Fragments on Romans · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; historia and theoria toward Christ.

Greek

μετὰ σαρκὸς οἰκονομίας διαπεράναντος τὸ μυστήριον. πῶς οὖν μέλλοντα καλεῖ, φαίη τις ἂν ἴσως; παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ' αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς σωτήρ τε καὶ λυτρωτὴς, ἐπέφανε δὲ καιροῖς ἰδίοις καθ' οὓς ἠθέλησεν ὁ δυνάστης· οὗτοι δέ εἰσιν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸν δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς· Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα; Ὅμοιον γὰρ ὡς λέγοι Κατακεκρίμεθα τῷ θανάτῳ διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπαρχὴ τοῦ γένους· ἀλλ' ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν· τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, 4 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; οὐχ ὡς τὸ παράπτωμα οὕτω καὶ τὸ χάρισμα; ἀλλ' ἴσχυσε μὲν δι' ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι' ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐκ ἀληθὲς ἐκεῖνο εἰπεῖν; εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ὑπερίσσευσεν· ἀνέξεται γὰρ ἥκιστά γε, φιλάνθρωπος ὢν ὁ δημιουργὸς, κατισχῦσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν δι' ἑνὸς ἀνθρώπου ζωήν· ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς. 185 Καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. Ἀνατίθησιν ὥσπερ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν τοῦ νοήματος δύναμιν ἐπὶ τὸ ὅτι μάλιστα πρέπον τῷ Θεῷ· εἰ γὰρ δὴ, φησὶ, τὸ ἐξ ἑνὸς, ἤτοι δι' ἑνὸς, κατάκριμα τοῦ Ἀδὰμ ἀπεφοίτησεν εἰς πάντας καθ' ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν ὡς ἔφην τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἂν γένοιτο καὶ πίστει παράδεκτον καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἢ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἢ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μωυσέως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται Χριστὸς ὁ δεύτερος Ἀδὰμ, ὁδῷ τῇ πρώτῃ βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δέ φαμεν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προήκοντα γεμὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν, ἀλλ' ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς "οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στό"ματι αὐτοῦ." Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς κ.τ.λ. Ἄθρει δὴ πάλιν ὡς ἀλκιμωτέραν τῆς κατακρινούσης ἀρᾶς καταλογίζεται τὴν δικαιοῦσαν χάριν· οὐ γὰρ δὴ, φησὶ, φαίη τις ἂν ὡς ἦν εἰκὸς κατισχῦσαι μὲν τῶν ἐπὶ τῆς

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.