρεπέσι δὲ μᾶλλον, τοὺς ἱεροὺς ἐσομένους, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομισθήσεσθαι μέλλοντας τῷ Θεῷ. Καιρὸς δὲ ὁ μάλιστα τῇ τοιᾷδε τελειώσει πρέπων τὸ Χριστοῦ μυστήριον, ὃ διὰ τῆς ὀγδόης σημαίνεται. Ἀπρόσιτος οὖν διὰ νομικῆς λατρείας ὁ Θεὸς, προσιτὸς δ' ἂν γένοιτο διὰ μόνου Χριστοῦ. ∆ι' αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, ὡς μεθ' ἡμέραν ἑβδόμην, τουτέστι, παρεληλακότος ἤδη τοῦ κατὰ νόμον σαββατισμοῦ, ἤτοι καθολικοῦ καὶ γενικωτέρου ὡς ἐκ μέρους, τῆς κατὰ νόμον λατρείας. Τετελείωκε γὰρ ὁ νόμος οὐδέν· ἀναφέρει δὲ εἰς τοῦτο Χριστός· ἄρτιοι γὰρ εἰς ἀρετὴν οἱ πεπιστευκότες, καὶ τὸ τέλειον ἔχοντες ἐν γνώσει διὰ Χριστοῦ· νοῦν γὰρ ἔχομεν τὸν αὐτοῦ, καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ Μεῤῥᾶς, καὶ τοῦ ξύλου τοῦ παραδειχθέντος τῷ μακαρίῳ Μωσῇ. αʹ. Τῆς τῶν Αἰγυπτίων ἀπαίροντες γῆς οἱ ἐξ Ἰ

Exodus Book 2 rem close CLOSEOUT§exod-b2-rem-close

exod-b2-rem-closeRem CLOSEOUT: Exodus Book 2 CLOSEOUT.

Greek · §exod-b2-rem-close

νες Ἰουδαῖοι. Σκιαὶ γὰρ τούτων ἐκεῖνα, καὶ τύποι προανεφαίνοντο τῶν ὑστέρων τὰ πάλαι συμβεβηκότα. Καθιγμένου γὰρ ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ τοῦ ἀληθεστέρου μάννα, Χριστοῦ, καὶ ἀποτρέφειν οἵου τε, καὶ ὑπισχνουμένου πρὸς ἀμήρυτον ζωὴν, τῶν ἐπιγείων τὴν χρῆσιν τὴν κατὰ κόσμον ἀληθῶς καὶ ὑδαρεστάτην ἀσυνέτως ἀνθῃρημένοι, προσκεκρούκασιν ἀναγκαίως, καὶ οὐχὶ δὴ μόνῳ τῷ τῶν ὅλων Θεῷ, ἀλλὰ καὶ αὐτῷ δὴ τῷ θεσπεσίῳ Μωσῇ. Γέγραπται γὰρ, ὅτι Καὶ ἐθυμώθη Κύριος ὀργῇ εἰς τὸν λαὸν αὐτοῦ, καὶ ἔναντι Μωσῇ ἦν πονηρόν. Ἕπεται γὰρ ἀεὶ ταῖς τοῦ Θεοῦ ψήφοις, τῶν ἁγίων ὁ νοῦς. Ὅτι μὲν οὖν τῶν ἄνωθεν ἀγαθῶν τὰ πρόσκαιρά τε καὶ σαρκικὰ προετίθει πανταχῆ τῶν Ἰουδαίων ὁ δῆμος, ἀναμάθοι τις ἂν ἐκ τῆς εὐαγγελικῆς παραβολῆς. Οἱ μὲν γὰρ δειπνοκλήτορες συναγείρειν ἤθελον εἰς τοὺς γάμους· οἱ δὲ ἀπῴχοντο, φησὶν, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ. Καὶ ἦν ἡ παραίτησις, τῷ μὲν, ὅτι Γυναῖκα ἔγημα, τῷ δὲ, ὅτι Ἀγρὸν ἠγόρασα, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὅτι δὲ καὶ αὐτὸς τῆς τῶν Ἰουδαίων ἀπειθείας κατακέκραγεν ὁ Μωσῆς, πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ [ἐ]πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Καὶ φορτικὸν μὲν λίαν ἡγεῖται Μωσῆς, τὸ ὑπενεγκεῖν ἔτι δύνασθαι τὸν Ἰσραήλ. Ἡγιάζετο δὲ ὁ Θεὸς ἑτέρους τὸν ἀριθμὸν ἑβδομήκοντα, καθάπερ ἤδη προείπομεν. Μόνος γὰρ ἡμᾶς ὁ νόμος, οὗ καὶ τύπος νοοῖτ' ἂν εἰκότως ὁ Μωσῆς, χειραγωγεῖν οὐχ οἷός τε. Ταύτῃτοι καὶ ἕτεροι ἑβδομήκοντα χειροτονοῦνται πολλοὶ, τὸ ἐλλεῖπον ἐκείνῳ πληρώσοντες, καὶ ὡς ἐν τελείῳ πεφήνασιν ἀριθμῷ. Τοῦδε γὰρ ἂν εἴη σημαντικὸν, ὁ ἑβδομήκοντα ἀριθμός. Καὶ τίνες οὗτοι δὴ πάλιν; Οἱ μετὰ Μωσέα διὰ Χριστοῦ πρὸς τὸ καθηγεῖσθαι παρενηνεγμένοι, ὧν καὶ ἀπαρχὴ καὶ πατέρες οἱ θεσπέσιοι μαθηταί. Ἀφελεῖν δὲ λέγεται Θεὸς ἀπὸ τοῦ πνεύματος τοῦ ὄντος ἐπὶ Μωσέα, καὶ ἐνεῖναι τοῖς ἐξειλεγμένοις, καὶ οὐχ ἑτέρου του χάριν, ἢ ἵνα πιστεύσωμεν ὅτι τῷ ἑνὶ καὶ ἁγίῳ Πνεύματι, τούς τε πρὸ ἡμῶν ἁγίους καὶ ἡμᾶς αὐτοὺς ἁγιάζει Θεός. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ Πατὴρ, εἷς δὲ ὁμοίως καὶ ὁ Υἱὸς, οὕτω καὶ ἒν τὸ Πνεῦμα τὸ ἅγιον, τό τε ἐν προφήταις ἒν καὶ ἐν ἡμῖν. Ἓν δὲ ὑπάρχον, οὐ κατὰ διαίρεσιν ἐν πολλοῖς ἐννοοῖτ' ἂν εἰκότως, ἀλλ' ἔστιν ἀμέριστον καὶ ἐν πολλῇ χαρισμά 69.465 των διανομῇ, καὶ τελείως ἔχον ἐν πᾶσιν. Ἐπιτηρητέον δὲ, ὅτι τὸν ἀριθμὸν ἑβδομήκοντα τοὺς ἐξειλεγμένους συναγείρειν ἐκέλευεν ὁ τῶν ὅλων Θεός. Ἀθροίζεται δὲ οὐκ εἰς πλῆρες ἀριθμός. Ἐλλελείπασι γὰρ δύο, Μωδὰδ καὶ Ἐλδάδ. Ὑστερίζοντας δὲ καὶ τούτους ἐπίπλη

Glaphyra Exodus Book 3 opening§exod-b3-open

exod-b3-openExodus Book 3.

Struck rock, Sinai, and veil as types of Christ and the new covenant.

Greek · §exod-b3-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟ∆ΟΝ ΒΙΒΛΙΟΝ Γʹ. Περὶ τῆς παταχθείσης πέτρας. αʹ. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης, τοῖς ἑαυτοῦ φίλοις ἐπεφώνει Χριστός· στενὴν μὲν, οἶμαι, πύλην καὶ τεθλιμμένην εἰσβολὴν τὸ τληπαθὲς ὀνομάζων, καὶ τὴν τοῦ λόγου παντὸς ἀξίαν ὑπομονὴν, καθ' ἣν ἂν γένοιτο καὶ μάλα πλουσίως τὸ εὐδοκιμεῖν δύνασθαι τοῖς τὰ ἄνω φρονεῖν ᾑρημένοις, καταφαιδρύνεσθαί τε γυμνάσμασι τοῖς εἰς εὐψυχίαν καὶ ἀρετήν. Ὥσπερ γὰρ τὸ ἀριστεύειν ἐν μάχαις, τῇ τοῦ ὁπλιτεύοντος εὐανδρίᾳ μαρτυρεῖ· οὕτω τὸν εὐσθενῆ καὶ γενναῖον, εἴς γε τὸ δύνασθαι, φημὶ, τὴν ἁνδάνουσαν τῷ Θεῷ ἀρετὴν κατορθοῦν, λαμπρὸν, καὶ περιφανῆ, καὶ παντὸς ἐπαίνου μεμεστωμένον ἀποφήνειεν ἂν τὸ εὖ μάλα δύνασθαι διενεγκεῖν τοὺς ἐκ τοῦ πειράζεσθαι πόνους. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητὴς, ὅτι πάντη τε καὶ πάντως ὁ τοιοῦτος ἀπόβλεπτος ἔσται, πεπληροφόρηκε λέγων· Μακάριος ἄνθρωπος ὃς ὑπομείνῃ πειρασμὸν, ὅτι δόκιμος γενόμενος, λήψεται τὸν στέφανον τῆς ζωῆς. Οἱ δὲ δὴ πρὸς τοῦτο λοιπὸν εὐσθενείας ἐληλακότες, καὶ τὴν οὔτω περιφανῆ δόξαν ἀράμενοι λέγουσιν, ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, ἐδοκίμασας ἡμᾶς εἰς ἀνάψυξιν. Ἐκτελευτᾷ γὰρ ὁ πόνος εἰς τρυφὴν, καὶ ἀνευρύνουσιν αἱ θλίψεις τοῖς ἀθλοῦσι γενναίως τὴν εὐθεῖαν ὁδόν. Οἶδε μὲν τὰ πάντα πρὶν γενέσεως αὐτῶν ὁ τῶν κρυπτῶν γνώστης, τουτέστι Θεός (Γυμνὰ γὰρ αὐτῷ τὰ πάντα καὶ τετραχηλισμένα)· περιμένει δὲ τῶν πραγμάτων τὸ πέρας, καὶ τὸ τῶν πειραζομένων κατὰ καιροὺς εὐσθενές· ἵνα μὲν φαίνοιντο μὴ μόνον αὐτῷ κατὰ πρόγνωσιν ἄξιοι γερῶν, κατακροτοῖεν δὲ μᾶλλον ὡς ἠριστευκότας, καὶ διὰ πραγμάτων αὐτῶν ἐπ' ἀρετῇ μεμαρτυρημένους, ἄγγελοί τε καὶ ἄνθρωποι. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος περὶ αὐτοῦ τε καὶ 69.488 τῶν ἄλλων ἁγίων φησὶν, ὡς ἠθληκότων εὖ μάλα καὶ νενικηκότων, ὅτι Θέατρον ἐγενήθησαν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ∆οκιμάζεται τοίνυν πολυτρόπως ὁ Ἰσραὴλ, ἵνα κἂν εἰ φαίνοιτο νοσῶν ἔτι τὸ ἄναλκι, θαυμάζοιτο μὲν ἐπὶ πολλῇ λίαν ἡμερότητι Θεὸς, π

Exodus Book 3 rem early§exod-b3-rem-early

exod-b3-rem-earlyRem early: Struck rock, Sinai, and veil as types of Christ and the new covenant.

Greek · §exod-b3-rem-early

λημμελοῦντας ἀνεχόμενος· σκιαγραφοῖτο δὲ μᾶλλον ἡμῖν ἐφ' ἑκάστῳ τῶν συμβεβηκότων τὸ μυστήριον. Ἄρτι μὲν οὖν τὸν ἐπί τε τῇ ὀρτυγομήτρᾳ καὶ μέντοι καὶ τῷ μάννα διαπεράσαντες λόγον, οὐ μετρίως κατηῤῥωστηκότα τὸ ἀδρανὲς καὶ φιλήδονον διεδείκνυμεν τὸν Ἰσραήλ. Ἀλλ' ἰδοὺ πάλιν καὶ οὐκ εἰς μακρὰν παροτρύνων ὁρᾶται. Γέγραπται γὰρ οὕτω πάλιν· Καὶ ἀπῆρε πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ ἐκ τῆς ἐρήμου Σὶν, κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος Κυρίου, καὶ παρενέβαλον ἐν Ῥαφιδεῖν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν λέγοντες· ∆ὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Καὶ εἶπεν αὐτοῖς Μωσῆς· Τί λοιδορεῖσθέ μοι; καὶ τί πειράζετε Κύριον; Ἐδίψησε δὲ λαὸς ὕδατι ἐκεῖ, καὶ ἐγόγγυζεν ὁ λαὸς ἐπὶ Μωσῆν λέγοντες· Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν τῷ δίψει; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσί με. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ τούτου. Λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν, λαβὲ ἐν τῇ χειρί σου, καὶ πορεύου. Ἰδοὺ ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ ἐλθεῖν ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ ἐξ αὐτῆς, καὶ πίεται ὁ λαός μου. Ἐποίησε δὲ Μωσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸν καὶ λοιδόρησιν, διὰ τὴν λοιδόρησιν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν Κύριον λέγοντες· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Καὶ ταυτὶ μὲν ἡμῖν ἐν τῇ Ἐξόδῳ τὸ θεῖον ἔφη χρησμῴδημα· κατακερματιεῖ δὲ ὥσπερ ἐν τοῖς Ἀριθμοῖς εὐρυτέραν ἀφήγησιν, ἣν καὶ ἀναγκαῖον οἶμαι παρενεγκεῖν, ὡς ἂν ἕκαστα βασανίζοντες ὀρθῶς καὶ ἀπεξεσμένως, ἀποχρῶσαν ἔχωμεν τῶν πάλαι γεγονότων τυπικῶς τὴν εἴδησιν, καὶ πρός γε δὴ τούτοις, τῆς πνευματικῆς θεωρίας τὸ κάλλος. Γέγραπται δὴ οὖν· Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ, καὶ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σὶν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδὴς, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ, καὶ ἐτάφη ἐκεῖ. Καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ συνηθροίσθησαν ἐπὶ Μωσῇ καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, λέγοντες· Ὄφελον ἀπωλόμεθα ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου! Καὶ ἵνα τί ἤγαγες τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν; Καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; Τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὐδὲ ῥοαὶ, οὐδὲ ὕδωρ [ἔστι] πιεῖν. Καὶ ἦλθε Μωσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύ 69.489 ραν τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ ἔ

Exodus Book 3 rem mid§exod-b3-rem-mid

exod-b3-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §exod-b3-rem-mid

ὁ Μονογενὴς, οὐκ ἐν πρώτῳ καιρῷ, οὐδ' ἐν ἀρχαῖς αἰῶνος τούτου· οὔτε μὴν ἐν δευτέρῳ καὶ τῷ διὰ μέσου χρόνῳ, ἀλλ' ὡς τρίτῳ καὶ τελευταίῳ, καὶ ὡς ἐν ὄρθρῳ τε καὶ ἐν ἡμέρας ἀρχῇ, τουτέστιν, ἀπεληλαμένης ἤδη τῆς νοητῆς ἀχλύος, τῆς ἐνούσης ἐν ἡμῖν, καὶ οἱονεὶ παρελαυνούσης νυκτὸς, καὶ ἠφανισμένου τοῦ σκότους. Ὁ μὲν γὰρ ἐξ ἀπάτης καὶ πλεονεξίας ὑπονοηθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, κατεσκότισεν νοητῶς τὴν σύμπασαν γῆν ἀποφέρων εἰς πολύθεον πλάνησιν, καὶ εἰς πᾶν εἶδος ἀκαθαρσίας. Ὁ δὲ τῶν ὅλων Θεὸς καὶ Κύριος, τουτέστιν Χριστὸς, ἐπέφανεν ἡμῖν, καὶ τριπόθητον ἀληθῶς ἐνέδειξεν ἡμέραν· ἧς καὶ ὁ θεσπέσιος ∆αβὶδ ἐμέμνητο λέγων· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Γέγραφε δέ που καὶ ὁ σοφώτατος Παῦλος, ὅτι μὲν Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ὅτι δὲ αὖ· Οὔκ ἐσμεν νυκτὸς, οὐδὲ σκότους· ἀλλ' υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας. Ὄρθρου δὴ 69.505 οὖν καὶ ὡς ἐν ἡμέρᾳ τρίτῃ καταβέβηκεν ὁ Μονογενής. Ἀστραπαὶ δὲ ἦσαν ἐπ' ὄρους Σινᾶ, καὶ νεφέλη γνοφώδης. Καὶ ἀστραπὴ μὲν, εἰς τύπον τοῦ θείου φωτὸς, καὶ τῆς νοητῆς αὐγῆς, δηλονότι τοῦ ἐν πνεύματι, διὰ Χριστοῦ καταλαμπούσης τὰ σύμπαντα, καὶ διαθεούσης τὴν ὑπ' οὐρανόν. Οὕτω γάρ που καὶ ὁ προφήτης ἀνεφώνει λέγων πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα Χριστόν· Ἔφανεν ἡ ἀστραπή σου τῇ οἰκουμένῃ. Καὶ οὐ δή πού φαμεν, ὅτι τῆς ἐξ ὑετοῦ γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην· ἀλλ', ὡς ἔφην ἀρτίως, τὴν τοῦ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς ἀστραπῆς ὀνόματι κατασημαίνειν ἤθελεν. Ὅτι δὲ δυσκάτοπτον ἀληθῶς τὸ Χριστοῦ μυστήριον, ὑπεμφήνειεν ἂν ὁ γνόφος. Καὶ γοῦν καὶ αὐτὸς ὁ μακάριος ∆αβὶδ, ὧδέ πη συνιεὶς, καθάπερ ἐγᾦμαι, προανακεκράγει λέγων. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτῷ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Κεκρυμμένον γὰρ οὕτως ἐστὶ τὸ Χριστοῦ μυστήριον, ὡς δεῖσθαι μυσταγωγίας τῆς ἄνωθεν, καὶ ἀποκαλύψεως τῆς παρὰ Θεοῦ. Ἤκουε γοῦν ὁ Πέτρος εὖ μάλα, συνιεὶς τὸν ἐν σαρκὶ πεφηνότα Θεὸν Λόγον, καὶ ἀληθῶς Υἱόν· Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Ἐγνωρίσθαι δὲ καὶ ὁ Παῦλος διεβεβαιοῦτο ἑαυτῷ τὸ μυστήριον κατὰ ἀποκάλυψιν Θεοῦ. Οὐκοῦν, τὸ ἀσυμφανὲς τῆς γνώσεως ὁ γνόφος δηλοῖ. Ἀνακέκραγε δὲ καὶ ἡ σάλπιγξ, τῶν εὐαγγελικῶν θεσπισμάτων τὸ εὔηχες ἀποφαίνουσα. Καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς τῶν προφητῶν τοῖς Ἰουδαίων δήμοις· Καθέστηκα ἐφ' ὑμᾶς σκοπούς. Ἀκούσατε τῆς φωνῆς σάλπιγγος. Καὶ εἶπαν· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ

Exodus Book 3 rem close CLOSEOUT§exod-b3-rem-close

exod-b3-rem-closeRem CLOSEOUT: Exodus Book 3 CLOSEOUT — Exodus Glaphyra arc sealed.

Greek · §exod-b3-rem-close

ό τε τὸ θεῖον ὀρθῶσαι μυστήριον, καὶ περιστῆσαι μὲν αὐτῷ, καθάπερ ἤδη προεῖπον, δυωκαίδεκα λίθους, θῦσαι δὲ καὶ μοσχάρια. Ὄρθρου γὰρ ὥσπερ καὶ πρωΐας ἤδη γενομένης, μονονουχὶ δὲ καὶ Φωσφόρου διαυγάζοντος, καὶ νοητῆς ἡμῖν ἀνισχούσης ἡμέρας, παροιχομένης δὲ ἤδη νυκτὸς, καὶ δαιμονιώδους ἀργήσαντος σκότους, λαμπρὸν ἀνεδείχθη τῆς Ἐκκλησίας τὸ κάλλος τὸ σεπτὸν ἐχούσης θυσιαστήριον, ἐφ' οὗ τὸ Χριστοῦ τελεῖ. ται μυστήριον. Παρέστησαν δὲ αὐτῷ καὶ αἱ φυλαὶ τῆς γῆς, ὡς ἐν παραδείγμασι τοῖς λίθοις. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, τὴν τοῦ παραδείγματος εἰκόνα παραχαράττων εἰς ἀλήθειαν, ἐπιστέλλει τοῖς ἡγιασμένοις ἐν Χριστῷ· Ἐν ᾧ καὶ ὑμεῖς ὡς λίθοι ζῶντες ἐπῳκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον. Τότε καὶ οἱ νεανίσκοι προσκεκομίκασι τὰ ὁλοκαυτώματα, καὶ ἱερουργοὶ γεγόνασι πνευματικοί. Τότε δὴ, τότε καὶ ἐν προσώπῳ γεγόναμεν τοῦ Πατρὸς, καὶ παρεστήκαμεν αὐτῷ τὸ τῆς διανοίας εὐδρανὲς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑτοίμως ἔχον, ἐν τάξει ποιούμενοι παραστήματος. Τοῦτό τοι σαφῶς καὶ αὐτὸς ὁ θεῖος ἡμῖν προανεφώνει ∆αβὶδ, ἐκ προσώπου τῶν πεπιστευκότων οὕτω λέγων πρὸς τὸν ὅλων Θεόν· Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος. Ἡγιασμένοι δὴ οὖν, καὶ ὡς ἐν τύποις ἔτι καθηγνισμένοι τῷ αἵματι, Ἀνεφοίτων εἰς τὸ ὄρος Μωσῆς τε καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραὴλ, καὶ εἶδον τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ἔργον ὡσεὶ πλίνθου σαπφείρου, καὶ ὥσπερ ἔργον στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδείς. Καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον. Ἀκούεις ὅπως τεθέανται τὸν τοῦ Θεοῦ λεγόμενον τόπον, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ. Ἐναυγὴς γὰρ ὁ οὐρανὸς, καὶ σαπφείρῳ ἐοικὸς τὸ ἀνωτάτω καὶ αἰθέριον χρῶμα. Πρέπων δὲ ὅτι μάλιστα χῶρος ὁ οὐρανὸς, καὶ ἐφ' ᾧ 69.524 ἐπαναπαύεται, καταλύων ἐν ἀγγέλοις. Ἄγιος γὰρ ἐν ἀγίοις κατοικεῖ, καὶ οἱονείπως ἐπανακλίνεται τοῖς τὴν ἄνω τρίβουσι πόλιν, διὰ τὸ λίαν εὐφυὲς, καὶ εἰς ἀρειότητα ζωῆς εὖ μάλα διεξεσμένον. Ἁγίαν γὰρ εἶναι πιστεύομεν τὴν τῶν ἄνω πνευμάτων πληθύν. Ὤφθη δὴ οὖν τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ τοῖς εἰς τὸ ὄρος ἀναβεβηκόσιν, ὡς ἐν εἴδει στερεώματος οὐρανοῦ τῇ καθαρότητι, φησίν. Ἔδει γὰρ, ἔδει, τοὺς τὴν πολύθεόν ποτε κατηῤῥωστηκότας πλάνησιν, καὶ τῇ κτίσει λελατρευκότας, εἶτα κεκλημένους εἰς ἐπίγνωσιν Θεοῦ, χρησίμως τε καὶ ἀναγκαίως ἰδεῖν ὅτι καὶ αὐτὸν ὑπὸ πόδας ἔχει τὸν οὐρανὸν, καὶ ὅτι τῶν πάντων ἐστὶ ∆εσπότης, ὡς παρενεγκὼν τὰ πάντα πρὸς ὕπαρξιν, ὁ τῆς ἀρχαίας αὐτοὺ

Glaphyra Genesis Book 3 (Abraham promise / Isaac) opening§gen-b3-open

gen-b3-openGenesis Book 3 (Abraham promise / Isaac).

