Fragmenta in epistulam ad Romanos Unit 11 opening
Unit 11.
Lemma-led open — ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτ
Greek
ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν· οὐ γάρ Μὴ κατεπαιρέσθω τῶν ἀσθενῶν ἡ τῶν εὐδοκιμούντων λαμπρότης, μήτε τὸ ἀγαθὸν ὑμῶν, τουτέστι τὸ ἀξιάγαστον εἰς πίστιν, βλασφημείσθω πρός τινος· οὐ γὰρ τῆς θεαρέστου πολιτείας τὰ κατορθώματα διὰ βρώσεως γένοιτο, οὔτε ὡς θεοσεβὴς ὁ τοιοῦτος τῆς τῶν οὐρανῶν βασιλείας ἄξιος, εἰ ἀδιακρίτως ἐσθίει τὰ παρατιθέμενα, ἀλλ' ὁ συγκαταβαίνων τῇ τῶν ἀσθενῶν ἀδελφῶν ἀσθενείᾳ καὶ ἀπεχόμενος. καὶ γὰρ εἰ καὶ ἐμέμψατο τῷ Πέτρῳ ὡς ἰουδαικῶς ζησάντι διὰ τοὺς ἐλθόντας εἰς Ἀντιόχειαν ἀπὸ Ἰακώβου, οὐ διὰ τοῦτο ἐμέμψατο ὅτι συγκατέβη τῇ ἀσθενείᾳ τῶν ἐκ περιτομῆς καὶ ἀπείχετο βρωμάτων, ἀλλ' ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν· ἦν γὰρ ἐθνῶν διδάσκαλος. Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.