Fragmenta duo in Numeros Fragments opening
Fragments.
Lemma-led open — Ἀφελεῖτε ὑμεῖς ἀπ αὐτοῦ ἀφαίρεμα. Οἱ μὲν κατὰ νόμον τοῦ Μωσέως ἱερᾶσθαι κεκλημένοι, δεκάτα
Greek
Fragmenta duo in Numeros Ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα. Οἱ μὲν κατὰ νόμον τοῦ Μωσέως ἱερᾶσθαι κεκλημένοι, δεκάτας ἐδέχοντο παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὡς μερίδα καὶ κλῆρον Θεοῦ. Προσεκομίζοντο δὲ αὐτοὶ τὸ ἐπιδέκατον τῷ κατάρχοντι καὶ ἡγουμένῳ τῆς ἱερωσύνης, τουτέστι τῷ Ἀαρών· ὃς καὶ εἰς τύπον τέθειται τοῦ Χριστοῦ, οὐκ ἐν τῇ πρώτῃ σκηνῇ τῇ τὴν στάσιν ἐχούσῃ λειτουργῶν, ἀλλ' ἐν τῇ ἐσωτέρᾳ καὶ κεκρυμμένῃ. Λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγήν. Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν, πρὸς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἀποφέρει λέγων· Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου ἐν ᾗ ἐπάταξας τὸν ποταμόν. Ei mox· Πέτρᾳ παρεικάζεται Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον.
About this text
Cyril of Alexandria, Fragmenta duo in Numeros (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta duo in Numeros — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.