Abraham and the promise concerning Isaac; faith’s mystery prefigured.

Greek · §gen-b3-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γʹ. Περὶ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐπαγγελίας τῆς κατὰ τὸν Ἰσαὰκ, καὶ ὅτι δι' αὐτῶν προετυποῦτο τῆς πίστεως τὸ μυστήριον. αʹ. Ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Χριστὸν, ὁ θεσπέσιος γράφει Παῦλος· καὶ μὴν, ὅτι τῆς ἀρχαίας καὶ διὰ Μωσέως ἐντολῆς τὴν ἀσυγκρίτως ἀμείνω καὶ προφερεστέραν ἡμῖν εἰσκεκομικὼς, φημὶ δὴ τὴν εὐαγγελικὴν, κρείττονος διαθήκης γέγονεν ἐγγυητὴς, διεβεβαιοῦτο σαφῶς. Καὶ ἀληθὴς ὁ λόγος· εἴπερ ὁ μὲν νόμος ὀργὴν κατεργάζεται, καὶ ἁμαρτίας ἐστὶν παραδεικτικὸς, δικαιοῖ δὲ ἡμᾶς ἡ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἡμερότητος διακονουμένη χάρις. Ὡς γὰρ αὐτός πού φησιν, οὐκ ἦλθεν ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὅτι τοίνυν, κἂν εἰ μὴ γέγονε τὸ κατὰ σάρκα τυχὸν ἐκ φυλῆς τοῦ Λευῒ, κεχρημάτικέ τε καὶ ἔστιν ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τῆς ἱερωσύνης Μελχισεδὲκ, ἀποχρώντως ἡμῖν ἤδη διέδειξεν ὁ λόγος. Ὅτι δὲ τῆς ἐν πίστει δικαιοσύνης τὸ μυστήριον τῆς ἐν νόμῳ περιτομῆς πρεσβυτέραν ἔχει τὴν προανάῤῥησιν, καὶ ὅτι προκατεγράφετο τοῖς ἐξ Ἰσραὴλ ὁ τύπος τοῦ, μὴ ἂν ἑτέρως δύνασθαι σωθῆναί ποτε, πλὴν ὅτι διὰ μόνου Χριστοῦ τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ ἀνιέντος ἐγκλήματα. Καὶ πρός γε δὴ τούτοις, ὅτι Θεοῦ κληρονόμοι, καὶ ἐν τοῖς ὅτι μάλιστα γνησίοις κατατετάξονται τέκνοις οἱ ἐκτῆς ἐπαγγελίας, τῆς ἐν Ἰσαὰκ γεγενημένης πρὸς τὸν μακάριον Ἀβραὰμ, φέρε δὴ λέγωμεν, ἐξ αὐτῶν ἑλόντες τῶν ἱερῶν Γραμμάτων, καὶ τὰς ἐφ' ἑκάστῳ ποιούμενοι πίστεις λεπτῶς καὶ ἐξητασμενῶς. βʹ. Γράφει τοίνυν Ῥωμαίοις ὁ ἱερώτατος Παῦλος· Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς Θεόν. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καθάπερ καὶ ∆αβὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου, ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην, χωρὶς ἔργων· Μακάριοι ὧν ἀφέθησαν

Genesis Book 3 (Abraham promise / Isaac) rem early§gen-b3-rem-early

gen-b3-rem-earlyRem early: Abraham and the promise concerning Isaac; faith’s mystery prefigured.

Greek · §gen-b3-rem-early

αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ὁ μακαρισμὸς οὖν οὗτος, ἐπὶ τὴν περιτομὴν, ἢ καὶ ἐπὶ 69.113 τὴν ἀκροβυστίαν; Λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην. Πῶς οὗν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, φησὶν, ἀλλ' ἐν ἀκροβυστίᾳ. Καὶ σημεῖον ἔλαβε περιτομῆς, σφραγίδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς εἰς δικαιοσύνην, καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον, ἀλλὰ καὶ τοῖς στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν Ἀβραάμ. Καὶ πρὸς δὴ τούτοις, ἰσχνοτέραν ἔτι ποιεῖται τοῦ μυστηρίου τὴν βάσανον. Οὕτω τέ φησιν· Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ, ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, ἐκκεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. ∆ιὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν (καθὰ γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. Ἀκούεις ἄνω τε καὶ κάτω διαβεβαιουμένου καὶ λέγοντος, οὐχ ὑπεσταλμένως, ὡς οὔπω μὲν ἔχοντι τὴν περιτομὴν, ἐν ἀκροβυστίᾳ δὲ μᾶλλον ἔτι τυγχάνοντι δέδοται τῷ Ἀβραὰμ ἡ διὰ πίστεως αὐτὸν δικαιοῦσα χάρις, καὶ μὴν ὅτι κληρονόμοι τέθεινται τῶν παρὰ Θεοῦ χαρισμάτων οἱ ἰχνηλατεῖν ἐθέλοντες τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ προπάτορος Ἀβραὰμ τὴν μίμησιν, καὶ οὔτι που πάντως οἱ μέγα φρονεῖν εἰωθότες ἐπὶ τῇ διὰ Μωσέως διακονουμένῃ σκιᾷ, καὶ σαρκικὸν αὐχοῦντες πατέρα τὸν Ἀβραὰμ, ὃς Πολλῶν ἐθνῶν ὠνόμασται πατὴρ, καίτοι τοῦ Ἰσραὴλ ἑνὸς ἔθνους ὄντος, κἂν εἰ ἐκτείνοιτο τυχὸν εἰς πληθὺν οὐ μεμετρημένην, ὅτι τῶν ἐν πίστει γέγονε πατὴρ, οἳ ἐξ ἁπάσης, ὡς ἔπος εἰπεῖν, πόλεώς τε καὶ χώρας συνειλεγμένοι, σύσσωμοι γεγόνασιν ἐν Χριστῷ, καὶ εἰς ἀδελφότητα κέκληνται πνευματικήν. Γεγένηνται μὲν γὰρ ἐξ Ἀβραὰμ Ἰουδαῖοι. Πλὴν οὐ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Προσοικειοῖ δὲ μᾶλλον ἡ πίστις αὐτῷ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύσαντας. Πεποίηται γὰρ ἡ ὑπόσχεσις, δέδοται δὲ καὶ ἡ δικαιοῦσα χάρις, οὔπω μὲν ἔχοντι τὴν περιτομὴν τῷ Ἀβραὰμ, ὄντι δὲ μᾶλλον ἐν ἀκροβυστίᾳ, κατά γε τὴν πίστιν τῶν ἱερῶν γʹ. Ὅτι δὲ τῆς ἐν πίστει δ

Genesis Book 3 (Abraham promise / Isaac) rem mid§gen-b3-rem-mid

gen-b3-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §gen-b3-rem-mid

μου διεσκέδασεν. Ὁρᾷς ὅτι τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ περιτομῆς τύπος ὥσπερ τις ἐν σαρκὶ προεδείκνυτο. Πράττεται γὰρ τῇ ὀγδόῃ, καθ' ἣν ἐκ νεκρῶν ἀνεβίω Χριστός. Καὶ καιρὸς ἦν ἤδη τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, καὶ τὴν ἐν αὐτῷ δέχεσθαι περιτομὴν, οὐ σάρκα λυποῦντος, ἀλλὰ πνεῦμα καθαίροντος· οὐ σωματικῶν ἀπαλλάττοντος ῥύπων, ἀλλὰ ψυχικῶν ἡμᾶς νοσημάτων ἀπολύοντος. Ὅτε γὰρ ἀνεβίω Χριστὸς, καταλύσας τοῦ θανάτου τὸ κράτος, τότε δὴ, τότε καὶ ἀπαρχὴν ὥσπερ τινὰ τοῦ ἁγίου Πνεύματος τοῖς ἁγίοις ἐνέθηκε μαθηταῖς. Ἐνεφύσησε γὰρ, φησὶν, εἰς αὐτοὺς λέγων· Λάβετε Πνεῦμα ἅγιον. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφώτατος Ἰωάννης, λέγων· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. ∆εδόξασται μὲν γὰρ, ἐγηγερμένος ἐκ νεκρῶν, κατὰ τὴν ὀγδόην. Τοιγάρτοι καὶ εἰς ἡμᾶς ἠνέχθη τὸ πνεῦμα, καὶ ἐν αὐτῷ περιτετμήμεθα περιτομῇ ἀχειροποιήτῳ καὶ νοητῇ. Ἁνδάνει γὰρ οὗτος Θεῷ τῆς περιτομῆς ὁ τρόπος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ὧδέ πή φησιν· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν. οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. ιʹ. Ἀπρακτούσης δὲ ὅτι τῆς ἐν νόμῳ λατρείας, καὶ κατακρατούσης ἤδη τῆς νέας καὶ ἐν Χριστῷ, καὶ τῶν 69.136 ἐν πίστει λαῶν ἀναδεδειγμένων, οἳ καὶ ἐν τοῖς τῆς ἐλευθέρας τέθεινται τέκνοις τὸ δουλοπρεπὲς οὐκ ἔχοντες πνεῦμα (διακεκράγασι γάρ· Ἀββᾶ, ὁ Πατὴρ), καιρὸς ἦν ἤδη, τὴν τῶν Ἰουδαίων ἀποπέμπεσθαι συναυλίαν καὶ Συναγωγὴν, καὶ ἀπόκληρον ὥσπερ τῆς ἐπαγγελίας τὸν ἐξ αὐτῆς γενέσθαι λαόν. Καὶ μὴν ὅτι καὶ ἐπιστρέψει κατὰ καιροὺς, καὶ ἔσται δεκτὴ, τεύξεται δὲ καὶ τῆς ἄνωθεν καὶ παρὰ Πατρὸς ἡμερότητος, τὸν τῶν ὄλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγινώσκουσα, σημαίνει δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔπαιζον μὲν γὰρ ἀλλήλοιν ἐπιθρώσκοντα τὰ μειράκια, Ἰσαὰκ δηλονότι, καὶ μέντοι καὶ Ἰσμαήλ. ∆ίωξις δὲ, οἶμαί που, τῆς παιδιᾶς ἦν ὁ τρόπος· καὶ εἴπετο μὲν διώκων ὁ Ἰσμαὴλ, κατεφωρᾶτο δὲ φεύγων ὁ Ἰσαάκ. Ἀλλ'ἠγανάκτει πρὸς τοῦτο τῆς ἐλευθέρας ὁ νοῦς, φημὶ δὴ τῆς Σάῤῥας. Καὶ δὴ καὶ ἔφασκε πρὸς τὸν θεσπέσιον Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Καὶ οὐκ ἀτάραχος μὲν ὁ λόγος ἦν ἐν ὠσὶν Ἀβραάμ. Ἤκουσε δὲ παρὰ Θεοῦ, τὸ χρῆναι τοῖς τῆς Σάῤῥας καταπείθεσθαι λόγοις. Καὶ δὴ καὶ ἄρτοις καὶ ὕδασι τὴν Ἄγαρ ἐφοδιάσας, ὁμοῦ τῷ παιδὶ τῆς δεσποτικῆς ἑστίας ἀπελθεῖν ἐκέλευεν. Ἡ δὲ ᾤχετο μὲν ἀλύουσα καὶ δεδακρυμένη· πλὴν ἐπλανᾶτο κατὰ τὴν ἔρημον. Κινδυνεύοντος δὲ τοῦ παιδίου καὶ κατοιμώζοντος, ∆ιήνοιξε,

Genesis Book 3 (Abraham promise / Isaac) rem close CLOSEOUT§gen-b3-rem-close

gen-b3-rem-closeRem CLOSEOUT: Genesis Book 3 CLOSEOUT.

Greek · §gen-b3-rem-close

μένης τῆς ἐπαγγελίας, ἀλλ' ἵνα παιδαγωγῇ καὶ ἀνακομίζῃ κατὰ βραχὺ πρὸς τὴν διὰ πίστεως κλῆσιν· καὶ τῶν ἤδη προεισβεβηκότων ἐλέγχουσα τὴν ἀσθένειαν, χρειωδεστάτην ἅπασι καὶ ἀναγκαίαν ἤδη πως ἀποδείξῃ λοιπὸν τὴν διὰ πίστεως χάριν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν· Ἔφη δὲ οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου διαθήκην κεκυρωμένην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός. Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Τοῦτο δὲ λέγω διαθήκην κεκυρωμένην ὑπὸ Θεοῦ. Ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος, οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας, τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Προσεπάγει δὲ τούτοις καὶ τὴν αἰτίαν εὐθὺς τῆς τοῦ νόμου προεισβολῆς, οὕτω λέγων· Τί οὖν ὁ νόμος, τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ὃ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν. Ὁ δὲ Θεὸς εἷς ἐστιν· ὁ οὖν νόμος κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ; μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωογονῆσαι, ὄντως ἐκ νόμου ἂν ἡ δικαιοσύνη ἦν. Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι· πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Οὐκοῦν ἥκιστα μὲν ἐνδοιάσειέ τις ἂν, ὡς ἔλεγχος ἧν ὁ νόμος τῆς τῶν παιδαγωγουμένων ἀσθενείας, παραδεικτικὸς δὲ μᾶλλον πταισμάτων καὶ ἁμαρτίας. Οὗ γὰρ, φησὶν, οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Καὶ πάλιν· Τὴν δὲ ἁμαρτίαν οὐκ ᾔδειν, εἰ μὴ διὰ νόμου. Καὶ ἐλθούσης τῆς ἐντολῆς, φησὶν, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον. Καὶ πάλιν· Ἄχρι τοῦ νόμου ἦν ἁμαρτία ἐν κόσμῳ· ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου. Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Πεπαιδαγώγηκε τοίνυν ὁ νόμος ἐπὶ Χριστὸν, ἐλέγχων τοὺς παραβαίνοντας, καὶ αὐτῇ πείρᾳ διδάσκων τοὺς ἐπὶ τῆς γῆς, ὡς ἔστιν ἀμήχανον τὴν ἐκ νόμου διαδρᾶναι γραφὴν 69.157 τὸ εἰς ἁμαρτίαν εὔκολον ἠῤῥωστηκότα τὸν ἄνθρωπον δεῖ δὲ πάντως αὐτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τοῦ δικαιοῦντος ἐν πίστει καὶ οἰκτιρμοῖς. βʹ. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ' ἡμῖν οἰκονομίας ὁ λόγος ἀναγκαιοτάτην ἀπέφηνε τῆς διὰ Μωσέως ἐντολῆς τὴν οἱονεὶ προανάδειξιν τῆς κατόπιν εὐθὺς καὶ ἐν Χριστῷ δραμούσης χάρι

Glaphyra Genesis Book 4 (patriarch Jacob) opening§gen-b4-open

gen-b4-openGenesis Book 4 (patriarch Jacob).

Patriarch Jacob narratives read toward Christ and the two peoples.

Greek · §gen-b4-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ∆ʹ. Περὶ τοῦ πατριάρχου Ἰακώβ. αʹ. Ἀληθὲς ὅτι πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Θηρῶν γὰρ αὐτοῖς ἀγρίων ἐπιθρώσκουσι δίκην, οἱ τῆς ἀνομίας υἱοὶ, τῆς σφῶν δυστροπίας γραφὴν ὥσπερ τινὰ καὶ κατάῤῥησιν τὴν τῶν εὐδοκιμεῖν εἰωθότων λαμπρότητα καταλογιζόμενοι. Ἐλέγχεται γάρ πως ἀεὶ τῇ τῶν ἀμεινόνων παραθέσει τὰ χείρω. Καὶ τὰ ψῆφον ἔχοντα τὴν προφερεστέραν μονονουχὶ τῶν ἡττωμένων καταγράφει τὸ ἀκαλλές. Τί οὖν ἐντεῦθεν; Τὰ ἐκ φθόνου βέλη, καὶ τὸ ἐκ τῆς βασκανίας τοῖς νενικημένοις ἐντύφεται πῦρ, μανίας ἀρχὴ, καὶ ἀνοσιότητος ἀφορμὴ κατὰ τῶν ὡς ἄριστα βιοῦν ᾑρημένων. Οἳ καὶ εἰ γένοιντο τυχὸν ἐν ἀγῶσι καὶ πόνοις, ἀλλ' οὖν οὐκ εἰς ἅπαν εἶεν ἂν τοῖς πολεμοῦσιν ἁλώσιμοι. Περιόψεται γὰρ οὐδαμῶς ὁ τῶν ἁγίων προεστηκὼς τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας. Ἐξελεῖται δὲ μᾶλλον καὶ σφόδρα ῥᾳδίως, καὶ λαμπροτέρους ἀποφανεῖ, τληπαθείας γύμνασμα προθεὶς τὸν ἱδρῶτα αὐτοῖς. Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ θεσπέσιος Παῦλος ὡδὶ γεγραφώς· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεὶν. Καὶ αὐτοὶ δὲ διακεκράγασιν ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν οἱ τοῖς ἀγῶσιν ὡμιληκότες, καὶ τοὺς ἐπὶ ταῖς διώξεσι πόνους διενεγκόντες οὐκ ἀγεννῶς· Ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα· ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν· ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν. ∆ιήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἀκούεις ὅπως ἥκιστα μὲν τὰ ἐφ' οἷς δοκιμάζονται δυσφορεῖν ἐγνώκασι, χαίρουσι δὲ μᾶλλον ὡς ἀμείνους ἀναδεδειγμένοι, καὶ διὰ πείρας αὐτῆς ὅπερ εἰσὶν ἐγνωσμένοι, καὶ ἐπὶ ταῖς εἰς ἄκρον φιλοθεΐαις διὰ τοῦ παθεῖν μεμαρτυρημένοι. ∆ιελθεῖν γὰρ ἔφασαν διὰ πυρός. Ὥσπερ γὰρ, οἶμαι, τὰ δοκιμώτατα τῶν θυμιαμάτων πυρὶ προσωμιληκότα, τῆς ἐνούσης αὐτοῖς εὐοσμίας τότε ποιοῦνται τὴν ἔνδειξιν· οὕτω καὶ ὁσία ψυχὴ πυρουμένη τρόπον τινὰ διὰ τοῦ πειράζεσθαι καὶ πονεῖν, ἐναργεστέραν ποιεῖται τῆς ἐνούσης αὐτῇ πολυειδοῦς ἀρετῆς τὴν ἔκφα

Genesis Book 4 (patriarch Jacob) rem early§gen-b4-rem-early

gen-b4-rem-earlyRem early: Patriarch Jacob narratives read toward Christ and the two peoples.

