Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; spiritual reading with the letter.
Greek
γνῶσιν οὓς ἂν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει πάλιν 228 ὡς Θεὸς, ἔφη γάρ που πρὸς Μωυσέα Ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, πῶς οὐχ ἁπάσης ἔσται διαβολῆς ἐκτὸς τὸ χρῆμα; προαναθρήσας δὲ οἶμαι σαφῶς ὁ ἀπόστολος ὡς τάχα που οἰήσονταί τινες νεύμασι τοῖς θείοις τοὺς μὲν εἶναι ἀγαθοὺς, τοὺς δὲ ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας καί φησιν Ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· εἰ γὰρ δὴ μεμίσηται μὲν ὁ Ἡσαῦ καὶ πρίν τι δράσαι τῶν φαύλων, τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακὼβ, ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἢ θέλων, τουτέστιν ὁ δράσαι τι τῶν ἀγαθῶν προθυμούμενος, ἀπήρτηται δὲ πάντα τὰ καθ' ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων; Εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν καί φησι Λέγει γὰρ ἡ γραφὴ τῷ φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος καί φησιν Ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει· ἐρεῖς οὖν μοι Τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε; τίς οὖν ἄρα γέγονεν αὐτῷ τῆς ἀπολογίας ὁ τρόπος; ἀσυμφανὴς μὲν λίαν, καὶ τοῖς παρ' ἐκείνων προβλήμασι τάχα που καὶ ἐπαμύνειν δοκῶν· πλὴν ἀποχρῶν εἰς πληροφορίαν, ὡς οὐκ ἂν γένοιτό τι τῶν ἔξω λόγου τοῦ πρέποντος παρὰ Θεοῦ· διανέμει γὰρ ἑκάστῳ τὸ πρέπον αὐτῷ, κατοικτείρει τε καὶ ἐλεεῖ τοὺς οἷς ἂν ἁρμόσαι τὸ ἐλεεῖσθαι δεῖν, ὑποφέρει δὲ δίκαις τὸν ἀλιτήριον, οὐκ εὐθὺς καὶ κατὰ πόδα τῶν αἰτιαμάτων ἀκολουθούσης ὀργῆς, προεισβαλούσης δὲ μᾶλλον 23 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανίσταται, τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ τε φημὶ καὶ μέντοι καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων Ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν· εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναθήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τὸ κρίνειν ἕκαστα καθ' ὃν ἂν αὐτὸς εἰδείη τρόπον, ἐνδοιάσει δὲ κατ' οὐδὲν ὡς ἔστιν ὅσιον ὅπερ ἂν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ' ἐξουσίας τὰ ἐφ' ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν πότερον καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν, ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ· οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; Ἀλλ' ἴσως καὶ πρός γε τοῦτό τινες ἐκεῖνό φασιν Εἰ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.