Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; spiritual reading with the letter.
Greek
ὅτε τοίνυν Ἕλληνες μὲν ἦσαν ὑφ' ἁμαρτίαν ὡς ἠγνοηκότες τὸν δημιουργὸν, Ἰουδαῖοι δὲ ὡς τῆς τοῦ νόμου παραβάσεως ἔνοχοι, ἐδέησεν ἀναγκαίως τοῖς οὖσιν ἐπὶ τῆς γῆς τοῦ δικαιοῦντος Χριστοῦ· δεδικαιώμεθα γὰρ "οὐκ ἐξ ἔργων τῶν ἐν "δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ 179 "αὐτοῦ ἔλεος·" αὐτὸς γὰρ ἦν ὁ καὶ πάλαι λέγων διὰ φωνῆς προφητῶν "Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ "μὴ μνησθήσομαι·" διάττει γεμὴν ἡ δικαιοῦσα χάρις εἰς πάντας ἐν ἴσῳ, ἰουδαίους τέ φημι καὶ ἕλληνας, ὅτι καὶ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· δόξα Θεοῦ δὲ νοοῖτ' ἂν εἰκότως, τὸ μήτε εἰδέναι μήτε μὴ πεφυκέναι πλημμελεῖν· κατόπιν δὲ πάντως τῶν τῆς θεότητος αὐχημάτων, πᾶσα ἡ γενητὴ κτίσις· παρώλισθον γὰρ καὶ τῶν ἀγγέλων τινές. πλὴν εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ "ἀνακεφαλαιώ"σασθαι τὰ πάντα ἐν τῷ Χριστῷ" τῷ δικαιοῦντι δωρεὰν τῇ αὐτοῦ χάριτι· τέθειται γὰρ ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι· ἐπειδὴ γὰρ πεποίηται τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα, σέσωκε τὴν ὑπ' οὐρανὸν, ἵλεών τε καὶ εὐμενῆ κατέστησεν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. Τίς γὰρ ὅλως ἢ ἐπὶ τίσιν καυχήσεται, πάντων ἠχρειωμένων καὶ ἐκκεκλικότων τῆς εὐθείας ὁδοῦ, καὶ οὐδενὸς ὄντος παντελῶς τοῦ ποιοῦντος χρηστότητα; οὐκοῦν ἐξεκλείσθη φησὶν ἡ καύχησις, τουτέστιν ἐκβέβληται καὶ ἀνῄρηται, τόπον οὐκ ἔχουσα παρ' ἡμῖν οὐδένα· ἐξεκλείσθη δὲ τίνα τρόπον; τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν, ἐλέῳ καὶ χάριτι δικαιούμενοι δωρεὰν ἐν Χριστῷ. Νόμον οὖν καταργοῦμεν διὰ πίστεως; Ἔφη τῷ θεσπεσίῳ Μωυσεῖ ὁ τῶν ὅλων Θεός "Προ"φήτην 2 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ "σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λα"λήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρω"πος ἐκεῖνος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ ὅσα ἂν 180 "λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ "αὐτοῦ." πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν παρ' αὐτοῦ προσιέμενοι λόγον; καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μωσέως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶται τῆς ἀληθείας τὴν μόρφωσιν· οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφανεστέρους. Εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα ἀλλ' οὐ πρὸς τὸν Θεόν. Χρῆναι δὲ ὑπολαμβάνω, ἔφη τις, τὸν περὶ τοῦ προπάτορος Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν Εἴρηταί που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τό "Θέλεις δὲ "γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων "νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδι"καιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.