Greek · §gen-b4-rem-early

σιν. Πλὴν περὶ παντὸς ἁγίου ψάλλει μέν που καί φησιν ὁ θεσπέσιος ∆αβὶδ, ὅτι Παραβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, 69.180 καὶ ῥύσεται αὐτούς. Αὐτὸς δὲ πάλιν τῆς ἐπικουρίας ὁ χορηγὸς διαῤῥήδην φησίν· Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρός με, καὶ εἰσακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, μακρότητος ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Ποῖον οὖν ἄρα ἐστὶ τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρός; Ὁ ἐξ αὐτοῦ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ γεγονὼς οἰκονομικῶς. Οὕτως αὐτὸν ὠνόμαζεν ὁ Πατὴρ καὶ δι' Ἡσαΐου λέγων· Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην μου, καὶ βασιλεῖς τὴν δόξαν μου. Τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Γέγονε γὰρ ἡμῖν δικαιοσύνη καὶ δόξα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, καὶ μὲν καὶ σωτήριον. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ εἰς τὴν τῆς υἱοθεσίας ἀνεκομίσθημεν δόξαν. Ὅτι δὲ καὶ σεσώσμεθα τὰ τοῦ θανάτου φυγόντες δεσμὰ, καὶ ἀνατρέχοντες εἰς ἀφθαρσίαν, πῶς ἂν εἴη λοιπὸν, ἢ πόθεν ἀμφίβολον; Ἐπεφάνη γὰρ ἡμῖν ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ λαμπὰς, ὁ Υἱὸς, φῶς τὸ θεῖον ταῖς τῶν πιστευόντων ψυχαῖς ἐνιείς. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὅτι τοίνυν κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Κλῆρον γὰρ ἕξουσι τὸν ἐν οὐρανοῖς, καὶ αὐτὸν ἐπαμύνοντα τὸν τῶν ὅλων Θεὸν καὶ Σωτῆρα. Ὄψονται δὲ καὶ αὐτὸ τὸ ἐπὶ Χριστοῦ μυστήριον· καὶ ἐξ αὐτῶν οὐδὲν ἧττον ἀναμάθοι τις ἂν, τῶν κατὰ τὸν μακάριον Ἰακώβ. Παραθεῖναι δὲ οἶμαι πρέπον τὰ ἐπ' αὐτῷ γεγραμμένα, πρὸς ἀκριβεστέραν εἴδησιν τοῖς ἐντευξομένοις. Ἔχει δὲ οὔτω· Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. εἶπε δὲ Ἡσαῦ ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἴνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου. Ἀπηγγέλθη δὲ τῇ Ῥεβέκκᾳ τὰ ῥήματα Ἡσαῦτοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου. Καὶ πέμψασα ἐκάλεσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε. Νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαῤῥάν. Καὶ οἴκησον μετ' αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου, καὶ ἐπιλάθηται ἂ πεποίηκας αὐτῷ, καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν μιᾷ ἡμέρᾳ. Εἶτα τῆς ἀποδημίας εὐπρόσωπον ἀφορμὴν ἐπορίζετο τῷ υἱῷ, καὶ δὴ προσελθοῦσα τῷ Ἰσαὰκ, ἔφη· Προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης

Genesis Book 4 (patriarch Jacob) rem mid§gen-b4-rem-mid

gen-b4-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §gen-b4-rem-mid

ἰς τὴν τῶν Μαδιηναίων ἀφικνεῖται χώραν. Εἶτα ποιμέσι περιτυχὼν, καὶ τὰς τοῦ Ἰοθὸρ θυγατέρας ἀδικουμένας εὑρὼν, διὰ τῶν ἴσων ἐγνωρίζετο σπουδασμάτων. Ἔχει δὲ οὕτω τὰ ἐπ' αὐτῷ γεγραμμένα· Ἀνεχώρησε δὲ Μωσῆς ἀπὸ προσώπου Φαραὼ, καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ. Ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες, ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμεναι δὲ, ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς, ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ. Παραγενόμενοι δὲ οἱ ποιμένες, ἐξέβαλον αὐτάς. Ἀναστὰς δὲ Μωσῆς, ἐρύσατο αὐτὰς, καὶ ἐπότισε τὰ 69.196 πρόβατα τοῦ πατρὸς αὐτῶν. Παρεγένοντο δὲ πρὸς Ἰοθὸρ τὸν πατέρα αὐτῶν. Ὁ δὲ εἶπεν αὐταῖς· Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον; Αἱ δὲ εἶπον· Ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων, καὶ ἤντλησεν ἡμῖν, καὶ ἐπότισε τὰ πρόβατα. Ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· Καὶ ποῦ ἔστιν; ἵνα τί οὕτω καταλελοίπατε τὸν ἄνθρωπον; Καλέσατε οὖν αὐτὸν, ὅπως φάγῃ ἅρτον· κατῳκίσθη δὲ Μωσῆς παρὰ τῷ ἀνθρώπῳ. Συνίης οὖν ὅπως ἀδελφὰ τρόπον τινὰ τὰ νοήματα, καὶ συγγενῆ πως ἄγαν τὰ ἐξ αὐτῶν ὑποδηλούμενα. Πλὴν ὁ θεσπέσιος Μωσῆς τὴν τῶν ἑτέρων ποιμένων ἀποστήσας πλεονεξίαν, ἤντλησέ τε καὶ πεπότικε τὰς Ἰοθὸρ ἀγέλας. Καὶ μόνος δὲ τὸν λίθον ἀπεκύλισεν Ἰακὼβ, καίτοι πλείστων ὅσων οὐκ ἀνιδρωτὶ τοῦτο δρᾷν εἰωθότων, καὶ πεπότικεν ὁμοίως τὰ Λάβαν θρέμματα. Καὶ ὥσπερ Μωσῆς εἰς ἀνδρὸς εἰδωλολάτρου κατῆρεν ἑστίαν, οὕτω καὶ ὁ θεσπέσιος Ἰακώβ. Εἰδώλων γὰρ ἔτι προσκυνητὴς ἦν ὁ Λάβαν καὶ θεραπευτής. Ἐπειδὴ δὲ τὸ τῶν ἐν πίστει λαῶν πρόσωπόν τε καὶ σχῆμα περιτέθεικεν ὁ λόγος τῷ Ἰακὼβ, φέρε δὴ λέγωμεν τὰ ἐσωτάτω καὶ κεκρυμμένα, τὸ τῆς ἱστορίας ἀνευρύνοντες πάχος. γʹ. Λαὸς μὲν οὖν ὁ κτιζόμενος, κατά γε τὴν τοῦ Ψάλλοντος φωνὴν, εἴη ἂν οὐχ ἕτερος οἶμαί που, πλὴν ὁ νέος καὶ ἐν Χριστῷ, τουτέστιν, ὁ διὰ πίστεως εἰς τὴν τοῦ πρωτοτόκου δόξαν παρενηνεγμένος, παρωθέντος τοῦ πρώτου καὶ ὠλισθηκότος τοῦ Ἰσραήλ. Γέγονε γὰρ εἰς οὐρὰν ὁ ὑπάρχων κεφαλὴ, τουτέστι, προὔχων, καὶ ὁ προεγνωσμένος, τῆς ἑτέρων κλήσεως παρακολούθημα λέγεται. Τέθεινται γὰρ εἰς νῶτον, καὶ κατόπιν ἴασι τῶν ἐθνῶν. Πτερνιστὴς οὖν ἄρα λαὸς ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ ὡς ἐν τάξει λελόγισται τῇ κατὰ τὸν θεσπέσιον Ἰακώβ. Νοοῖτο δ' ἂν ὡς ἐν ἀπαρχῇ τοῦ τοιούτου γένους, ὁ τῶν ἁγίων ἀποστόλων χορὸς, οἳ γεγόνασι μὲν ἐξ αἵματός τε καὶ γένους Ἰσραήλ· ἐπειδὴ δὲ τὴν ἐν Χριστῷ πίστιν πεπλουτήκασι, καὶ ὥσπερ τινὰ στέφανον τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἀνεδήσαντο χάριν, προσκεκρούκασι τοῖς ἐκ γένους. Ταύτῃτοι φονῶντας, καὶ μὴν καὶ ἀγρίως ἐκλελυττηκότας, καταλιμπάνουσι, μονονουχ

Genesis Book 4 (patriarch Jacob) rem close CLOSEOUT§gen-b4-rem-close

gen-b4-rem-closeRem CLOSEOUT: Genesis Book 4 CLOSEOUT.

Greek · §gen-b4-rem-close

ὁ ἄνωθεν ἥκων καὶ ἐξ οὐρανοῦ νυμφίος πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· Καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ κρίματι, καὶ ἐν ἐλέει, καὶ ἐν οἰκτιρμοῖς. Καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Ἠγάγετο μὲν γὰρ, καθάπερ ἔφην ἀρτίως, πρὸ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν πρεσβυτέραν. Ἀλλ' ὁ τῆς μνηστείας τρόπος, καὶ τῆς συναφείας ἡ δύναμις, οὐκ εἰς αἰῶνα γέγονεν. Ἔφη γάρ που πάλιν περὶ αὐτῆς, ὅτι Αὕτη οὐ γυνή μου· καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς. Καὶ πάλιν· Ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς. Ἀποβέβληται γὰρ ὡς πεπορνευμένη, καὶ ἐπὶ τοῖς ἄγαν ἀπηχεστάτοις κατεγνωσμένη. Ἔφη γάρ που περὶ αὐτῆς· Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ' αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνάκαμπτε πρός με, λέγει Κύριος. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημωμένη, καὶ 69.212 ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σαυτῇ. Ὄψις πόρνης ἐγένετό σοι ἀπηναισχύντησας πρὸς πάντας. Οὐχ ὡς οἰκεῖόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀλλ' ἐν τούτοις μὲν ἡ πρεσβυτέρα· Ῥαχὴλ δὲ τὴν νεωτέραν, τουτέστι, τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἑαυτῷ μνηστεύεται, καὶ τοῦτο διηνεκῶς. Τὸ δὲ ἐμαυτῷ, νοείσθω κατὰ τοιόνδε τρόπον. Ἐμνηστεύσατο μὲν γὰρ τὴν Ἰουδαίων Συναγωγὴν, ἀλλὰ διὰ μεσίτου Μωσέως. Συνήφθη δὲ ὥσπερ τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ, φωναῖς ἰδίαις αὐτὴν εἰς τοῦτο καλῶν, καὶ καθ' ἕνα τῶν ἐπὶ τῆς γῆς ὁρώμενος ἄνθρωπος. Κατένευε γὰρ τῇ νύμφῃ βοώσῃ· ∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου. Ἤκουον μὲν γὰρ καὶ οἱ πάλαι λαλοῦντος αὐτοῦ, πλὴν διὰ Μωσέως ἢ προφητῶν. Ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, αὐτὸς ἡμῖν δι' ἑαυτοῦ λελάληκεν ὁ Υἱὸς, καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος. ηʹ. Ἄξιον δὲ πρὸς τούτοις, καὶ τὴν τῶν ἐξ Ἰακὼβ γεγονότων υἱῶν πολυπραγμονῆσαι γένεσιν· ὁπόσοι τε, καὶ τίνων ἐξέφυσαν ἰδεῖν. Τέτοκε τοίνυν πρώτη μὲν ἡ Λεία τέσσαρας· Ῥουβεὶμ, Συμεὼν, Λευῒ καὶ Ἰούδαν. Ἐπειδὴ δὲ ἦν στεῖρα καὶ ἄτεκνος ἔτι Ῥαχὴλ,ἀλύουσα σφόδρα καὶ ἀπορουμένη, τὸ τῆς ἀπαιδίας κατασοφίζεται χρῆμα. Πείθει γὰρ τὸν Ἰακὼβ λέγουσα· Ἰδοὺ ἡ παιδίσκη μου Βάλλα. Εἴσελθε πρὸς αὐτὴν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς. Οὗ καὶ εἰς πέρας ἐξενηνεγμένου, δύο [ἐ]γενέσθην τῷ Ἰακὼβ υἱοὶ, ∆άν τε καὶ Νεφθαλείμ. Λεία γε μὴν Ζελφὰν τὴν ἑαυ

Glaphyra Genesis Book 5 (Jacob continued) opening§gen-b5-open

gen-b5-openGenesis Book 5 (Jacob continued).

Further Jacob episodes as types for the Church’s course.

Greek · §gen-b5-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Εʹ. Περὶ τοῦ Ἰακώβ. αʹ. Πολυμερῶς καὶ πολυτρόπως ἡ θεόπνευστος Γραφὴ τῆς διὰ Χριστοῦ σωτηρίας προαναφωνεῖ τοὺς τύπους, οὐ μετρίαν ἐντεῦθεν τοῖς ἐντευξομένοις τιθεῖσα τὴν ὄνησιν. Ὅνπερ γὰρ τρόπον οἱ τὴν ἐν πίναξιν ἐπιστήμην εἰς ἅπαν ἐξησκημένοι, ταῖς τῶν χρωμάτων πολυειδέσι μορφαῖς καταποικίλλουσι, τὰς σκιὰς εἰς ἐμφανεστέραν ἄγοντες ὄψιν, καὶ πολὺ τὸ ἐπίχαρι καταχέοντες τῆς γραφῆς· οὕτω καὶ ἡ τοῦδε τοῦ παντὸς τεχνῖτις σοφία, τουτέστι Θεὸς, διὰ ποικίλων ὅσων αὐχημάτων προαναφαίνει λεπτῶς τοῦ μυστηρίου τὸ κάλλος, ἵνα συνιέντες ὡς ἐν αἰνίγμασι, καὶ μονονουχὶ προκατήχησιν καὶ προεισβολὴν εἰς σύνεσιν τὸ πρᾶγμα ποιούμενοι, πρὸς τὴν τῆς ἀληθείας παραδοχὴν, ἑτοιμότεροί πως εἶεν οἱ μυσταγωγούμενοι. ∆ιατρίβομεν τοίνυν ἐν τῷδε τῷ κόσμῳ, μικρὸν διαφέροντες, ἢ τάχα που καὶ ἡττώμενοι τῶν ἀλόγων ζώων, εἴπερ ἀληθῆ τὴν ἐπίπληξιν ἐποιεῖτο 69.228 Θεὸς κατὰ τῶν ἐξ Ἰσραὴλ, οὕτω λέγων· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Εἰ δὲ νόμον ἔχοντες τὸν παιδαγωγὸν, ἐπὶ ταῖς οὕτω δειναῖς ἀμαθίαις οἱ τῶν Ἰουδαίων δῆμοι κατεγινώσκοντο, τίς ἂν γένοιτο λοιπὸν λόγος ὁ ζητούμενος περὶ τῶν ἐθνῶν, οἷς τῆς πολυθέου πλάνης ὁ βαθὺς ἐνέσκηψε σκότος; Κάτω γὰρ ὥσπερ διανενευκότες ἀεὶ, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐνειλημ[μ]ένοι, μόνα φρονεῖν ἐσπούδαζον τὰ ἐπὶ τῆς γῆς, οὐδ' ὅσον εἰπεῖν τὸν τῆς διανοίας ὀφθαλμὸν ἀνατείνειν ἰσχύοντες εἰς τὰ τῆς φιλοθεΐας αὐχήματα. Ἐντεῦθεν ἡμῖν ἐποιμώζοντες καὶ μονονουχὶ κειμένοις ἐπιδακρύοντες οἱ μακάριοι προφῆται, μυρίου; ὅσους δεδαπανήκασι λόγους. Ὁ μὲν γὰρ μακάριος Ἡσαΐας, Ἐπλάτυνε, φησὶν, ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, μὴ διαλιπεῖν. Οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ· ἀφορήτῳ δὲ ὥσπερ πλεονεξίᾳ κατηχθισμένοι τῇ τοῦ καθ' ἡμῶν τυραννήσαντος Σατανᾶ, κατέβαινον μὲν εἰς ᾄδου, κατὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν οἱ δείλαιοι, χανδὸν τοῦ θανάτου καταπίνοντος, καὶ καταποιμαίνοντος ὥσπερ ἡμᾶς εἰς τοῦτο τῆς ἁμαρτίας εὑρετοῦ. Καὶ γοῦν οὐκ ἀδακρυτὶ, καθάπερ ἔφην ἀρτίως,

Genesis Book 5 (Jacob continued) rem early§gen-b5-rem-early

gen-b5-rem-earlyRem early: Further Jacob episodes as types for the Church’s course.

Greek · §gen-b5-rem-early

τῆς τοιᾶσδε συμφορᾶς διεμέμνητο καὶ αὐτὸς ὁ θεσπέσιος ∆αβίδ. Ἔφη δὲ οὕτω περὶ ἡμῶν, ποτὲ μέν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς· ὁτὲ δὲ πόλιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τὰ Χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ταύτῃτοι καὶ οὐ μέχρι παντὸς ὑπὸ τῷ θανάτῳ μεμενήκαμεν. Πέπομφε γὰρ ἡμῖν ἐξ οὐρανοῦ ὁ Θεὸς καὶ Πατὴρ ποιμένα τὸν ἀγαθὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· οὐκ εἰς ᾅδου ποιμαίνοντα τοὺς ὑπ' αὐτὸν γενομένους, ἀλλ' εἰς ἀφθαρσίαν καὶ ζωὴν ἀποφέροντα. Κατανέμει γὰρ ἐν κρίνοις, καὶ ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὸ γεγραμμένον· πόαν ἡμῖν παρατιθεὶς τὴν πνευματικὴν, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταμεθύσκων νάμασι, καὶ ἐγκάρπους ἀποτελῶν, καὶ πρός γε δὴ τούτοις, εἰς πληθὺν ἀμέτρητον κατευρύνει λαῶν. Καί μοι πάλιν ὡς ἐν σκιαῖς κατίδοι τις ἂν, ὅπερ ἔφην, τὸν θεσπέσιον Ἰακὼβ, καὶ τὰ ἐπ' αὐτῷ γεγραμμένα παρατιθέντος τοῦ λόγου, καὶ τῆς ἱστορίας τὸ δοκοῦν εἶναί πως ἀσυμφανὲς ὡς ἔνι καταλευκαίνοντος. Γέγραπται τοίνυν ὡδί· Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου, καὶ εἰς τὴν γῆν μου· ἀπόδος μοι τὰς γυναῖκάς μου, καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω. Σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι· καὶ ὅσα ἦν κτήνη σου μετ' ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος. Καὶ ηὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου. Νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Καὶ εἶπεν αὐτῷ Λάβαν· Τί σοι δώσω; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐδέν. Ἐὰν ποιήσῃς μοι τὸ 69.229 ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου σήμερον καὶ φυλάξω. Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον ποικίλον καὶ περκνόν· καὶ πᾶν βόσκημα φαιὸν ἐν τοῖς ἄρνεσι. Καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθὸς, καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἔστιν ὁ μισθός μου ἐνώπιόν σου. Πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν ἢ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνεσι, κεκλεμμένον ἔσται παρ' ἐμοί. Εἶπε δὲ αὐτῷ Λάβαν· Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνεσι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ, καὶ ἀπέστησε ὁδὸν τριῶν ἡμερῶν, ἀνὰ μέσον αὐτῶν, καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμαινε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. ∆εῖ δὴ πάλιν ἡμᾶς ὡς ἐν βραχέσι συνενεγκεῖν τῆς ἱστορίας τὸ πλάτος· προσεπε

Genesis Book 5 (Jacob continued) rem mid§gen-b5-rem-mid

gen-b5-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §gen-b5-rem-mid

ὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Καὶ τοῦτο ἦν ἄρα τὸ, Ἀφεῖλεν ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Αἱ δὲ σεμναὶ τοῦ Σωτῆρος νύμφαι κατακολουθεῖν μὲν ἑτοίμως ἐπαγγέλλονται· πεπράσθαι δὲ ὥσπερ αὐτῷ παρὰ 69.248 τοῦ κόσμου φασίν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὰς Ἐκκλησίας ὁ Ἐμμανουὴλ, καὶ ἠλλοτρίωνται τοῦ πάλαι πατρός. Λόγος γὰρ αὐταῖς κοινωνίας ἢ μερίδος οὐδείς ἐστι πρὸς κόσμον, ἐξ οὗ καὶ κέκληνται. Πλοῦτος δὲ μᾶλλον αὐταῖς καὶ τοῖς τέκνοις αὐτῶν ὁ ὑπὲρ νοῦν καὶ λόγον· αὐτὸς ἡ μερὶς καὶ ὁ κλῆρος, δόξα τε καὶ καύχημα, καὶ πᾶν ὁτιοῦν τῶν τελούντων εἰς λαμπρότητα καὶ εὐημερίαν. Σκυθρωπάζει μὲν οὖν ὁ κόσμος ὁμοῦ τοῖς ἰδίοις τέκνοις ἐπὶ Χριστῷ, καὶ τῷ τῆς βασκανίας δαπανᾶται πυρὶ, προήκοντα δόξης εἰς τοῦτο βλέπων ὡς ὅλην ὑφ' ἑαυτῷ ποιήσασθαι τὴν ὑπ' οὐρανὸν, καὶ κατακρατῆσαι τῶν ἐπὶ τῆς γῆς. Ὅτι δὲ τονθορυσμῶν ἐπέκεινα, καὶ λοιδοριῶν τὰ τῆς μανίας αὐτῷ παρατείνεται, καὶ διώκει, καὶ φονᾷ, καὶ ὅσον εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τῇ τοῦ Σωτῆρος ἀναφέρεται δόξῃ, καὶ ταῖς ὑπ' αὐτοῦ Ἐκκλησίαις, καὶ τοῖς αὐτοῦ τέκνοις, τουτέστι, τῇ τῶν πιστευόντων πληθύϊ καταφωρᾶται πολεμιώτατος, ἀταλαίπωρον ἰδεῖν τοῦτο μαθεῖν ἑλομένοις διὰ τῶν ἐφεξῆς· Ἀναστὰς γὰρ, φησὶ, Ἰακὼβ, ἔλαβε τὰς γυναῖκας αὐτοῦ, καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους, καὶ ἐπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, καὶ ἀπῆλθε πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ ἐν γῇ Χαναάν. Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς· ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀπεδίδρασκε. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ τρίτῃ ἡμέρᾳ ὅτι ἀπέδρα Ἰακώβ. Καὶ παραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μετ' αὐτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ, καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ' ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Φύλαξαι σεαυτὸν τοῦ μὴ λαλῆσαι πρὸς Ἰακὼβ πονηρά. Καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει. Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. Περιτυγχάνει μὲν οὖν ὁ Λάβαν, ἐπαιτιᾶται δὲ λίαν τὸν θεσπέσιον Ἰακὼβ, ὅτι λεληθότως ἀπέδρα, μονονουχὶ κεκλοφὼς τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς ἐν οἴκῳ θεούς. Ἔφη γὰρ ὡδί· Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας, φησὶ, τοὺς θεούς μου; Ἀλλ' οὐκ ᾔδει, φησὶν, Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴαὐτοῦ ἔκλεψε

Genesis Book 5 (Jacob continued) rem close CLOSEOUT§gen-b5-rem-close

gen-b5-rem-closeRem CLOSEOUT: Genesis Book 5 CLOSEOUT.

