Fragments on Romans · §u11-rem-mid

Unit 11 rem mid

Rem mid: Unit 11; lemma continues; spiritual reading with the letter.

Greek

πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης." οὕτως ἡμᾶς προσελάβετο καὶ ὁ Θεὸς ἐν Χριστῷ· καὶ γάρ ἐστιν ἀληθὴς οὕτως ἠγαπῆσθαι τὸν κόσμον εἰπὼν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὥστε καὶ αὐτὸν ὑπὲρ ἡμῶν δεδόσθαι τὸν Υἱόν· δέδοται γὰρ τῆς ἁπάντων ἡμῶν ζωῆς ἀντάλλαγμα, καὶ θανάτου τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ θανάτου καὶ ἁμαρτίας ἐκλελυτρώμεθα. καὶ τόν γε τῆς οἰκονομίας σκοπὸν διαλευκαίνει λέγων Χριστὸν γεγενῆσθαι διάκονον περιτομῆς ὑπὲρ ἀληθείας, καὶ τὰ ἑξῆς. ἐπειδὴ γὰρ τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι καὶ εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα καὶ ὡσεὶ "τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ "πλήθει," ταύτῃτοι πέφηνεν ἐν σαρκὶ καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος, αὐτὸς ὢν ὁ πᾶσαν τὴν κτίσιν καὶ εἰς τὸ εἶναι συνέχων, καὶ τὸ εὖ εἶναι τοῖς οὖσιν ἀπονέμων ὡς Θεός· ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, πλὴν οὐ διακονηθῆναι μᾶλλον καθά φησιν αὐτὸς, "ἀλλὰ δια"κονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ὑπὲρ 248 "πολλῶν." ὡμολόγει γεμὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν· ἔφασκε γάρ "Οὐκ ἀπεστάλην "εἰ μὴ εἰς τὰ ἀπολωλότα

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.