Greek · §gen-b5-rem-close

α σωτηρίας, καθ' ἣν δηλονότι καὶ σεσώσμεθα, Χριστοῦ καλοῦντος εἰς τοῦτο. Ὡς γὰρ ὁ σοφὸς εἴρηκε μαθητής· Οὐκ ἔστιν ὄνομα ἕτερον ὑπὸ τὸν οὐρανὸν, τὸ δεδομένον ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Πεύσῃ δὲ λέγοντος καὶ Ἱερεμίου σαφῶς· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ ∆αβὶδ ἀνατολὴν δικαίαν· βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθότως. Καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδὲκ, ἐν τοῖς προφήταις. Βεβασίλευκε γὰρ ἐφ' ἡμᾶς δίκαιος βασιλεὺς ὁ Χριστὸς, κρῖμα πεποίηκε καὶ δικαιοσύνην, ἀπαλλάξας ἁμαρτιῶν τοὺς ἠπατημένους, καὶ καταδικάσας τὸν ἐχθρὸν τοῦ πλεονεκτήσαντος Σατανᾶ. Τοὔνομα δὲ αὐτῷ Ἰωσεδὲκ, τουτέστι, δικαιοσύνη Θεοῦ. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ οὐκ ἐξ ἔργων δικαιοσύνης ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Θεὸς καὶ Πατήρ· Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ τὸ ἔλεός μου ἀποκαλυφθήσεται. Ἔλεος γὰρ καὶ δικαιοσύνη γέγονεν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Χριστὸς, ὃν αὐτῷ δὴ τούτῳ τῷ ὀνόματι καὶ ὁ λαμπρὸς τῶν ἁγίων ἀπεκάλει χορός. Ὁ μὲν γὰρ μακάριος Σαμουὴλ, ὁ διαβόητος ἐν προφήταις, προσελάλει τοῖς ἐξ Ἰσραὴλ, λέγων· Καὶ ἰδοὺ, ἐγὼ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. Ἰδοὺ ἐγὼ, ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον Κυρίου, καὶ ἐνώπιον Χριστοῦ αὐτοῦ. Καὶ πάλιν· Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐδέν. Σαφεστέρως δὲ καὶ ὁ μακάριος ∆αβὶδ τὰς τῶν Ἰουδαίων ἀπονοίας, καὶ τὸ ἀχάλινον θράσος τὸ κατὰ Χριστοῦ, καὶ τὸ εἰκαῖον ἐν σκέμμασι, καὶ μειρακιῶδες ἐν λογισμοῖς, μονονουχὶ καὶ καταιτιᾶται λέγων· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Κενὰ γὰρ ὄντως τὰ τῆς Ἰουδαίων ἀμαθίας κατὰ Χριστοῦ βουλεύματα. Οὐ γὰρ ἂν ἀπέθανεν ἡ ζωὴ, οὐδ' ἐν ταῖς ᾅδου πύλαις γέγονε κάτοχος, ὁ καὶ τοῖς κάτω πνεύμασιν εἰπών· Ἐξέλθητε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Κατεθρήνει 69.268 δὲ καὶ τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἱερεμίας, ὡς ἀνοσίαν, ὡς Κυριοκτόνον, ὡς βέβηλον, ὡς ἀχάριστον. Ἔφη γὰρ οὕτω· Πνεῦμα πρὸ προσώπου ἡμῶν, Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὖ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσι. ∆έον γὰρ ἑλέσθαι τὴν διὰ πίστεως χάριν, ὡς ὁδὸν σωτήριον, θεομαχοῦντες ἡλίσκοντο. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Γενεσιουργὸς, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καθιεὶς ἑαυτὸν εἰς κένωσιν, κέχρισται παρὰ τ

Glaphyra Genesis Book 6 (Joseph) opening§gen-b6-open

gen-b6-openGenesis Book 6 (Joseph).

Joseph’s story as type of Christ rejected and exalted.

Greek · §gen-b6-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ς ʹ. Περὶ τοῦ Ἰωσήφ. αʹ. Μέγα μὲν ὁμολογουμένως τὸ τῆς εὐσεβείας μυστήριον, τουτέστι Χριστὸς, βαθὺς δὲ δὴ λίαν ὁ ἐπ' αὐτῷ λόγος, καὶ ὁ τῆς μετὰ σαρκὸς οἰκονομίας σκοπός. Ἀλλ' εἴη μὲν ἂν ἥκιστά γε τοῖς ἐθέλουσιν ἀπλῶς, γένοιτο δ' ἂν τοῖς ἀρτίφροσιν οὐκ ἀνιδρωτὶ 69.285 συμφανής· ἐπεί τοι τῇ θείᾳ καταλαμπόμενοι χάριτι, σοφοὶ καὶ ἀγχίνοοι, νομικῶν τε καὶ προφητικῶν συγγραμμάτων εἰσὶν ἐπιστήμονες. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος, ὁ προὔχων ἐν μαθηταῖς, καὶ τῶν ἄλλων ὑπερκείμενος, ὡμολόγει μὲν τὴν πίστιν ὀρθῶς· ἤκουε δὲ παρὰ Χριστοῦ· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Μυσταγωγεῖ γὰρ ἡμᾶς ὁ Θεὸς καὶ Πατὴρ τὸν ἐφ' Υἱῷ λόγον· ἀνασώζει τε οὕτω λοιπὸν ὡς Σωτῆρι καὶ Λυτρωτῇ προσκομίζων αὐτῷ. Οὐδεὶς γὰρ ἔρχεται πρός με, φησὶν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Ἵνα τοίνυν διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς ἁγίας Γραφῆς τὸν ἐπ' αὐτῷ συνιέντες λόγον, καὶ ἀπλανῆ τὴν πίστιν συλλέγοντες, μὴ ταῖς ἐπαράτοις διψυχίαις σειομένην ὥσπερ καὶ καταμεθύουσαν ἔχωμεν τὴν καρδίαν· μηδὲ τοῖς ἐξ ἀμαθίας περιπίπτοντες κλόνοις· λοιπὸν ἀκούωμεν λέγοντος Θεοῦ διὰ φωνῆς προφητῶν· Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ ηὐδόκησεν ἐν αὐτοῖς. Ταύτῃτοι διὰ μυρίων ὅσων εἰκόνων ἡμᾶς ἐμπεδοῖ πρὸς τὴν ἀλήθειαν, καὶ τὴν ἐπ' αὐτῷ πίστιν χρησίμως προκατεβάλετο τὰ κατὰ καιρὸν συμβαίνοντα, λαμπρὰς ὥσπερ ἀνατιθεὶς τῆς ἐπ' αὐτῷ γνώσεως εἰκόνας. Ἴδωμεν τοίνυν καὶ ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἰωσὴφ, εἰ μὴ, ὅπερ ἔφην, ἀληθὲς ἂν εἴη πάλιν. Ἔχει δὲ οὕτως τὰ ἐπ' αὐτῷ· Αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν γεγονὼς, ποιμαίνων ἧν μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα, νέος ὢν, μετὰ τῶν υἱῶν Βάλλας, καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ. Κατήνεγκε δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ. Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτ

Genesis Book 6 (Joseph) rem early§gen-b6-rem-early

gen-b6-rem-earlyRem early: Joseph’s story as type of Christ rejected and exalted.

Greek · §gen-b6-rem-early

οῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. βʹ. Πεποίηται μὲν γὰρ ὁ τοῦ βιβλίου συγγραφεὺς, τῶν ἐξ Ἡσαῦ γεγονότων ἀπαρίθμησιν ἀκριβῆ. Τίνες γὰρ τίνων ἐξέφυσαν, καὶ ὅποι ποτὲ γῆς ἕκαστοι αὐτῶν κατῳκήκασι, καὶ τὴν κατὰ τίνων διέλαχον ἀρχὴν, τὸ ἱερὸν ἡμᾶς ἐδίδαξε Γράμμα· γενναῖόν γε μὴν οὐδὲν, ἀλλ' οὐδὲ μνήμης ἄξιον πεπραχότος τινός. Μονονουχὶ δὲ παρανήχεται τοὺς ὠνομασμένους ὁ λόγος, καταίρει δὲ ὥσπερ ἐπὶ τὸν θεσπέσιον Ἰωσήφ· καὶ τοὺς ἐξ αἵματος Ἰακὼβ λαμπρὸν ποιεῖται διήγημα. Νεώτατος μὲν οὖν τῶν ἄλλων ὁ Ἰωσὴφ (ἑπτακαίδεκα γὰρ ἦν ἐτῶν), ἱδρῶτός γε μὴν οὐκ ἠμέλει ποιμενικοῦ· τοῖς δὲ ἄλλοις ἀδελφοῖς ἀναμὶξ τῶν ἴσων ἥπτετο σπουδασμάτων, οὐ τὴν τοῖς ἐν ἥβῃ θυμηρεστάτην καὶ ἀεί πως προσφιλῆ ῥᾳστώνην τετιμηκώς· οὐ τὴν πρόωρον τοῦ βίου φροντίδα παραιτούμενος, οὐδὲ τὸ ἀνεῖσθαι μᾶλλον ἠγαπηκὼς, ἅτε δὴ καὶ ἐν μειρακίοις ἔτι τελῶν· ἀλλ' οἷα πρεσβύτης, ἐν εὐδίᾳ μὲν ἤδη λογισμῶν γεγονὼς, καὶ τὸν νοῦν ἔχων εὖ βεβηκότα· πολιῷ τε τῷ λόγῳ χρώμενος, καὶ τῆς ἐσομένης λαμπρότητος προαναφαίνων τὸ κάλλος, ἐθαυ 69.288 μάζετο μὲν εἰκότως παρά γε τῷ μακαρίῳ καὶ φιλοστόργῳ πατρὶ, ἀγάπης τε καὶ φειδοῦς διαφερόντως ἠξιοῦτο. Ἧν γὰρ αὐτῷ, φησὶ, καὶ γήρως υἱός. Καὶ τί τοῦτό ἐστι; Τὰς ἐν ἡμῖν διαθέσεις ὁ λόγος ἡμῖν πολυπραγμονεῖ. Αἱ μὲν γὰρ ἐπὶ παισὶ τῶν γεγεννηκότων φιλοστοργίαι, ἴσαι τε εἰς ἅπαν παρά γέ τισι, καὶ κατ' οὐδένα τρόπον ἐν μείοσι. Πλεονεκτεῖ δὲ πολλάκις καὶ καταβιάζεται τὸν νοῦν ἡ φύσις, ἀπονεῖμαί τι βραχὺ παρὰ τοὺς ἄλλους συμπείθουσα τοῖς καταδεεστέροις, ἅτε δὴ καὶ ὑπάρχουσιν ἐν χρεία φειδοῦς τῆς προὐργιαιτέρας. Ἄλλως τε πολλῶν ἔσθ' ὅτε γεγεννημένων, καταλήγει πως, καὶ τῷ τελευταίῳ λοιπὸν ἐνορμίζεται τῆς ἀγάπης τὸ περιττὸν, τὴν ἐπὶ τοῖς προλαβοῦσι φιλοστοργίαν, τοῦ μετ' αὐτοὺς εἰς ἑαυτόν πως ἁρπάζοντος. Φιλόκαινος γὰρ ὁ ἀνθρώπινος νοῦς, καὶ τῶν μὲν ἤδη προγεγονότων τὸν κόρον οὐκ ἀποσείεται· τῶν δὲ οὔπω παρόντων, ἢ καὶ ἀρτίως πεπορισμένων μεταποιεῖται λίαν, καὶ ἀκμαιοτέραν ἐπ' αὐτοῖς τὴν ἐπιθυμίαν εἰσδέχεται. Ἠγάπα τοίνυν παρὰ τοὺς ἄλλους τὸν Ἰωσὴφ ὁ θεσπέσιος Ἰακὼβ, Ὅτι γήρως υἱὸς ἦν αὐτῷ. Ἰστέον δὲὅτι, καίτοι τὴν Λείαν προεισοικισάμενος ἐν Χαῤῥὰν, ἠγάπησε τὴν Ῥαχὴλ, ἢ τὸν Ἰωσὴφ ἐκτέτοκε, καὶ τελευτῶσα τὸν Βενιαμίν. Πρὸς δὴ τοῦτό φαμεν, ὅτι ἄμφω μὲν ἤστην γήρως υἱώ. Τὸ δέ γε τοῦ Ἰωσὴφ πρὸς πᾶν ὁτιοῦν εὐφυὲς οὐκ ἴσον ἐφ' ἅπασιν· ἑτεροκλινῆ δὲ ὥσπερ καὶ ἐπ' αὐτὸν νενευκότα παρέδειξε τὸν πρεσβύτην. ∆ιελογίζετο γάρ που, κατὰ τὸ εἰκὸς, ὡς ἔσται λαμπρὸς καὶ ἀοίδιμος. Καὶ ὁ τῶν τῆς νεότητος σκιρτημάτων οὐ πεφροντικὼς, εἰς ἄνδρα ἤδη τελῶν, πῶς οὐκ ἂν γένοιτο τ

Genesis Book 6 (Joseph) rem mid§gen-b6-rem-mid

gen-b6-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §gen-b6-rem-mid

ποικιλότροπόν τινα κατημφιέσθαι δόξαν. Τεθαύμαστο γὰρ κατὰ πολλοὺς, οἶμαι, τρόπους· τοῦτο μὲν ὡς ζωοποιὸς, τοῦτο δὲ ὡς φῶς καὶ καταφωτίζειν οἷός τε τοὺς ἐν σκότῳ, ὡς λεπροὺς καθαρίζων, καὶ νεκροὺς κἂν ἤδη δυσωδοῦντας ῥᾷστα ἐγείρων, ὡς θαλάσσαις ἐπιτιμῶν, καὶ αὐτοῖς ἐπ' ἐξουσίας ἐποχούμενος κύμασι. Καὶ γοῦν ἤδη πως Ἰουδαῖοι διηπορηκότες, καὶ τῷ τῆς βασκανίας πυρὶ λοιπὸν ἀφορήτως κατατρυχόμενοι, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιοῦμεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ. Αἴνιγμα δὴ οὖν ὁ παμποίκιλος ἡμῖν χιτών ἐστι τῆς πολυειδοῦς εὐκλείας, ἢν ὁ Θεὸς καὶ Πατὴρ περιθεῖναι λέγεται τῷ Υἱῷ καθ' ἡμᾶς γενομένῳ διὰ τὸ ἀνθρώπινον. Ἐπεὶ τό γε ἧκον εἰς ἰδίαν φύσιν, αὐτός ἐστιν ὁ 69.304 τῆς δόξης Κύριος· κἂν εἰ λέγοι τυχὸν οἰκονομικῶς διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Παρεθήγοντο δὴ οὖν εἰς λύπας οἱ ἐκ θεραπαινῶν, ἐφ' οἷς ἔφην ἀρτίως. Καὶ πρός γε δὴ τούτοις, ὕποπτοι γεγόνασι διὰ τὴν τῶν ἐνυπνίων ἀφήγησιν. Προαναμανθάνοντες γὰρ, ὡς αὐτοὶ μὲν ἔσονται κατὰ καιροὺς ὑπὸ πόδας, καὶ προσκυνηταί· ὁ δὲ λίαν δὴ ὑπερκείσεται, καὶ εἰς τοῦτο δόξης ἀναδραμεῖται λοιπὸν, ὡς καὶ αὐτοῖς γενέσθαι προσκυνητὸν τοῖς γεγεννηκόσιν· ἐπέτριζον ἤδη τοὺς ὀδόντας αὐτῶν, καὶ τὰς ἐπὶ τὸ χρῆναι φονᾷν εἰσεδέχοντο γνώμας. Παρωξύνοντο δὲ καὶ οἱ Ἰουδαῖοι, καὶ λελύπηντο οὐ μικρῶς, μανθάνοντες ὅτι καὶ αὐτοὺς ὑπερκείσεται τοὺς ἁγίους Πατέρας ὁ Ἐμμανουὴλ, καὶ προσκυνητὸς ἔσται παντὶ τῷ λαῷ, μᾶλλον δὲ ἁπάσῃ τῇ γῇ. Καὶ τοῦτο συνιέντες ἔφασκον· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ· καίτοι τοῦ μακαρίου ∆αβὶδ ἀναφανδὸν λέγοντος ἐνηνθρωπηκότι τῷ Μονογενεῖ· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε· ἄλλοτε δ' αὖ καὶ αὐτῶν τῶν ἐξ Ἰσραὴλ τὸν ἐπὶ Χριστῷ φθόνον καὶ τὴν ἀνοσίαν ὀργὴν καταφανῆ τιθέντος καὶ λέγοντος· Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Ἀποχρώντως δὴ οὖν τὸν ἀπηνῆ καὶ ἀτίθασσον τῶν Ἰουδαίων καταδείξαντες φθόνον, ἐπὶ καιροῦ λέγωμεν τὰ δύσοιστά τε καὶ μιαιφόνα τολμήματα, πανταχῆ τὸν τῆς ἱστορίας παραθλίβοντες λόγον, καὶ εἰς αὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀναθέοντες τὸν σκοπόν. Ἀνακομίζει γὰρ αὖθις εἰς τοῦτο ἡμᾶς ὁ λόγος. εʹ. Ἰέναι μὲν γὰρ ἐν Σιχὲμ τὸν θεσπέσιον Ἰωσὴφ τὸ τοῦ πατρὸς ἀναπείθει πρόσταγμα, εἴπερ εἰσὶν ἐν εὐρωστίαις, καὶ ὅποι ποτὲ καὶ τίνα δὴ τρόπον διαποιμαίνουσιν ἐποπτεύσηται τοὺς ἀδελφούς. Ὁ δὲ ἄπεισι μὲν, εὑρίσκει δὲ μόλις, ἥκιστα μὲν ἐν Σιχὲμ, κατοιχομένους δὲ μᾶλλον εἰς ∆οθαΐμ. Ὡς δὲ δὴ προσιόντα τεθέανται, πικρὸν καὶ ἀπηχθημένον μειδιῶσι, λέγοντες· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος

Genesis Book 6 (Joseph) rem close CLOSEOUT§gen-b6-rem-close

gen-b6-rem-closeRem CLOSEOUT: Genesis Book 6 CLOSEOUT.

Greek · §gen-b6-rem-close

τον ἡμερότητα κατελεήσει Θεὸς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· καρποφορήσει δὲ καὶ αὐτὴ τὰ Χριστοῦ γνωρίσματα. Κατόπιν δὲ ὅτι βαδιεῖται τῶν ἐθνῶν, δι' αὐτῶν οὐδὲν ἧττον τῶν γεγραμμένων εἰσόμεθα. Ἀναβεβηκὼς γὰρ Ἰούδας κεῖραι τὰ πρόβατα αὐτοῦ, ὀδοῦ πάρεργον τὴν πρὸς αὐτὴν ἐποιεῖτο σύνοδον· 69.320 ῥάβδον δὲ, καὶ δακτύλιον, καὶ ὁρμίσκον αὐτὴν ἐφίησιν ἔχειν, ἀποστέλλειν καὶ ἔριφον ὑπισχνούμενος. Ἱδίαν γὰρ ὥσπερ καὶ ἀναγκαιοτάτην ἔχων φροντίδα Χριστὸς τὸ δέχεσθαι τοὺς καρποὺς τῆς λογικῆς ἀγέλης, δῆλον δὲ ὅτι τῶν πεπιστευκότων καὶ ἡγιασμένων ἐν πνεύματι, παροδικὴν ὥσπερ τινὰ καὶ οὐχὶ πάντως ἐσπουδασμένην ποιήσεται κατὰ καιροὺς τὴν πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν ἐν πνεύματι κοινωνίαν· ἔγκαρπον δὲ ὥσπερ ἀποφανεῖ, τὴν παρ' αὐτοῦ σοφίαν ὠδίνουσαν. Παραθήσεται δὲ ὥσπερ ἑαυτὸν αὐτῇ, καθάπερ καὶ ἡμῖν αὐτοῖς, ὡς ῥάβδον δυνάμεως, ὡς εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ καὶ Πατρὸς (τοῦτο γὰρ ὁ δακτύλιος), ὡς ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸν ὁρμίσκον. Σκεῦος γὰρ ἅπαν τὸ τελοῦν εἰς κόσμημα, κάλλους ἂν νοοῖτο σημεῖον. Ἀποστέλλει δὲ αὐτῇ καὶ τὸν ἔριφον, τουτέστι, τῶν ἡμαρτημένων χαριεῖται τὴν ἄφεσιν. Ἔριφος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο, καὶ πλημμελημάτων ἄφεσιν ὑπαινίττεται. Σώζεται δὲ ἡ Θάμαρ, καίτοι ψῆφον λαβοῦσα θανάτου, καὶ ποιναῖς ταῖς ἐσχάταις ὑπενηνεγμένη λοιπόν. Καταδεδίκαστο γὰρ ἡ Θάμαρ ὡς πεπορνευμένη. Σώζεται δὲ ὅμως· ὑπέδειξε γὰρ τὴν ῥάβδον, τὸν δακτύλιόν τε καὶ τὸν ὁρμίσκον. ∆ιωμολόγηκέ τε σαφῶς ὡς κεκυοφόρηκεν ἐξ Ἰούδα, καὶ τὸν αὐτοῦ καρπὸν ἔχοι. Ἀπαλλάξει δὲ καὶ αὐτὴν τοῦ κολάζεσθαι δεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν κατὰ καιροὺς ὁ Χριστὸς, τῆς πρὸς αὐτὸν κοινωνίας τὰ σύμβολα φέρουσαν, καὶ ὅτι κεκυοφόρηκε τὰ αὐτοῦ δεικνύουσαν ἐναργῶς. Οὕτω γάρ που καὶ αὐτοί φασιν, οἱ διὰ τῆς εἰς Χριστὸν πίστεως εὐδοκιμεῖν ᾑρημένοι· ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς. Θάμαρ δὲ ξυνωρίδα βρεφῶν ὠδίνουσα, πρὸς αὐτῷ γέγονε τῷ τόκῳ λοιπόν. Εἶτα καθίησι μὲν ὁ πρωτότοκος τὴν χεῖρα· συνενεγκόντος δὲ αὖ πρὸς τὸ ἀνόπιν αὐτὴν, καίτοι σπαρτίον ἤδη λαβοῦσαν τὸ κόκκινον, προεκθρώσκει τὸ δεύτερον, οἷά τινος φραγμοῦ διακεκομμένου, εἶτα κάτεισιν ὁ πρῶτος, λοῖσθος. Γένοιτο δ' ἂν καὶ τοῦτο σημεῖον οὐκ ἀσυμφανὲς ἡμῖν τοῦ προκεκλῆσθαι τὰ ἔθνη τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ἑλεῖν τοὺς ἐν ὑστέροις καιροῖς ἐκτετιμημένους. Ἕψεται δὲ ὅτι καὶ αὐτὸς, οὐκ ἀμφίλογον, τὴν Χριστοῦ θυσίαν καταδεξάμενος· αἵματος γὰρ τοῦ ἁγίου τύπος ἂν εἴη τὸ κόκκινον. Τίς οὖν ἄρα ἐστὶν ὁ τὸ

Glaphyra Genesis Book 7 (patriarchal blessings) opening§gen-b7-open

gen-b7-openGenesis Book 7 (patriarchal blessings).

Blessings of the twelve patriarchs toward Christ.

Greek · §gen-b7-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζʹ. Περὶ τῆς εὐλογίας τῶν ιβʹ πατριαρχῶν. Σκοπὸς μὲν τῷ λόγῳ τὸ ἀφηγήσασθαι δεῖν τῶν εἰρημένων ἕκαστα παρὰ τοῦ προπάτορος Ἰακὼβ τῶν ἐκβησομένων κατὰ καιροὺς ἐπὶ τοῖς ἐξ αὐτοῦ γεγονόσιν υἱοῖς. Προδιαμαρτύρεται δὲ ὥσπερ ἐκεῖνο σαφῶς ὡς δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, αἰνιγματώδης δὲ καὶ ἀσυμφανὴς τὴν δήλωσιν. Μέμικται δὲ τῷ τῆς εὐλογίας τρόπῳ, τὸ μὴ οὕτως ἔχον, καὶ τὸ ἔτι τούτων δυσεφικτότερον. Ἐπαγγέλλεται μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ προαγορεύειν τοῖς τέκνοις τὰ ἐν ἐσχάτοις· ποιεῖταί γε μὴν τῶν παρῳχηκότων τὴν μνήμην, καὶ πλημμέλειαν ἀναμετρεῖ, πρώτην μὲν τὴν τοῦ Ῥουβεὶμ, εἶτα γείτονα εὐθὺς καὶ μετ' ἐκείνην, τὴν Συμεὼν καὶ Λευΐ. Εἶτα τίς ὁ φάναι θαῤῥῶν, ὡς εὐλογίας τισὶν ἔσται τρόπος, ἡ τῶν ἤδη προεπταισμένων ἀνάμνησις, καὶ οὐκ ἂν νοοῖτο ψευδοεπὴς, καὶ τοῦ καθήκοντος ἐξώκειλε νοῦ; Βαθὺς οὖν ἄρα καὶ οὐ λίαν ἐκκείμενος τοῖς ἑλεῖν ἐθέλουσιν ὁ ἐπὶ τῷδε λόγος. Τί οὖν ἄρα φαμὲν τὴν ἐνδεχομένην τοῖς προκειμένοις; Ἢ καὶ συλλήβδην εἰπεῖν παντὸς τοῦ γένους, ἤτοι τῶν ἑκάστοις φυλῆς τύπον, ὁποῖός τις ἔσται κατὰ καιροὺς, καὶ καταῤῥηθήσεται μὲν ἐπί τισιν, εὐδοκιμήσει δὲ ὅπως, ἢ καὶ ἐν τίσιν ἔσται τυχὸν, καὶ ὅποιπερ ἂν τὰ κατ' αὐτὴν ἐκτελευτήσειεν· εἰσκομιεῖ που πάντως ἡμῖν τῆς προφητείας ἡ ἀφήγησις. Ἄθρει δὲ ὅπως οἶς μὲν ἀπὸ τῶν ἤδη γεγενημένων τὰ ἐν ὑστέροις ἐσόμενα ζωγραφεῖ, ἑτέροις δὲ αὖ τὴν τῶν ὀνομάτων ἀφήγησιν, ἤτοι τὴν ἑρμηνείαν, μήνυσιν ὥσπερ τινὰ ποιεῖται τῶν ἐσομένων, καὶ σαφῆ προανάδειξιν. Γέγραπται τοίνυν ὡδί· Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε· Συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Περὶ Ῥουβείμ. Ῥουβεὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ 69.337 ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρῶς αὐθάδης. Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Κέκλοφε μὲν οὖν τὸν τοῦ πατρὸς γάμον ὁ Ῥουβείμ· ἥλω τε οὐκ ἀσυμφανῶς, δεδρακὼς ἃ μὴ

Genesis Book 7 (patriarchal blessings) rem early§gen-b7-rem-early

gen-b7-rem-earlyRem early: Blessings of the twelve patriarchs toward Christ.

Greek · §gen-b7-rem-early

θέμις, καὶ ὡς πονηρὸν τὸ χρῆμα καὶ αὐταῖς ταῖς ἐξ Ἰακὼβ κατεδικάζετο ψήφοις. Πονηρὸν γὰρ, φησὶν, ἐφάνη ἐνώπιον Ἰακώβ. Ἀλλ' οὔ τι που τὸ ἤδη παρῳχηκὸς ὡς ἐν ἐσχάτοις ἔσται καιροῖς ὑποτοπήσειεν ἂν οἶμαί τις. Ἠλίθιον γὰρ κομιδῇ τὸ τῇδε νοεῖν. Μεταπλάττοντες δὲ ὥσπερ τῆς πλημμελείας τὸν τύπον, ἐπί τι τῶν ἐοικότων, τὴν τοῦ πρωτοτόκου λαοῦ, φημὶ δὴ τοῦ Ἰσραὴλ, ἁμαρτίαν ὀψόμεθα· γύναιον μὲν γὰρ οἷά τι τὴν ἐξ Αἰγύπτου συναγωγὴν προσηγάγετο ὁ Θεὸς, διά τοι τῆς κατὰ νόμον νοητῆς κοινωνίας. Προσίετο γὰρ, καὶ ἠξίου μὲν οἰκειότητος. ἔγκαρπόν τε οὕτω καὶ τέκνων ἐτίθει μητέρα, μονονουχὶ νυμφαγωγοῦντος αὐτὴν τοῦ πανσόφου Μωσέως, καὶ τῆς συναφείας τὸν τρόπον μεσολαβούντων ἀγγέλων. Ἀλλ' ἡ πρὸς τοῦτο παρὰ Θεοῦ παρενεχθεῖσα Συναγωγὴ τὸν τῆς γνησιότητος ἐλύπει νόμον, συναπτομένη τρόπον τινὰ τοῖς τοῦ γεγαμηκότος υἱοῖς, καὶ ὑπ' αὐτοῖς πορνεύουσα, καὶ καρποφοροῦσα μὲν οὐκέτι τῷ διὰ νόμου συνῳκηκότι, ὑποφέρουσα δὲ μᾶλλον τὸν ἴδιον νοῦν τοῖς ἑτέρων σπερματισμοῖς, δῆλον δὲ ὅτι νοητοῖς καὶ τοῖς κατὰ μάθησιν λέγω. Ἀτιμάζουσα γὰρ ὡς ἕωλον τὸ προκεῖσθαι Θεῷ, πρὸς ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων ἐτράπετο, καὶ μαθημάτων τῶν ἄνωθεν ἀλογήσασα, τὸ δοκοῦν ἁπλῶς ἐποιεῖτο νόμον. Τοιγάρτοι καὶ ὁ προφήτης Ἡσαΐας, Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἐκοιμήθη μὲν γὰρ παρ' αὐτῇ, καὶ κατέλυσεν ἡ δικαιοσύνη, τουτέστι Θεός. Ἀλλ' εἰσεδέξατο φονευτὰς, μοιχωμένους, καὶ φθόρους, τοὺς ἀργύριον αὐτῇ διδόντας ἀδόκιμον, καὶ ἀναμιγνύντας τὸν οἶνον ὕδατι. Ἀδόκιμος γὰρ ἀληθῶς ὁ λόγος τῶν ἀναπειθόντων αὐτὴν ἑλέσθαι τιμᾷν διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. Κεκαπηλευμένη δὲ ὥσπερ καὶ τοῦ χείρονος οὐκ ἀσυμμιγὴς, ἡ παρ' ἐκείνων ἀφήγησις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ ἀναμεμίχθαι λέγειν τὸν οἶνον ὕδατι. Ὅτι δὲ τὸ χρῆμα τὸν τῶν ὅλων ἐλύπει Θεὸν, καὶ ὡς πεπορνευμένην εἰκότως κατῃτιᾶτο τὴν Ἱερουσαλὴμ, ἄκουε σαφῶς ὁτὲ μὲν λέγοντος διὰ τῆς Ἱερεμίου φωνῆς· Ἆρον εἰς εὐθεῖαν τὸν ὀφθαλμόν σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὅψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς σύνοικόν με ἐκάλεσας, καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· καὶ αὖθις ὁτὲ δὲ αὖ· Ἐὰν ἐξαποστέλλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ' αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; Οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ 69.340 ἐκείνη; Καὶ σὺ ἐξεπό

Genesis Book 7 (patriarchal blessings) rem mid§gen-b7-rem-mid

gen-b7-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §gen-b7-rem-mid

Ὅτι καὶ οἱ ἀδελφοί σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὖτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου. Ἐπισυνήχθησαν, μὴ πιστεύσῃς εἰς αὐτοὺς, ὅτι λαλήσουσι πρὸς σὲ κακά. Οἱ γὰρ πάλαι τοῖς ἄλλοις ὁμοῦ κατακεκραγότες αὐτοῦ, συνηνέχθησαν ἐν πίστει, χρηστὰ λελαλήκασι περὶ αὐτοῦ. Ἰάκωβος γοῦν ὁ μακάριος ταῖς δώδεκα φυλαῖς ἐπιστέλλει λέγων· Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος. Οὐκοῦν αἰνέσουσιν ὡς Θεὸν καὶ οἱ διὰ πίστεως καὶ ἁγιασμοῦ τοῦ διὰ πίστεως κεκλημένοι πρὸς ἀδελφότητα· προσκυνήσουσι δὲ οὐδὲν ἧττον καὶ οἱ τοῦ πατρὸς υἱοί. Πρόδηλον δὲ ὅτι οἱ προσκυνοῦντες αἰνέσουσι, καὶ οἱ τὸν αἶνον ὑφαίνοντες, οὐδὲν ἧττον ἔσονται προσκυνηταί. Καὶ γάρ ἐστι σκύμνος λέοντος ἐξ Ἰούδα Χριστὸς, Υἱὸς ὢν Θεοῦ πάντα ἰσχύοντος, ᾧ τὸ ἀμαχὶ πρόσεστι νικᾷν καὶ τὸ μόνῳ δύνασθαι καταπλήττειν λόγῳ τοὺς ἀνθεστηκότας· ὡς γάρ φησιν ὁ προφήτης· Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Σκύμνος οὖν λέοντος ὁ Χριστός· καθάπερ ἀπὸ βλαστοῦ καὶ ἐκ ῥίζης εὐγενοῦς ἀναφὺς, τῆς ἁγίας Παρθένου. Καὶ γάρ ἐστιν αὐτὸς ἡ τῆς δυνάμεως ῥάβδος, ἢν ἐκ Σιὼν ἡμῖν ἀπέστειλεν ὁ Θεὸς ἡ πάντας παρακαλοῦσα καὶ ἀνέχουσα βακτηρία, ἡ εὐθύτητός τε καὶ βασιλείας, ἡ ὀρθῶς μὲν καὶ πράως τὰς τῶν ἁγίων ἀγέλας διαποιμαίνουσα, συντρίβουσα δὲ καθάπερ σκεῦος κεραμέως τοὺς ὑπ' αὐτῷ νέμεσθαι μὴ ἀνεχομένους. Αὐτὸς ἡ ῥάβδος ἡ Ἀαρὼν, ἡ τόπον ἔχουσα τὴν θείαν σκηνὴν, καὶ εἰς τὰ Ἄγια τῶν ἁγίων εἰσενηνεγμένη, ἡ ἐξανθήσασα κάρυα· ὅπερ ἐστὶν ἀναστάσεως σύμβολον. Ξύλον γὰρ τὸ ἐκ καρύας, ἀϋπνίας ἐστί πως ἐμποιητικόν. Ἐκτετίμηται δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ἐν Ἐκκλησίαις Θεοῦ. ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Ἰακὼβ βλαστὸν ὀνομάσας, εὐθὺς διαμέμνηται τῶν ἐν τέλει τῆς οἰκονομίας, καί φησι· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, τουτέστιν, οὐκ ἀβούλητον ὑπέστης θάνατον, ἀλλὰ καί τοι πάντας ἑλεῖν ὡς λέων καὶ καταπτοῆσαι δυνάμενος, καὶ τῆς τῶν θηρευόντων ἐκδῦναι χειρὸς, ἐθελοντὴς ἀνεκλίθης, καὶ οὐ, καθάπερ ᾠήθησαν οἱ σταυροῦν ᾑρημένοι, θανάτῳ κατισχημένος, ἀλλ' οἷον ὕπνῳ χρησάμενος, καὶ καταμύσας βραχύ. Τίς οὖν αὐτὸν ἐγερεῖ; φησί. Ὅμοιον ὡς εἰ λέγοι, κατεκλίθη μὲν ἑκὼν, πλὴν οὐ τῆς παρ' ἑτέρου δεήσεται συνεργίας εἰς ἀνάστασιν. Παναλκὴς γὰρ αὐτὸς ὡς δύναμις τοῦ Πατρός· καὶ οὐκ ἀνικάνως ἔχων, εἴς γε τὸ δύνασθαι, καὶ μάλα ῥᾳδίως, τὸν ἑαυτοῦ ζωοποιῆσαι ναόν. Τοῦτό τοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις 69.356 ἐγερῶ αὐτόν. Ὅτι τοίνυν οὐδεὶς ἂν γένοιτο πρὸς τοῦτο αὐτῷ συνεργὸς, ἀρκέσει δὲ μόνος αὐτὸς ὡς ἰσχὺς τοῦ γεγεννηκότος, ὑποδηλώσειεν ἂν οὐκ ἀσυμφανῶς ὁ λόγος. Ἀλλὰ τίς δὴ ἄρα καὶ ὁ τῆς ἐπιδημίας ἔσται κα

Genesis Book 7 (patriarchal blessings) rem close CLOSEOUT§gen-b7-rem-close

gen-b7-rem-closeRem CLOSEOUT: Genesis Book 7 CLOSEOUT — Genesis Glaphyra arc sealed.

Greek · §gen-b7-rem-close

Θρόνοι τε καὶ Ἐξουσίαι, Ἀρχαὶ καὶ ∆υνάμεις, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσα κτίσις ἁγία καὶ λογικὴ, τροφὴν ποιεῖται Χριστόν. Καὶ ὡς ἂν νοεῖσθαι τὸ χρῆμα πρέποι. Ἀλλὰ καὶ τοῖς τῶν ἐπὶ γῆς ποιμνίων καθηγηταῖς διανέμει τροφὰς, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, τὴν τῶν θείων μυστηρίων ἀποκάλυψιν, τὴν ἀπάσης εἴδησιν ἀρετῆς, ἵνα καὶ αὐτοὶ τοὺς ὑπεζευγμένους ἀποτρέφοιεν λαοὺς τοῖς εἰς ζωὴν παιδεύμασι. Τοιγάρτοι καὶ πρὸς αὐτοὺς, ∆ωρεὰν ἐλάβετε, φησὶ, δωρεὰν δότε. Καὶ μὴν καὶ ἑτέρωθι· Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ Κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Ἀμὴν λέγω ὑμῖν· μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τοῦτο ποιοῦντας εὑρήσομεν τοὺς τῶν Ἐκκλησιῶν διδασκάλους, καὶ πρό γε δὴ τούτων τοὺς ἁγίους ἀποστόλους. Ἐπιστέλλει γοῦν ὁ μακάριος Παῦλός τισιν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Παρακεκλῆσθαι δὲ καὶ αὐτοὶ λέγουσι παρὰ Θεοῦ, τοῖς ἄνωθεν ἀγαθοῖς ἀναπιμπλάντος αὐτοὺς δηλονότι, καὶ ταῖς διὰ Πνεύματος χορηγίαις πλουσίως καταπιαίνοντος. Ἀσὴρ δὴ οὖν ἄρα Χριστὸς, ἢ οἱ Χριστὸν πλουτήσαντες, ὧν ἂν νοοῖτο καὶ πίων ὁ ἄρτος. Περὶ τοῦ Νεφθαλείμ. Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς τῷ γεν[ν]ήματι κάλλος. Ἐφαρμόσειεν ἂν, οἶμαί τις, καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τόδε δὴ πάλιν αὐτῷ που τάχα τῷ Ἐμμανουὴλ, καὶ μὴν εἰ βούλοιτο, καὶ αὐτοῖς τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Ἐλέγετο μὲν γὰρ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, διὰ φωνῆς Ἱερεμίου· Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν. Μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά. Ὅτε γὰρ ἔδει τῆς καθηκούσης αὐτὴν ἐπιμελείας τυχεῖν (σημαίνει γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, ἡ περιτομὴ), τότε καὶ ἠχρειῶσθαι καὶ ἐμπεπρῆσθαί φησιν αὐτὴν, ὅτι μὴ παρόντα τὸν γεωργὸν ἐπιγινώσκειν ἤθελε, τὸν, οἷά τινι δρεπάνῃ τῇ τομωτάτῃ, τοῦ πνεύματος ἐνεργείᾳ τῶν ἀχρείων ἡμᾶς ἀπαλλάττοντα, τουτέστι, τῶν γεωδεστέρων καὶ σαρκικῶν, ἵνα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἔφεσίν τε καὶ προθυμίαν ἐκτέκωμεν. Ἔστι γοῦν ἀκοῦσαι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· 69.372 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ῥίζα μὲν γὰρ

Glaphyra Leviticus Book opening§lev-open

lev-openLeviticus Book.

Levitical rites and cleansing as types of Christ’s saving passion.

Greek · §lev-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ. Ὅτι Χριστοῦ τὸ πάθος, σωτήριον. αʹ. Ὁ μὲν τῶν ὅλων Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἀλλ' ἔκτισε μὲν εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου. Καὶ οὐκ ἔστιν ᾅδου βασίλειον ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἔχοι δ' ἂν ἐφ' ἑαυτῷ καὶ μάλα εἰκότως τὸ ἀληθὲς ὁ λόγος. Οὐ γὰρ ἂν οὕτως εὐκλεᾶ καὶ ἀξιοθαύμαστον τοῖς εὐκόλως φθείρεσθαι πεφυκόσιν ἐναπέθηκεν ὁ ∆ημιουργὸς, ἀλλὰ παρεισβέβληκε μὲν ἐξ ὀργῆς ὁ θάνατος, ὅτι τῆς θείας ἀλ[ο]γήσας ἐντολῆς ἀπονένευκεν εἰς τὸ ἀπειθὲς καὶ δυσήνιον ὁ προπάτωρ Ἀδάμ. Ἀνῄρηται δὲ λοιπὸν, καὶ ἐκ μέσου γέγονεν ἐν Χριστῷ δι' ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου τὰ ἐγκλήματα. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ μαρτυρήσει γράφων ὁ θεσπέσιος Παῦλος· Ὥσπερ γὰρ διὰ παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί. Καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ πρὸς θάνατον· ἠλεήμεθα δὲ διὰ Χριστοῦ, καὶ ἀνεκαινίσθημεν εἰς ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τέθεικε τὴν ψυχὴν ὑπὲρ ἡμῶν· Καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὰς Γραφάς. Φαίη δ' ἂν ὅτι καὶ τὴν κατὰ κόσμον ἁμαρτίαν ἀῤῥωστήσαντες ἐν Ἀδὰμ, γεγόναμεν ἐν Χριστῷ θυσία πνευματικὴ καὶ εὐώδης τῷ Θεῷ καὶ Πατρὶ, καλή τε καὶ εὐπαράδεκτος, καὶ τῆς κατὰ νόμον σκιᾶς πολὺ λίαν ἐν ἀμείνοσιν. Ἀπαρχὴ δὲ ἡμῶν, ὁ Χριστὸς, καὶ αὐτὸς ἡμῖν ἀνεκαίνισεν τὴν ὁδόν· οὕτω γάρ 69.541 τού φησιν ὁ ∆αβὶδ ἐν βίβλῳ Ψαλμῶν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας· σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου, ἠβουλήθην. Καὶ ταυτὶ δὴ πάλιν ἔξεστι καταθρεῖν καὶ ἐκ τῶν γεγραμμένων ἐν τῷ Λευϊτικῷ. Ἔχει δὲ οὕτως· Ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Κυρίῳ, καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογεν[ν]ημάτων, καὶ ἐπιχεεῖς ἐπ' αὐτὴν ἔλαιον, καὶ ἐπιθήσεις ἐπ' αὐτὴν λίβανον. Θυσία ἐστί

Leviticus Book rem early§lev-rem-early

lev-rem-earlyRem early: Levitical rites and cleansing as types of Christ’s saving passion.

Greek · §lev-rem-early

. Καὶ ἀνοίσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς, κάρπωμά ἐστι τῷ Κυρίῳ. βʹ. Ἐναργὴς οὖν λίαν ὁ τοῦ γράμματος νοῦς, καὶ οὐκ ἂν δέοιτό τινος, καθάπερ ἐγᾦμαι, πόνου πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι λεπτῶς. Πλὴν ἐκεῖνο ἐρῶ· Χίδρα λέγεται τὰ ἐξ ὀσπρίων ἄλευρα. Ἐν δέ γε τοῖς τύποις τὸ Χριστοῦ λαμβάνει μυστήριον. Καὶ ἔστιν αὐτὸς ἡ ὑπὲρ ἡμῶν θυσία, τὸ πρωτογέν[ν]ημα τὸ πνευματικὸν, τουτέστιν, ἡ τῆς ἀνθρωπότητος ἀπαρχὴ, ὁ πρωτότοκος ἐκ νεκρῶν, ὁ πρῶτος εἰς ἀφθαρσίαν, τὸ οἱονεὶ πρωτόλειον τῶν κεκοιμημένων. Ὡς κόκκος μὲν τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν καὶ ἀποθανὼν, ἀστάχυος δὲ δίκην πολλοστὸς ἀναφύς. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀφηγεῖτο λέγων· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Πλὴν ἀπέθανεν, οὐ δι' ἑαυτὸν, ἀλλ' ἡμῖν. Ἀλλ' ἡμῖν ὑπεμφήνειεν ἀστείως τὸ γράμμα τὸ νομικόν. Εἰ γὰρ δή τις ἕλοιτο, φησὶ, δωροφορεῖν θυσίαν πρωτογεν[ν]ημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Θεῷ. Ἄθρει δὴ οὖν, ὅπως ἐκ νέων ἡμᾶς προσάγειν καρπὸν προτρέπει Μωσῆς, ἤτοι τὸ γράμμα τὸ νομικόν. Ἀπαρχὴ γὰρ, ὡς ἔφην, τῆς εἰς καινότητα ζωῆς ἀνανεουμένης φύσεως Χριστὸς, καὶ ἐν αὐτῷ γέγονε τὰ πάντα καινά. Πλὴν, οὐκ [ἐκ] μόνου προσφέρεται σίτου τὰ εἰς θυσίαν, ἀλλὰ καὶ ἐξ ὀσπρίων κατερεικτῶν. Ὅνπερ γὰρ τρόπον ἐκ σίτου σεμίδαλιν, καὶ οὐκ αὐτὸν ὑγιᾶ τὸν κόκκον ὁλοκαυτοῦν διετύπου· οὕτω κἀνθάδε χρῆναι ποιεῖσθαι κατερεικτὰ, τουτέστιν, ἀληλεσμένα τὰ ἐξ ὀσπρίων προστέταχεν, ἵνα δὴ φαίνοιτο τῇ θυσίᾳ προσὸν τὸ οἱονεὶ ἐδώδιμον. Κατειθίσμεθα γὰρ, οὐχ ὑγιᾶ τὸν κόκκον, συντεθραυσμένον δὲ μᾶλλον ποιεῖσθαι τροφήν. Οὐκοῦν πρωτογέν[ν]ημα μὲν, ὁ Χριστὸς, καὶ θυσία τῷ Θεῷ καλὴ καὶ εὐοσμωτάτη, τροφιμωτάτη δὲ λίαν καὶ ἡμῖν αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν τῷ κόσμῳ διδούς· καὶ οἱονείπως ἡμῖν ἔδεσμα τὸν αὐτὸν παραθεὶς, καθάπερ σεμίδαλιν ἢ χίδραν. Ἐπιχέεσθαι δὲ τῇ θυσίᾳ δεῖν ἔφη τὸ ἔλαιον, καταπλάττεσθαι δὲ αὐτὴν καὶ λιβανωτῷ προστέταχε· τοῦ μὲν ἐλαίου τὸ ὡς ἐν πιότητι καὶ ἱλαρότητι συμβολικῶς ὑποφαίνοντος· τοῦ δέ γε λιβάνου, τὸ ἱερὸν καὶ εὐῶδες ἀστείως ἡμῖν ὑποσημαίνοντος. Γέγονε μὲν γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν θυσία ὁ Χριστὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεν[ν]ημάτων πνευ 69.544 ματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θάνατος ἦν αὐτῷ, ἐπ' ἀναιρέσει δὲ μᾶλλον δακρύων καὶ θρήνων καὶ ἐπ' ἐλπίδι τῇ λίαν ἱλαρωτάτῃ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὐδὲ μεμένηκε ἐν νεκροῖς. ἀλλ' εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλ

Leviticus Book rem mid§lev-rem-mid

lev-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §lev-rem-mid

, τὸ μυστήριον. Προσεκομίζετο γὰρ ὁ λεπρὸς ἔξω γεγονότι τῆς πύλης, τῷ κατὰ νόμον ἱερατεύοντι. ∆ιανενευκότος δὲ ὥσπερ ἐπὶ τοῦ πάθους τὸ ἄμεινον, καὶ ὅτι παύσεται λοιπὸν, καὶ καταλήξει ὑπεμφαίνοντος, ἐπληροῦντο τὰ εἰς καθαρισμὸν, κατά γε τὸ νομοθέτῃ δοκοῦν. Ὀρνιθίων μὲν γὰρ καθαρῶν ἐλαμβάνετο δυάς· ξύλον δὲ κέδρινον καὶ κεκλωσμένον κόκκινον, ὡς ἐν εἴδει σπαρτίου, καὶ μὴν καὶ ὕσσωπον, πόας δὲ εἶδος καὶ τοῦτο. Εἶτα τὸ μὲν ἓν τῶν ὀρνιθίων ἐφ' ὕδατι κατεσφάζετο, θάτερόν γε μὴν, ὁμοῦ τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, βαπτισθὲν ἐν τῷ ὕδατι, καὶ μέν τοι τοῦ τεθνεῶτος αἵματι, πεπονθὸς οὐδὲν, ἀνεῖτο λοιπόν. Εἶτα τὸν ἠῤῥωστηκότα τὴν λέπραν, ἑπτάκις τῷ ὕδατι ἐπιῤῥαίνων ὁ ἱερεὺς, τῶν ἐκ νόμου κατηγορημάτων ἐλεύθερον ἀπετέλει. Προσεξυρᾶτο δὲ τὴν τρίχα, καὶ εἰσέθει λοιπὸν ἀνεγκλήτως εἰς τὴν παρεμβολὴν, καὶ εἰς τὸν ἴδιον οἶκον, ἡμέρας ἔξω μεμηνὼς ἑπτά. Οἱ γὰρ πάλαι τὴν τῆς ἁμαρτίας περιφέροντες νέκρωσιν, καὶ πολυειδεῖ παθῶν ἀγριότητι κατεσπιλωμένοι, καὶ λέπραν ὥσπερ ἠῤῥωστηκότες τὴν νοητήν· πεπλανήμεθα γὰρ τῇ κτίσει λατρεύσαντες, προσκεκομίσμεθα τῷ Θεῷ ἱερεῖ τῷ μεγάλῳ καὶ ὁσίῳ καὶ ἀκάκῳ, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Προσκεκομίσμεθα δὲ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ἔφη γάρ που Χριστὸς τοῖς Ἰουδαίοις προσλαλῶν· Μὴ γογγύζεσθε κατ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Προσκομίζει γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἠῤῥωστηκότας ὡς ἰδίᾳ δυνάμει τῷ Υἱῷ. Παραγέγονε γὰρ ἰᾶσθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ἐὰν λοιπὸν τὸ ἄναλκί τε καὶ 69.560 ἀδρανὲς εἴς γε τὸ χρῆναι πληροῦν τὰ Θεῷ θυμήρη παραιτούμενοι, φιλεργεστάτην ἔχωμεν τὴν καρδίαν, καὶ τῶν τῆς ἐπιεικείας ἔργων ἀπρὶξ ἡμμένοι, τὴν εὐκλεᾶ καὶ ἀξιοθαύμαστον ἐπιτηδεύσωμεν πολιτείαν, τὸν φύσει τε καὶ ἀληθῶς ∆εσπότην ἐπιγινώσκοντες, οὕτω λέγωμεν, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἐπιτήρει δὲ ὅπως ἔξω γεγονότι τῆς πύλης τῷ ἱερεῖ, καὶ ἀποτάτω τῆς παρεμβολῆς, ὁ τὴν λέπραν πεπονθὼς εἰσκομίζεται. Ἐξεῤῥιμμένοις γὰρ ὥσπερ ἡμῖν, καὶ πόλεως τῆς ἁγίας καὶ ἱερᾶς ἔξω που μεμενηκόσι, φημὶ δὲ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, τὴν καθ' ἡμᾶς ἔχων ὁμοίωσιν ἐπεφοίτησεν ὁ Χριστός. Ἐπισκεψάμενος δὲ, ἀπέφηνε καθαροὺς διὰ τοῦ ἁγίου βαπτίσματός τε καὶ τοῦ σώματος αὐτοῦ. Τέθυται γὰρ ὑπὲρ ἡμῶν, καὶ σωτήριον ἡμῖν ἀνεδείχθη φάρμακον, τὸ καὶ αὐτὸν ὑπὲρ ἡμῶν ἀνασχέσθαι παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Τουτὶ γὰρ ἡμῖν ἐν τοῖς ἱεροῖς ἐσ

Leviticus Book rem close CLOSEOUT§lev-rem-close

lev-rem-closeRem CLOSEOUT: Leviticus Glaphyra CLOSEOUT.

Greek · §lev-rem-close

έγω ὑμῖν, οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται. Ἐπιλέγει δὲ τούτοις, ὅτι Πᾶς ὁ εἰσπορευόμενος εἰς τὴν οἰκίαν, πάσας τὰς ἡμέρας ἃς ἀφωρισμένη ἐστὶν, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ κοιμώμενος ἐν τῇ οἰκίᾳ, πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ὁ ἐσθίων ἐν τῇ οἰκίᾳ, πάλιν ὁμοίως· ἐκεῖνο σαφῶς ὑποδηλῶν ὅτι πᾶς ὁ τοῖς Ἰουδαίοις καθ' οἱονοῦν τινα τρόπον, διὰ τοῦ τὰ ἴσα φρονεῖν κολλώμενος, ἕσται δὴ πάντως καὶ τῆς ἐκείνων ἀκαθαρσίας μέτοχος. Εἶτα πάλιν ἐπαθρήσοντα τὴν λεπρῶσαν, καὶ αὖθις εἰσφέρει τὸν ἱερέα· Ἐὰν γὰρ παραγενόμενος εἰσέλθῃ, φησὶν, ὁ ἱερεὺς ἴδῃ. Καὶ ἰδοὺ διαχύσει οὐ διαχεῖται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, ὅτι ἰᾶται ἡ ἁφή. Καθῃρέθη μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν παροινίαν ὡς ἀκάθαρτος ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ τῆς Θεοῦ φιλίας ἐξώλισθε. Πλὴν ἐν τούτῳ μακρὸν παρατείνασα χρόνον, ἄχρις ἂν εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἐλεηθήσεται παρὰ Χριστοῦ. Ἐπισκεπτομένου δὴ πάλιν αὐτὴν κατὰ τὸ λεληθὼς ὡς Θεοῦ, καὶ πάλιν εἰς δικαιοσύνην ἐπ' ἐσχάτοις ἐπανάγοντος χρόνοις, δικαιοσύνην δὲ πάντως τὴν διὰ πί 69.576 στεως καὶ ἀγάπης τῆς εἰς αὐτόν. Παραγενήσεται τοίνυν ἐπισκοπήσων, καὶ εἰσαῦθις αὐτὴν ὁ πάντων ἀρχιερεύς· καὶ βελτιουμένην εὑρὼν, παραχρῆμα καθαριεῖ, καὶ προσδέξεται, κατὰ τὸ εἰρημένον διὰ τῶν ἁγίων προφητῶν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν ἀπωσμένην, καὶ τὴν συντετριμμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλημμα. Καὶ ἐν ἑτέρῳ δὲ πάλιν· ∆ιότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Ὅταν οὖν ἐπισκοπήσῃ τὴν λεπρῶσαν, φησὶν, ὁ ἱερεὺς, καὶ καθαρίσῃ αὐτήν· καὶ λήψονται ἀφαγνίσαι τὴν οἰκίαν δύο ὀρνίθια ζῶντα καθαρὰ, καὶ ξύλον κέδρινον, καὶ κεκλωσμένον κόκκινον, καὶ τὴν ὕσσωπον. Καὶ πάλιν· Τὸ ὀρνίθιον τὸ ζῶν βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου ἐσφαγμένου ἐν τῷ ὕδατι ζῶντι, καὶ ἐν τῷ ὀρνιθίῳ τῷ ζῶντι, καὶ ἐν τῷ ξύλῳ τῷ κεδρίνῳ, καὶ ἐν τῇ ὑσσώπῳ, καὶ ἐν τῷ κεκλωσμένῳ κοκκίνῳ, καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς πεδίον καθαρὸν, καὶ ἐξιλάσεται περὶ τῆς οἰκίας, καὶ καθαρὰ ἔσται δʹ. Ὅλον δὴ πάλιν ἐν τούτοις περιάθρει σαφῶς τοῦ Σωτῆρος ἡμῶν τὸ μυστήριον, καὶ τὸν διὰ τοῦ ἁγίου βαπτίσματος καθαρισμόν. ∆ύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελε

Glaphyra Noah and the ark opening§noah-ark-open

noah-ark-openNoah and the ark.

Noah the righteous and the ark as type of Christ and the Church.

Greek · §noah-ark-open

Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ. αʹ. Νῶε γέγονεν ἀνὴρ ἀγαθὸς, καὶ φιλοθεΐας μὲν τῆς ἀνωτάτω γνήσιος ἐραστὴς, εὐδοκιμήσεως δὲ τῆς εἰς τοῦτο προτιθεὶς οὐδέν. Ἐπειδὴ δὲ ἦν λαμπρὸς, καὶ περίοπτος, καὶ εὐκλεὴς ἄγαν, καὶ διαβόητος, τοῖς αὐχήμασιν εὖ μάλα κατεστεμμένος, εἰκότως ἐθαυμάζετο. Ἕρπει δὴ οὖν ἐπ' αὐτὸν ὁ λόγος, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας εἰκόνα καὶ τύπον ἀναθεὶς ὥσπερ τινὰ τὴν ἐπ' αὐτῶν γενομένην οἰκονομίαν, ὀνήσειεν ἂν, ὥς γε οἶμαι, καὶ οὐ μετρίως τοὺς ἐντευξομένους. Φέρε δὴ οὖν ἕκαστα τῶν κατ' αὐτὸν ὡς ἔνι διηγησώμεθα, τὸ τῆς ἱστορίας ἀπολεπτύνοντες πάχος, καὶ εἰς θεωρίαν τὴν πνευματικὴν μεταχρωννύντες ἀστείως τὰ ἐμφανῶς γεγονότα. βʹ. Γεγένηται τοίνυν ἐξ Ἀδὰμ ὁ Σὴθ μετὰ τὴν Ἄβελ σφαγήν. Ἀπὸ δέ γε τοῦ Σὴθ ὁ Ἐνὼς, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὅνομα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 69.52 Κέκληται γὰρ παρὰ τοῖς τηνικάδε Θεὸς ὁ Ἐνώς. Ἐπειδὴ γὰρ ἐτεθήπεσαν τῆς ἐνούσης αὐτῷ δικαιοσύνης τὸ μέγεθος, Θεὸν ὠνόμαζον εὐθὺς, πρέπειν ὅτι μάλιστά γε τῇ τοῦ ἀνδρὸς ἀρετῇ τὴν ἐπωνυμίαν ἡγούμενοι. Ἀπὸ δὲ τοῦ Ἐνὼς, ἤτοι τοῦ ἐπίκλην Θεοῦ, γεγόνασιν ἕτεροι, μεθ' οὓς καὶ Λάμεχ ὁ Νῶε πατὴρ, ὃς ἐπὶ τῇ τοῦ παιδὸς γενήσει, προφήτης εὐθὺς ἀναδείκνυται· καθάπερ ἀμέλει καὶ Ζαχαρίας ἐπὶ τῷ μακαρίῳ Βαπτιστῇ. Νῶε μὲν γὰρ ὁ Λάμεχ ὠνόμαζε τὸν υἱόν· ὅ ἐστιν ἀνάπαυσις, εἰ γλώσσῃ τῇ καθ' ἡμᾶς ἡ λέξις διερμηνεύοιτο. Ἀποδιδοὺς δὲ ὥσπερ τὴν αἰτίαν τῆς τοιᾶσδε κλήσεως ὁ Λάμεχ, Οὗτος, φησὶ, διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐπὶ λαμπραῖς οὖν οὕτω καὶ λιπαρωτάταις ἐλπίσιν, ἡ Νῶε γένεσις προανεφωνεῖτο τοῖς πάλαι. Καὶ ἦν δέκατος ἐξ Ἀδὰμ διὰ Σὴθ γενεαλογούμενος, μέχρις αὐτοῦ διήκοντος, τοῦ διακεκλῆσθαι δεῖν, πρὸς ἁπάντων Θεοὺς, τοὺς ἐξ Ἐνὼς γεγονότας τοῦ ἐπίκλην Θεοῦ. Ἀλλ' ἦν ὁ Νῶε, φησὶ, πεντακοσίων ἐτῶν, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ὁ μὲν Σὴμ τελειότης, ἤτοι φύτευμα μετονομάζοιτο ἂν ἐξ Ἑβραίων εἰς Ἑλλάδα φωνήν· θερμασία δὲ ὁ Χάμ· πλατυσμὸς δὲ ὁ Ἰάφεθ. Εἶτά φησι τὸ Γράμμα τὸ ἱερόν· Ἐγένετο δὲ ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆ

Noah and the ark rem early§noah-ark-rem-early

noah-ark-rem-earlyRem early: Noah the righteous and the ark as type of Christ and the Church.

Greek · §noah-ark-rem-early

ς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτοῦ ρκʹ ἔτη. Οἱ δὲ γίγαντες ἧσαν ἐπὶ τῆς γῆς, ἐν ταῖς ἡμέραις ἐκείναις. Καὶ μετ' ἐκεῖνο· Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννησαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ' αἰῶνος οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Ἐπειδὴ γὰρ εἰς πολλὴν ἤδη πληθὺν τὸ τῶν ἀνθρώπων ἐξετείνετο γένος, εἰς ἐπιθυμίαν ἐκτοπωτάτην γυναίων ἐκπεπτωκότες οἱ υἱοὶ, φησὶ, τοῦ Θεοῦ, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Οἴδαμεν οὖν ὅτι τῶν ἀντιγράφων τινὰ περιέχει σαφῶς· Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων. Εἶτα περιτρέπουσί τινες τῆς φιλοσαρκίας τὰ ἐγκλήματα, καὶ τῆς οὕτω μυσαρωτάτης ἐπιθυμίας ἀνάπτουσι τὰς αἰτίας ὠλισθηκόσιν ἀγγέλοις, οἳ τὴν ἰδίαν ἀρχὴν οὐ τετηρήκασι, κατὰ τὸ γεγραμμένον. Ἐγὼ δὲ ὅτι πᾶν ἀῤῥώστημα νοῦ πρέποι ἂν ἐκείνοις, φαίην ἂν καὶ συνθήσομαι· τὸ δέ γε τοῦ εἰκότος λογισμοῦ τὴν ἐπὶ τῷ πράγματι πίστιν ὡς ἀπωτάτω φέρεσθαι συγχωρεῖν, εἴη ἂν, ὥς γέ μοι φαίνεται, τῶν ἀτοπωτάτων. Σκοπὸς γὰρ ἡμῖν τὴν ἐφ' ἑκάστῳ τῶν γεγραμμένων ἀλήθειαν κατασκέπτεσθαι φιλεῖν, καὶ οὐχὶ δὴ πάντως τὰ τῆς τῶν δαιμόνων ἀγέλης ἐννοεῖν ἀῤῥωστήματα. Μάλιστα μὲν γὰρ ἀεὶ τὰς ἐπιθυμίας ἑπομένας ὁρῶμεν τοῖς ἐν ἡμῖν αὐτοῖς καὶ ἐμφύτοις κινήμασιν. Ἢ γὰρ τὰ 69.53 σαρκὸς ἀγαπῶμεν πάθη, ἢ δι' ὧν ἂν γένοιτο τὰ σαρκὸς, ταῦτα περὶ πλείστου ποιεῖν εἰθίσμεθα. Ἔξω δὲ νόμων τῶν φυσικῶν, οὐκ ἀποκομίζουσιν ἡμᾶς ἡδοναὶ, κατά γε τὸ αὐτῷ μοι καλῶς τε καὶ ἀληθῶς ἔχειν δοκοῦν. Οἷον φέρε εἰπεῖν, βρῶσίς τε καὶ πόσις, καὶ ἡ γυναίων τυχὸν ὁμιλία φυσικὴ, σαρκὸς ἂν εἶεν ἔργα τε καὶ πάθη. Πλούτου δὲ αὖ καὶ δόξης ἐπιθυμίαι, ταῖς τῆς σαρκὸς ὑπηρετοῦσιν ἡδοναῖς, καὶ σχεδὸν ἄπαντα διὰ τούτων ἔρχεται τὰ ἐν κόσμῳ πάθη, κατὰ τὸ λεχθὲν τῷ σοφῷ μαθητῇ, ὅτι πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου. Τῶν τοιούτων ἡμᾶς αἱ πικραὶ ἐπιθυμίαι καὶ δειναὶ, σαγηνεύουσιν εὐκόλως ἐπὶ τὸ φρονεῖν ἑλέσθαι καὶ δρᾷν τὰ τῆς σαρκός· τῶν γε μὴν ἔξω σώματος καὶ παρὰ φύσιν ἐρᾷν, οὐδεὶς ἀναπείσει λόγος. Εἶτα πῶς οὐκ ἂν γένοιτο μωρίας ἐγγὺς τὸ σαρκικῶν ἐρᾶσθαι λέγειν τὰ σαρκὸς ἀνωτέρω καὶ ἐξεστηκότα πνεύματα· ποίαν εἰς τοῦτο κίνησιν ἔχοντα φυσικὴν, ἢ ποίου νόμου κατερεθίζοντος, καθάπερ ἀμέλει, καὶ ἡμᾶς αὐτοὺς εἴς γε τὸ χρῆναι διψᾷν τὰ τοιάδε τῶν παθ

Noah and the ark rem mid§noah-ark-rem-mid

noah-ark-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §noah-ark-rem-mid

τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα. 69.60 δʹ. Ἀφιγμένου δὲ ἤδη πρὸς τοῦτο ἡμῖν τοῦ λόγου, ὡς ἐν ἀφηγήσει λοιπὸν τῇ κατὰ τὸ γράμμα καὶ ἱστορικῶς, ἐνδεῖ, ὥς γε οἶμαι, παντελῶς οὐδέν. Φέρε δὴ οὖν κατ' ἴχνος τῶν εἰρημένων τὴν ἔσω κεκρυμμένην διακομίζοντες θεωρίαν, τὸ Χριστοῦ μυστήριον διαπλάττωμεν, καὶ τῆς δι' αὐτοῦ σωτηρίας εἰκόνα δεικνύωμεν Νῶέ τε αὐτὸν, καὶ τὴν ἐπὶ τῇ κιβωτῷ σοφὴν καὶ ἀπόῤῥητον οἰκονομίαν. Γεγέννηται τοίνυν Νῶε διὰ Λάμεχ, οὐχὶ τοῦ προπεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ' ἐξ ὁμωνύμου τοῦ διὰ Σήθ. Ἀνέφυ δὲ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐξ Ἰσραὴλ, ἁγίου μὲν διὰ τοὺς πατέρας· ἐξ ὁμοτροποῦντος δὲ λαοῦ τοῦ Λάμεχ καὶ ὁμογνωμονοῦντος τῷ φονευτῇ· ὁμωνύμου τε ἤδη καθὸ φονευτῇ. Εἴρηται δέ που πρὸς Ἰουδαίους· Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Καὶ παρὰ Χριστοῦ· Καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Καὶ μὴν καὶ διὰ φωνῆς Ἡσαΐου φησίν· Ὅταν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ ἑνδέκατος μὲν ἐξ Ἀδὰμ ὁ Νῶε· Χριστὸς δὲ δὴ πάλιν ὡς ἐν ἐσχάτῳ τε καὶ ἑνδεκάτῳ καιρῷ γεγέννηται κατὰ σάρκα, καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας ἄρχεται. Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχειν καὶ ἀληθὲς, ὅτι πάντη τε καὶ πάντως ἐρεῖς, ἀπό γε τῶν ἱερῶν Γραμμάτων ἀναπεπεισμένος. Ὁ γάρ τοι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος ἐν ὥρᾳ τῇ ἑνδεκάτῃ προσπεφώνηκέ τισιν· οὗτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν, Τί ἑστήκατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; Τῶν δὲ ἀναφανδὸν εἰρηκότων, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· κέκληκε γὰρ οὐδεὶς πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εἰς θεογνωσίαν τὰ ἔθνη· χρηστῶς καὶ φιλοικτιρμόνως, Ὑπάγετε καὶ ὑμεῖς, φησὶν, εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Καὶ ὁ διὰ Μωσέως νόμος τὴν τοῦ προβάτου σφαγὴν ἀναμέσον τῶν ἑσπερινῶν, πρὸς ἑσπέραν τε καὶ ὑπὸ λύχνους ἤδη τελεῖσθαι προστέταχεν. Οἱονεὶ γάρ πως ἐπ' αὐταῖς ἤδη δυσμαῖς ἥκοντος τοῦ καιροῦ, μονονουχὶ δὲ καὶ συστελλομένου λοιπὸν τοῦ παρόντος αἰῶνος, γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν ὑπὲρ πάντων ἀνέτλη σφαγὴν, ποινῆς καὶ δίκης ἐλευθερῶν, καὶ παντὸς τοῦ τοιοῦδε δείματος ἀπωτάτω τιθεὶς τοὺς πεπιστευκότας. Αὐτὸς γάρ ἐστιν ὁ κατὰ ἀλήθειαν Νῶε, τουτέστιν, ἡ δικαιοσύνη καὶ ἡ ἀνάπαυσις· ἑρμηνεύεται γὰρ ὧδε τὸ ὄνομα. ∆εδικαιώμεθα γὰρ, κατὰ τὰς Γραφὰς, οὐκ ἐξ ἔργων δικαιοσύνης, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος. Γέγονε τοίνυν ἡμῖν τοῖς πεπιστευκόσι δικαιοσύνη Χριστὸς,

Noah and the ark rem close CLOSEOUT§noah-ark-rem-close

noah-ark-rem-closeRem CLOSEOUT: Flood and ark CLOSEOUT toward salvation in Christ.

Greek · §noah-ark-rem-close

αὶ μάλα ῥᾳδίως, τοῦ θεσπεσίου Παύλου γράφοντος τοῖς ἐν πίστει δεδικαιωμένοις, ὡς ἀδιάλειπτον περὶ αὐτῶν ποιοῖτο τὴν προσευχήν· Ἵνα ἐξισχύσωσι καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. ϛʹ. τίς οὖν ἄρα ἐστὶ τῶν τῆς κιβωτοῦ μέτρων ὁ λόγος; Τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, ὀρθὴ καὶ ἀπεξεσμένη δήλωσις, καὶ τῆς μιᾶς Θεότητος τὸ ἀρτίως ἔχον, καὶ τὸ εἰς πᾶν ὁτιοῦν παντέλειον. Τοῦτο γὰρ ἡμῖν ὡς ἔν γε δὴ τοῖς προκειμένοις ἀριθμοῖς ὑποδηλούμενον κατίδοι τις ἂν, ἐκεῖνο διενθυμούμενος· ὡς ἔστιν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τοὺς τὴν ἀνόπιν ἔχοντας ἀνακύκλησιν ἀριθμοὺς, τελειότητος ποιεῖσθαι σύμβολον. Οἷον δὲ δή τί φημι· ἀρχομένη γὰρ ἐκ πρώτης ἡ ἑβδομὰς, ἐν Σαββάτῳ διαπεραίνεται κατὰ τὴν ἑβδόμην. Εἶτα πάλιν ἀριθμοῦμεν τὴν ἐφεξῆς ἀπὸ πρώτης ἀρχόμενοι μέχρι πάλιν ἑβδόμης. Ὁμοίως εἰς ἀριθμὸν ἰόντες τὸν δέκα, πάλιν ἐκ πρώτης τῆς ἐφεξῆς δεκάδος ἀρχόμεθα· κατὰ τὸν ἴσον δὲ τοῦτον τρόπον τε καὶ λόγον, συγκείσεται καὶ ὁ τέλειος ἐκ τελείων ἀριθμὸς, 69.68 τουτέστι, ὁ ἑκατὸν ἐκ δεκάδων δέκα· καὶ ἀνακύκλησιν ἔχων καὶ ἀναδρομὴν τὴν εἰς μονάδα πάλιν. Ὅπερ οὖν ἔφην, τελειότητος σύμβολον παρά γε τῇ θείᾳ Γραφῇ, πᾶς ἀριθμὸς ἀνόπιν ὥσπερ ἰὼν μετὰ τὸ εἰς πέρας ἥκειν τὸ αὐτῷ πρέπον τε καὶ ὡρισμένον. Ὅρα τοίνυν τῆς ἁγίας Τριάδος τὸ παντέλειον ὡς ἐν τρισὶ πήχεων ἑκατοντάσι. Τοῦτο γὰρ μῆκος τῇ κιβωτῷ. Ὅτι δέ ἐστι, ἵν' οὕτως εἴπωμεν, τελειότης τελειοτήτων ἡ ὡς ἐν μονάδι Θεότης, ὑπεμφήνειεν ἂν τὸ εὖρος, εὖ μάλα ἐπὶ πήχεις ἰὸν πεντήκοντα· τουτέστιν, ὡς ἐν ἑβδομάσιν ἑπτὰ προσενηνεγμένης αὐταῖς καὶ μονάδος, διὰ τὸ μίαν εἶναι Θεότητος φύσιν. Καὶ αὐτὸ δὲ τὸ ὕψος, οὐχ ἑτέραν ἡμῖν ἢ ταύτην ὠδίνει τὴν ἔννοιαν. Ἀποπεραίνεται μὲν γὰρ εἰς πήχεων δεκάδα τρίτην· εἰς ἕνα δὲ δὴ τὸν ὑπερκείμενόν τε καὶ ἀνωτάτω καταλήγει πάλιν. Τριάκοντα γὰρ, φησὶ, πήχεων τὸ ὕψος αὐτῆς· καὶ εἰς ἕνα πῆχυν συντελέσεις αὐτήν. Εὐρυνομένη γὰρ ὥσπερ εἰς τρεῖς ὑποστάσεων καὶ μὴν καὶ προσώπων ἰδικῶν διαφορὰς ἡ ἁγία Τριὰς, εἰς μίαν Θεότητος οἱονεὶ συστέλλεται φύσιν. Ἕλληνες μὲν γὰρ τὴν εἰς πολύθεον πλάνησιν τιμῶσιν ὁδόν. Ἡμεῖς δὲ Πατέρα, καὶ μὴν καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα καταλογιζόμενοί τε καὶ τιθέντες ἀληθῶς ἐν ὑποστάσεσιν ἰδικαῖς, ἑνότητι φύσεως στεφανοῦν εἰθίσμεθα. Καὶ τῇ τῆς οὐσίας ταυτότητι συνεγείροντες μονονουχὶ καὶ εἰς ἔνα πῆχυν τὴν μακρὰν καὶ εὐρεῖαν, καὶ μέν τοι καὶ ὑψηλὴν, συντελοῦμεν κιβωτόν. Ἀνασώζει τοιγαροῦν ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ οἷά περ εἰς κιβωτὸν εἰσοικίζεται τὴν Ἐκκλησίαν, ἐν ᾗ γεγονότες ὑπερνηξόμεθα μὲν τοῦ θανάτου τὸ δ

Glaphyra Noah’s nakedness and Ham opening§noah-ham-open

noah-ham-openNoah’s nakedness and Ham.

Noah uncovered; Ham and the brothers as moral/ecclesial types.

Greek · §noah-ham-open

Περὶ τῆς γυμνώσεως τοῦ Νῶε καὶ τοῦ Χάμ. αʹ. Συμπεπερασμένων ἁπάντων τῶν ἐπὶ τῇ κιβωτῷ, καὶ παρῳχηκότος μὲν τοῦ κατακλυσμοῦ, γηπονοῦντος δὲ ἤδη τοῦ Νῶε, τίνα δὴ ἄρα τὰ ἐν αὐτῷ πεπραγμένα παρὰ τοῦ Χὰμ, πολυπραγμονήσει πάλιν ἡμῖν ὁ λόγος. Ἀναπείσει γὰρ δὴ τοὺς οἵπερ ἂν ἕλοιντο διαβιοῦν ἐννόμως τῆς εἰς τοὺς πατέρας αἰδοῦς οὐδὲν τὸ παράπαν ἡγεῖσθαι ἰσοστατοῦν, καὶ παραιτεῖσθαι σαφῶς ὥς τι τῶν σφαλερωτάτων τὸ κατά τι γοῦν ὅλως ἐπιμειδιᾷν αὐτοῖς, κἂν εἰ τοῦ πρέποντος ἔξω φέροιντο βραχὺ ταῖς τῆς φύσεως ἀσθενείαις ὑπενηνεγμένοι. Ὅτι γὰρ σεπτὸν ἀεί πώς ἐστι τῶν γονέων τὸ χρῆμα, καὶ αὐτὸς ὁ θεῖος ἡμᾶς ἐκπαιδεύει νόμος· προεπιτάξας γὰρ δεῖν ἐξ ὅλης ψυχῆς καὶ καρδίας τὸν ἕνα τε καὶ φύσει Θεὸν ἀγαπᾷν, Τίμα, φησὶ, τὸν πατέρα σου, καὶ μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακρόβιος ἐπὶ τῆς γῆς. Ἐν εἰκόνι γὰρ ὥσπερ καὶ ἐν μιμήσει Θεοῦ καταλογισθεῖεν ἂν οἱ γεγεννηκότες. Μνήσθητι γὰρ, φησὶν, ὅτι δι' αὐτῶν ἐγεννήθης. Ταύτῃ τοι πάλιν φησὶν, Ὀφθαλμὸν καταγελῶντα πατρὸς, καὶ ἀτιμάζοντα γῆρας μητέρος, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων. Ὅτι τοίνυν καὶ ἐν ἀρᾷ καὶ δίκῃ τὸ μὴ δεῖν οἴεσθαι τιμᾷν πατέρας, καὶ μὴν καὶ αἰδοῦς ἁπάσης ἀξιοῦν, καὶ διά γε τοῦ Χὰμ ἀναμάθοι τις ἂν καὶ λίαν εὐκόλως. Ἦσαν γὰρ, φησὶν, οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε. Ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πασᾶν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἐπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν 69.76 γύμνωσιν τοῦ πατρὸς οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν

Noah’s nakedness and Ham rem early§noah-ham-rem-early

noah-ham-rem-earlyRem early: Noah uncovered; Ham and the brothers as moral/ecclesial types.

Greek · §noah-ham-rem-early

· Ἐπικατάρατος Χαναὰν, παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· Εὐλογητὸς Κύριος ὁ Θεὸς Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Νῶε μὲν γὰρ ἀμπελῶνα πεφυτευκὼς, τῶν οἰκείων ἐνεφορεῖτο πόνων, καὶ κάτοινος μὲν ἀσυνήθως ἦν. Ἀδόκητον δὲ φιλοινίας ἔγκλημα, τὴν ἀνεθέλητον ὑπομείνας γύμνωσιν, οἴκοι τε καὶ ἄποπτος ἦν τοῖς πολλοῖς. Ὁ δὲ τὰς φρένας οὐκ ἀσφαλὴς, φημὶ δὴ τὸν Χὰμ, τῆς θέας τὸ ἀπρεπὲς ἀνοσίου γέλωτος ἐποιεῖτο πρόφασιν· καίτοι καταμφιάσαι δὲ, μονονουχὶ δὲ καὶ ἐπαμῦναι τῷ φύσαντι, μέθῃ πλεονεκτουμένῳ, καὶ τοῖς ἐξ οἴνου πταίσμασιν ὑπενηνεγμένῳ. Ἀλλὰ παρεὶς τὰ τοιάδε, καὶ τῆς εἰς τὸν φύσαντα τιμῆς οὐ μετρίως ὀλιγωρῶν, προξενεῖν ἐπείγεται τοῖς ἄλλοις τὴν θέαν, καὶ σκηνὴν οἷά τινα προσθεὶς τὸν πρεσβύτην, γελᾷν ἀναπείθει τοὺς ἀδελφούς. Οἵδε ἦσαν ἀμείνους τῆς ἐν αὐτῷ δυσβουλίας· κατασοφιζόμενοι δὲ τὸ συμβεβηκὸς, καὶ τῆς θέας τὸ ἀκαλλὲς τοῖς περιβλήμασιν ἀφανίζοντες, ἀνόπιν ἐβάδιζον. Ἐδόκει γὰρ εὐσεβεῖν αὐτοῖς, καὶ μηροὺς αἰδεῖσθαι πατρὸς, δι' ὧν καὶ γεγόνασιν. Ἐπεὶ δὲ διεγηγερμένος ἐν αἰσθήσει τοῦ πράγματος γέγονεν ὁ πατὴρ, ἐπαρᾶται μὲν εὐθὺς τὸν τοῦ πρέποντος, καὶ τῆς εἰς αὐτὸν αἰδοῦς ἠφειδηκότα παραλόγως, καὶ ζυγὸν αὐτῷ τὸν οἰκετικὸν ἐπετίθει δικαίως, Χαναὰν ὀνομάζων διὰ τοὺς ἐξ αὐτοῦ Χαναναίους, οἳ καὶ τῆς δίκης αὐτῷ συμμεθέξειν ἔμελλον. Παγγενῆ γὰρ ἐκολάζετο. Εὐλόγηκε δὲ τοὺς τιμήσαντας. βʹ. Ἐμφήνειε δ' ἂν αἰνιγματωδῶς καὶ τόδε δὴ πάλιν τὸ ἐπὶ τοῖς Ἰουδαίοις μυστήριον. Τρεῖς μὲν γὰρ οἱ πάντες γεγόνασι λαοὶ, ὅ τε ἐν πρώτῳ καιρῷ καθάπερ καὶ ὁ Σὴμ, καὶ μὴν καὶ ὁ διὰ μέσου κατὰ τὸν ἐπάρατον Χὰμ, καὶ ὁ τρίτος ὁ λοῖσθος νοοῖτο δ' ἂν ὡς ἐν τελευταίοις Ἰάφεθ, ὃς ἑρμηνεύεται πλατυσμός. Ἐπειδὴ δὲ ἡμῖν ἀπεκάλυψεν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἴδιον Υἱὸν, ὃς διὰ μηρῶν σημαίνεται, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ νοητὸν τῆς θεότητος κάλλος, ἀσχήμονά τε καὶ ἀτερπῆ διὰ τὸ ἀνθρώπινον· Οὐδὲ γὰρ εἶχεν εἶδος, οὐδὲ κάλλος, κατὰ τὴν τοῦ προφήτου φωνήν· τότε δὴ τότε, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἐπιμαρτυρήσειεν ἂν ἡ ἔκβασις, ὁ μὲν πρῶτός τε καὶ λοῖσθος λαὸς, τουτέστιν, οἱ ἐν ἀρχῇ καὶ πρῶτοι πιστεύσαντες, καὶ μὴν καὶ ὁ κληθησάμενος ἐν ἐσχάτοις, δεδυσώπηνται τὸν Ἐμμανουήλ. Εὐλόγηνται δὲ δι' αὐτοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Ὁ δέ γε τοῖν δυοῖν μεταξὺ γεγονὼς, καταμειδιάσας ὥσπερ Χριστοῦ διὰ τὸ τῆς ἀνθρωπότητος ἀκαλλὲς, καὶ τὸν ἐκ Θεοῦ πεφηνότα Υἱὸν κατὰ πολλοὺς ἀτιμάσας τρόπους, ἐν τῷ τῆς δουλείας ἀπομεμένηκε τρόπῳ, καὶ τῆς τῶν πατέρων ἐλευθερίας ἀπώλισθεν. Ὅτι δὲ ἔμελλον οἱ ἐν ἐσχάτοις καιροῖς ἐκ τ

Noah’s nakedness and Ham rem mid§noah-ham-rem-mid

noah-ham-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §noah-ham-rem-mid

νονουχὶ καὶ ὁμέστιοι· ἅτε δὴ καὶ εἰς μίαν συνενεχθέντες πόλιν, ἤγουν αὐλὴν ἢ ἑστίαν, τουτέστι τὴν Ἐκκλησίαν, ὑπέφηνεν εἰπὼν, Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, τουτ 69.77 έστι, τῷ τρίτῳ καὶ ἐν ἐσχάτοις· τρίτος γὰρ ὁ Ἰάφεθ· καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, τουτέστι, τοῦ πρώτου· καὶ γενηθήτω Χαναὰν παῖς αὐτῶν· τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Χριστὸς τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἀμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα· ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ἐλεύθεροι ἔσεσθε. Καταμειδιάσαντες γὰρ οἱ τάλανες Ἰουδαῖοι τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας, καὶ τὴν ἀποκάλυψιν αὐτοῦ τὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς γενομένην οὐ τετιμηκότες, ἐν τῷ τῆς δουλείας μεμενήκασι πνεύματι. Περὶ τοῦ πύργου καὶ τῆς αὐτοῦ κατασκευῆς. Ἐλελοίπει μὲν οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει πρὸς τὸ εὖ εἶναι καὶ εὐημερεῖν. Πλήρη γὰρ αὐτὴν ἀπετέλει καὶ παντὸς ἐπίμεστον ἀγαθοῦ ὁ τῶν ὅλων Ποιητής. Ὑπενήνεκται δὲ πρὸς τὸ μεῖον ἡ πρὶν μεγάλη ζημιουμένη κατὰ βραχὺ, τὰ δι' ὧν ἦν εἰκὸς ὁρᾶσθαι σεπτὴν, καὶ ἀρτίως ἔχουσαν εἰς τὸ λίαν ἐπιπρεπές. Οἷον φέρε εἰπεῖν, ἀπημπόληκε μὲν τὸ ἄφθαρτον ἐν Ἀδάμ. Εἴρηται γὰρ πρὸς αὐτὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἐστέρηται δὲ μετὰ τοῦτο τοῦ πνεύματος. Ἐπειδὴ γὰρ μόνα φρονεῖν ἐθέλοντας τὰ σαρκὸς ἀνόσιά τε καὶ μυσαρώτατα πάθη τοὺς ἐπὶ γῆς ἑώρα Θεὸς, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου, φησὶν, ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἀλλ' ἰδοὺ δή τι καὶ ἕτερον ὑπομένει πάλιν. Ἐπ' ἀνοσίοις γὰρ σκέμμασι καὶ ἀποπλήκτοις εἰκαιοβουλείαις κατεγνωσμένοι τινὲς εἰς ἑτεροίαν αὐτὴν καὶ ἀσύμφωνον ἐκκομίζουσι γλῶσσαν. Ἦν μὲν γὰρ, φησὶ, πᾶσα ἡ γῆ χεῖλος ἒν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ, καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· ∆εῦτε, πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον· καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πιλός. Καὶ εἶπαν, ∆εῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πᾶσαν τὴν γῆν. Εἶτα κάτεισιν ὁ Θεὸς, οὕτω γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερὸν, καὶ συγχεῖ μὲν αὐτῶν τὰς γλώσσας, κατασκεδάννυσι δὲ καὶ εἰς πᾶσαν αὐτοὺς τὴν γῆν. Ἐπετίμα μὲν γὰρ τοῖς ἐπιχειρήμασιν ὁ τῶν ὅλων Θεὸς, οὐ δέδιε δὲ τὸ συμπέρασμα· ὡς δὲ ὑπέροπτόν τι βεβουλευμένους, ἡμερότητι τῇ ἐμφύτῳ χρώμενος, ὑποπαύει τῶν ἐγχειρημάτων τῇ πολυγλωσσίᾳ· σημαίνων ὅτι τὰς ὑπὲρ ἄνθρωπον σκέψεις, καὶ εἰ φέροιντό πως διὰ τῶν ἀμηχάνων, οὐκ ἀνεπιπ

Noah’s nakedness and Ham rem close CLOSEOUT§noah-ham-rem-close

noah-ham-rem-closeRem CLOSEOUT: Nakedness and blessing/curse CLOSEOUT.

Greek · §noah-ham-rem-close

ης τῆς τοῦ ∆ημιουργοῦ δεόμενα τέχνης, καὶ μέν τοι καὶ ἐξουσίας, ἁρμόσειεν ἂν οὐχ ἑτέρῳ τῳ ποθεν, ἀλλ' αὐτῷ δὴ καὶ μόνῳ. Γλώσσης δὲ μεταπλασμὸν, καὶ τὸ ἐξευρύνεσθαι λόγον εἰς ἠχὼ τὴν διάφορον, ἀναθείη τις ἂν εἰκότως τῷ γε ἀληθῶς μόνῳ τε καὶ κατὰ φύσιν ∆ημιουργῷ. Ἀμοιρήσειε δ' ἂν οὔτι που τὸ γεγονὸς, τοῦ σφόδρα εἰκότως διαγελᾶσθαι δεῖν. 69.80 Ὑπειλήφασι γὰρ, οὐκ οἶδ' ὅπως, πάντη τε καὶ πάντως ἰσχύσειν καὶ ἄχρις ἂν αὐτῶν οὐρανῶν τὸν ἐκ πλίνθου τε καὶ γῆς ἀναδείμασθαι πύργον. Εἶεν δ' ἂν εἰς τύπον, οἶμαί που, καὶ αὐτοὶ δὴ πάλιν τῆς Ἰουδαίων ἀσυνεσίας, εὑρήσειν ὑπειληφότων τὴν πρὸς Θεὸν οἰκειότητα· μονονουχὶ δὲ καὶ αὐτὴν τὴν εἰς τὰ ἄνω πορείαν, οὐ διά γε τοῦ δρᾷν ἑλέσθαι τυχὸν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, οὔτε μὴν διὰ πίστεως τῆς εἰς Χριστὸν, ἀλλ' ὥσπερ τινὰ πύργον ἐξανιστάντων, ἀμαθῶς τὸ ἐπὶ γυμνῇ καὶ μόνῃ τῇ τῶν πατέρων εὐκλείᾳ φρονῆσαι τὰ ὑψηλά. Ἄνω τε γὰρ καὶ κάτω τὸν Ἀβραὰμ ὀνομάζοντες, καὶ γηΐνοις αὐχήμασι τὴν ἰδίαν ὥσπερ οἰκοδομοῦντες δόξαν, ἀεί πως κατεγινώσκοντο. Ἀλλ' ἐπετίμα μὲν τοῖς τὸν πύργον τεκταινομένοις ὁ Θεὸς, καὶ εἰς πολλὰς αὐτοὺς κατεμέριζε γλώσσας. Προαναφώνησιν δὲ ὥσπερ τινὰ γενέσθαι φαμὲν, τὸ ἐπ' ἐκείνοις τότε, τῶν τοῖς Ἰουδαίοις συμβεβηκότων. Φρονοῦντας γὰρ λίαν τὰ ὑψηλὰ, καὶ δι' ὧν ἥκιστα χρὴ τὴν εἰς τὰ ἄνω ζητοῦντας πορείαν, κατεσκέδασεν εἰς πολυγλωσσίαν, τουτέστιν, εἰς πάντα τὰ ἔθνη. ∆ιεσπάρησαν γὰρ χώρας τε τῆς σφῶν καὶ πόλεως, καὶ οἴκων ἀπηλαμένοι, καὶ γεγόνασι πλανῆται ἐν τοῖς ἔθνεσι, κατὰ τὴν Προφήτου φωνήν. Ἀλλ' ἐν Χριστῷ τὸ πολύγλωσσον, σημεῖον ἦν ἀγαθόν. Συνηγμένων γὰρ τῶν μαθητῶν κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς εἰς οἶκον ἕνα· Ἐγένετο, φησὶν, ἐκ τοῦ οὐρανοῦ ἄφνω ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἄπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Τί δὲ δὴ καὶ ἐλάλουν; χορηγοῦντος τοῦ Πνεύματος τὴν εἰς τὰ ἄνω πορείαν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν ἐν Χριστῷ διὰ πίστεως, τὴν ἁπάντων τῶν κατὰ τὴν οἰκουμένην γλωσσῶν, ἤτοι λαῶν ἢ ἐθνῶν εἰς ἑνότητα συνδρομὴν ἐν Πνεύματι. Ἐξωμολογεῖτο γὰρ ἅπασα γλῶσσα βροτῶν τῷ Χριστῷ, καὶ τὰ αὐτοῦ ἐλάλει μυστήρια. Οὐκοῦν ἐπὶ μὲν τοῦ πύργου σκεδασμοῦ καὶ ἀποδρομῆς τῆς εἰς πάντα τὰ ἔθνη, σημεῖον ἦν ἡ πολυγλωσσία· ἐπὶ δὲ τοῦ Χριστοῦ, τῆς εἰς ἑνότητα διὰ Πνεύματος συνδρομῆς, καὶ τῆς εἰς τὰ ἄνω πορείας. Γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς, πύργος ἰσχύος, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, εἰς τὴν ἄνω διακομίζων πόλιν, καὶ τ

Glaphyra Numbers Book opening§num-open

num-openNumbers Book.

Spies, bronze serpent, and wilderness figures of Christ the bread of life.

Greek · §num-open

ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ ΒΙΒΛΙΟΝ. Περὶ Χριστοῦ καὶ τῆς Ἰουδαίων Συναγωγῆς. Ἀπηνῆ καὶ ἄγροικον ἐπὶ Χριστὸν τὴν γλῶτταν ἀνέντες οἱ τάλανες Ἰουδαῖοι, κατὰ πολλοὺς ἂν ἁλοῖεν 69.592 τρόπους. Γέγονε δὲ ὅτι τὸ χρῆμα αὐτοῖς οὐκ ἀζήμιον, εἰδείη τις ἂν καὶ ἐξ αὐτῶν τῶν συμβεβηκότων. Ὁ γὰρ πρωτότοκος Ἰσραὴλ, καὶ δόξαν ἔχων τὴν ἐπὶ τῷδε περιφανῆ, ὁ ἀγαπητὸς καὶ ἀπόλεκτος, ὀπίσω τέθειται τῶν ἐθνῶν, καὶ γέγονεν ἐν ἐσχάτοις, μᾶλλον δὲ ἐν παντὶ κακῷ. Καὶ τοῦτο αὐτοῖς προανεφώνει Κύριος, διὰ Ὠσηὲ λέγων· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεδήμησαν ἀπ' ἐμοῦ. ∆είλαιοί εἰσιν, ὅτι ἠνόμησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν κατ' ἐμοῦ ψευδῆ. Οὐδὲν γὰρ αὐτῶν ἐστιν ἀπηχὲς εἰς λόγους, ὃ μὴ τετολμήκασιν εἰπεῖν. ∆εδυσφημήκασι γὰρ, οὐκ ἐννοοῦντες τὸ γεγραμμένον· Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· Οἱ δὲ κρατοῦντες αὐτῆς, ἔδονται τοὺς καρποὺς αὐτῆς. Ἐπειδὴ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν, ἀχάλινον εἰς συκοφαντίαν τὴν γλῶσσαν ἀνέντες, καθάπερ ἔφην ἀρτίως· ταύτῃτοι καὶ τῆς εἰς αὐτὸν ἐλπίδος διωλισθήκασι, καὶ δὴ μὴ ἀκουόντων λέγοντος· Οὗτος ὁ κλῆρός σου, καὶ ἡ μερίς σου, τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος. Οὐκοῦν ὅτι γλωσσαλγίας ἐγκλήμασι γεγονότες ἔνοχοι, καὶ τῆς εἰς Χριστὸν παροινίας πικρὰς ἔμελλον ἀποτιννύναι δίκας, καὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς Ἀριθμοῖς εὖ μάλα συνθήσομεν. Ἔχει δὲ οὕτως· Καὶ ἐλάλησεν Μαριὰμ καὶ Ἀαρὼν κατὰ Μωσῆ, ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης, ἣν ἔλαβε Μωσῆς, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβε. Καὶ εἶπον· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωσῆς πρᾶος σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος παραχρῆμα πρὸς Μωσῆν, καὶ Ἀαρὼν, καὶ Μαριάμ· Ἐξέλθετε ὑμεῖςοἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπε πρὸς αὐτοὺς Κύριος· Ἀκούσατε τὸν λόγον μου. Ἐὰν γένηται ὑμῖν προφήτης Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ἐν

Numbers Book rem early§num-rem-early

num-rem-earlyRem early: Spies, bronze serpent, and wilderness figures of Christ the bread of life.

Greek · §num-rem-early

υπνίῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωσῆς ἐν ὅλῳ μου τῷ οἴκῳ πιστός ἐστι. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδε. Καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωσῆ. Καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπ' αὐτοῖς, καὶ ἀπῆλθον· καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς· καὶ ἰδοὺ Μαριὰμ λεπρῶσα ὡσεὶ χιών. Καὶ ἐπέβλεψεν Ἀαρὼν πρὸς Μαριὰμ, καὶ ἰδοὺ λεπρῶσα. Καὶ εἶπεν Ἀαρὼν πρὸς Μωσέα; ∆έομαι, Κύριε, μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν, δι' ὅτι ἠγνοήσαμεν καθ' οὗ ἡμάρτομεν. Μὴ γένηται ἡμῖν ὡς ἴσον θανάτου, ὡσεὶ ἔκτρωμα πορευόμενον ἐκ μήτρας μητρὸς, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. Καὶ ἐβόησε Μωσῆς πρὸς Κύριον, λέγων· Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται; Ἑπτὰ ἡμέρας ἀφορισθήσεται ἔξω τῆς παρεμβολῆς. Καὶ μετὰ ταῦτα εἰσελεύσεται. Καὶ ἀφ 69.593 ωρίσθη Μαριὰμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας, καὶ ὁ λαὸς οὐκ ἐξῆρεν, ἕως οὗ ἐκαθαρίσθη Μαριάμ. Συγγενῆ μὲν οὗν καὶ ταῦτα τοῖς ἤδη προειρημένοις. Τῆς γὰρ ἐν ἐκείνοις θεωρίας οὐ λίαν ἀπῴκισται, ἀδελφὴν δὲ ὥσπερ καὶ συμφυᾶ τὴν διάνοιαν ἔχει. Λαλεῖ γὰρ καὶ αὐτὰ τὸ μυστήριον, καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὴν ἐφ' οἷς εἰς αὐτὸν πεπαρῴνηκεν ἀτιμίας εἰσφέρει. ∆ιαλλάττει δέ πως κατὰ μέρος βραχὺ τῶν πλημμελημάτων ὁ τρόπος. Ἐλεπροῦτο μὲν γὰρ ἐν ἐκείνοις ἡ Συναγωγὴ, καὶ ἀκάθαρτος ἦν, πολλοῖς καὶ διαφόροις πταίσμασιν ἑαυτὴν καταφθείρουσα. Ἐν δὲ τούτοις, μόνης ἡμῖν τῆς εἰς Χριστὸν παροινίας ὁ λόγος ἀναπλάττει τὰ ἐγκλήματα, καὶ τῆς μὲν Ἰουδαίων ἀλαζονείας διαγράφει τὸ φύσημα, καταδεικνύει δὲ τὴν πραότητα τοῦ λέγοντος· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Πρὸς δὲ τούτοις ἔτι καὶ τὴν τοῦ τὰ δίκαια κρίνοντος εἰσκομίζει φιλανθρωπίαν μὴ μέχρι παντὸς, μηδὲ ἀπέραντόν τινα τὴν ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος· ἀλλὰ μοττοῦντος μετὰ τὸ πλῆξαι, σώζοντός τε καὶ ὑγιάζοντος. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ ἐν ὀλίγοις εἰπεῖν ὅλως ἐν τούτοις ὁ τῶν προκειμένων διανένευκε σκοπός. ∆ιαλαβόντες δὴ ἀνὰ μέρος τῶν εἰρημένων ἕκαστον, τὸν ἐν αὐτοῖς λανθάνοντα διαπτύξωμεν νοῦν, θύραν τῷ λόγῳ διανοιγνύντος Θεοῦ τοῦ λέγοντος τοῖς ἐλπίζουσιν ἐπὶ αὐτόν· Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. βʹ. Κατειρήκασι τοίνυν τοῦ πανσόφου Μωσέως Ἀαρών τε καὶ Μαριὰμ ἕνεκεν τῆς γυναικὸς τῆς Αἰθιοπίσσης ἣν ἔλαβε, καὶ εἶπαν· Μὴ Μωσῇ μόνῳ ἐλάλησε Κύριος; Οὐχὶ καὶ ἡμῖν ἐλάλησε; ∆ύο ταῦτα τῆς κατὰ Μωσέως φλυαρίας τὰ ἐγκλήματα, πρῶτον μὲν, ὅτι γυναῖκα, φημὶ, τὴν Αἰθιόπισσαν ἔλαβε· πρὸς δὲ τοῦτο δεύτερον, τὸ εἰπ

Numbers Book rem mid§num-rem-mid

num-rem-midRem mid: typological solutions without voiding historia.

Greek · §num-rem-mid

α, γυναίοις τε ὁμοῦ καὶ φιλτάτοις τῶν πολεμίων ξίφεσι δαπανηθήσεσθαι προσδοκᾷ. Καὶ δὴ καὶ φάναι τετολμήκασιν, ὡς ἦν ἀμείνων θητεία αὐτοῖς ἡ ἐν Αἰγύπτῳ, καὶ τὸ τῆς δουλείας ἄχθος εὐφορητότερον. Ὑπονοστῆσαί τε ὅτι δεήσει πρὸς Αἰγυπτίους δακρυῤῥοοῦντες ἔφασκον· παραθήγοντας πρὸς ἀνδρείαν τοὺς ἀμφὶ τὸν Ἰησοῦν καὶ Χάλεβ, καὶ χοῦν καταπαττομένους καταλιθοῦν ἐπ 69.609 εχείρουν. Ἡκόντων δὲ ἤδη πρὸς τοῦτο λοιπὸν ἀθλιότητος τῶν πραγμάτων, ὤφθη, φησὶ, δόξα Κυρίου ἐν νεφέλῃ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, ἐν πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ διολλύναι μὲν ἅπαντας ἀμελητὶ διεσκέπτετο. Προσπίπτοντος δὲ καὶ ἐκλιπαροῦντος Μωσέως, κατανεύει μόλις. Εἶπε γὰρ φησὶ, Κύριος πρὸς Μωσῆν· Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου. Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν τὸ ὄνομά μου. Καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν. Ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου, καὶ τὰ σημεῖα ἃ ἐγὼ ἐποίησα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ, καὶ ἐπείρασάν με τοῦτο δέκατον, καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς. Ἢ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, ἀλλ' ἢ τὰ τέκνα αὐτῶν, ἅ ἐστι μετ' ἐμοῦ ὧδε· ὅσοι οὐκ οἴδασιν ἀγαθὸν ἢ κακόν. Πᾶς νεώτερος ἄπειρος, τούτοις δώσω τὴν γῆν. Πάντες δὲ οἱ παροξύναντές με, οὐκ ὄψονται αὐτήν· ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπηκολούθησέ μοι· εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθον ἐκεῖ, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν. Ἄθρει δὴ οὖν, ὅτι παγχάλεπα μὲν παρὰ Θεῷ τῆς ἀπειθείας τὰ ἐγκλήματα. ∆ύσοιστον δὲ τὴν ζημίαν ὑπομένειν ἀνάγκη τοὺς ὑπ' αὐτὴν γεγονότας. Τοῦτό τοι παθόντα τὸν Ἰσραὴλ εὑρήσομεν, τοῖς ἀρχαιοτέροις Γράμμασι τὰ νέα συμβάλλοντες, καὶ συμβαίνουσαν ταῖς σκιαῖς ἀποφαίνοντες τὴν ἀλήθειαν. Προτρέπει μὲν γὰρ Μωσῆς ἰέναι κατασκεψομένους εὖ μάλα τῆς ἐπαγγελίας τὴν γῆν τοὺς ἐξηλεγμένους ἐκ πασῶν τῶν φυλῶν. Ἐπειδὴ δὲ ἧκον, καὶ ἤδη παρῆσαν, οἱ μὲν κατηγόρευον τὸν ἀριθμὸν ὄντες δέκα, καὶ ἁπάσῃ τῇ συναγωγῇ δειμάτων τε ὁμοῦ, καὶ θεομισοῦς ἀπιστίας γεγόνασι πρόξενοι, Οἱ δὲ δὴ λειπόμενοι δύο Χάλεβ τε ὁ τοῦ Ἰεφωνῆ, καὶ μέν τοι καὶ Ἰησοῦς προὔτρεπόν τε ἰέναι καταδῃώσαντες, καὶ αὐτὴν δὲ τὴν γῆν ἐπαινεῖν ἠξίουν, πίων ὅτι καὶ εὔκαρπος, καὶ μὴν καὶ ληΐων ἀριστότροφος ἐναργῶς ἀνακεκραγότες. Ἀλλ' οἱ μὲν ἐξέπιπτον τῆς ἐπαγγελίας, οἱ δὲ οὐρανίᾳ ψήφῳ κληρονόμοι τῆς ἄνωθεν τέθεινται, καὶ τετίμηνται παρὰ Θεοῦ. βʹ. Ποῖος οὖν ἄρα λοιπὸν τῆς ἀληθοῦς καὶ πνευματικῆς θεωρίας ὁ τρόπος εἰπεῖν ἀναγκαῖον. ∆ιὰ τῶν Μωσέως βιβλίων, ἤτοι τῶν ἐν αὐτοῖς ὡς ἐν τύποις ἔτι προαναπεπλασμένων τοῖς ἁγίοις ἀγαθῶν, ἤτοι τῆς γῆς τῆς ἁγίας τῆς τοῖς πατράσιν ἐπηγγελμένης ἐξεπέμπετο τρόπον τινὰ

Numbers Book rem close CLOSEOUT§num-rem-close

num-rem-closeRem CLOSEOUT: Numbers Glaphyra CLOSEOUT.

Greek · §num-rem-close

οὔτε μὴν αὐτὸν τὸν τῆς ἀνθρωπείας φύσεως ἀνακαινισμὸν, πλὴν ὡς ἐν μόνῃ προσαγορεύσει τυχόν. Ἐπειδὴ δὲ ἀνεβίω λοιπὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὡς ἐν τάξει δράγματος, τὴν τῆς ἀνθρωπότητος ἀπαρχὴν προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ, τότε δὴ, τότε καὶ εἰς νέαν ὥσπερ ζωὴν μεταστοιχειούμεθα. Πολιτευόμεθα γὰρ εὐαγγελικῶς, Οὐκ ἐν παλαιότητι γράμματος, ἀλλ' ἐν καινότητι Πνεύματος· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς, τῆς κατακαείσης ἔξω τῆς παρεμβολῆς. αʹ. Ἀλλὰ μέν που καί φησιν ὁ θεσπέσιος ∆αβίδ· Τί ἀποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Πρέποι δ' ἂν μάλιστα καὶ ἡμῖν αὐτοῖς ἡ τοιάδε φωνή. Τί γὰρ ἔσται τὸ παρ' ἡμῖν ἰσοστάσιον τῷ Θεῷ καὶ Πατρί; ∆έδωκε γὰρ ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱὸν, ἵνα πᾶς ὁ πιστεύσας εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον· μονονουχὶ καὶ τῆς αὐτῷ πρεπούσης ἀφειδήσας φιλοστοργίας. ∆έδωκε γὰρ ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· οὐχ ἵνα μεθ' ἡμῶν ἐν νεκροῖς ὁρῷτο μεμενηκὼς, ἀλλ' ἵνα σὺν αὐτῷ τε καὶ δι' αὐτὸν εἰς ζωὴν ἀναθέοντες, καὶ παλινδρομοῦντες εἰς ἀφθαρσίαν, χαίροντες λέγωμεν· Ποῦ ἡ νίκη σου, θάνατε; ποῦ σου τὸ κέντρον, ᾅδη; Τίς οὖν λοιπὸν εἰς τοῦτο ἀποφέρουσα τρίβος; Ἡ διὰ τοῦ βαπτίσματος χάρις, δι' οὗ πάντα ῥύπον ἀποτριβόμενοι, κοινωνοὶ τῆς θείας ἀναδεικνύμεθα φύσεως, ἐνοικοῦντος ἡμῖν διὰ τοῦ Πνεύματος τοῦ Χριστοῦ. Τότε γὰρ, τότε ἐῤῥαντισμένοι τὴν συνείδησιν ἀπὸ νεκρῶν ἔργων, ὡς μακάριος γράφει Παῦλος, καὶ τῆς μυστικῆς εὐλογίας γεγονότες μέτοχοι, καὶ τῆς ἄνωθεν χάριτος τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, ζηλωτοὶ καὶ ἀπόβλεπτοι, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὁρώμεθα; Ἴδοις δ' ἂν ἀληθὲς ὅπερ ἔφην, τὰ ἐπὶ τῇ δαμάλει τεθεσπισμένα εἰ συνήσεις. Καὶ ἐλάλησε, φησὶ, Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων· Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα συνέταξε Κύριος λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν, ἄμωμον, ἥτις οὐκ ἔχεται ἐν αὐτῇ μῶμον, καὶ ᾗ οὐκ ἐπεβλήθη ἐπ' αὐτὴν ζυγός. Καὶ δώσεις αὐτὴν πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ ἐξάξουσιν αὐτὴν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρὸν, καὶ σφάξουσιν αὐτὴν ἐνώπιον αὐτοῦ. Καὶ λήψεται Ἐλεάζαρ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ῥανεῖ ἀπέναντι τοῦ προσώπου τῆς σκηνῆς τοῦ μαρτυρίου, ἀπὸ τοῦ αἵματος αὐτῆς ἑπτάκις. Καὶ κατακαύσουσιν αὐτὴν 69.628 ἐναντίον αὐτοῦ, καὶ τὸ δέρμα αὐτῆς, καὶ τὰ κρέα, καὶ τὸ αἷμα αὐτῆς σὺν τῷ κόπρῳ κατακαυθήσεται. Καὶ λήψεται ὁ ἱερεὺς ξύλον κ

Contents ↑