Fragments rem close
Rem CLOSEOUT: Fragments CLOSEOUT. SERIES CLOSEOUT.
Greek
παρόντες καιροὶ τῆς Ἀλεξάνδρου πρεσβύτεροι κτίσεως. Ἴσως οὖν πρὸ Ἀλεξάνδρου πόλις ὑπῆρχεν ἐκεῖ, καὶ παυσαμένην ἀνέκτισε. Τινὲς δέ φασιν ὡς Ἀμμωνᾶν τὸν ∆ία καλοῦσιν Αἰγύπτιοι, ἀφ' οὗ καὶ Ἀμμωνιακὴ προσαγορεύεται χώρα· ὃν αὐτῆς υἱὸν καλεῖ ὡς παρ' αὐτῆς θεοποιηθέντα· χειροποίητον γὰρ τὸ ἄγαλμα, ὃ δὴ, φησὶν, οἱ Βαβυλώνιοι παραλήψονται, καὶ τοὺς ἄλλους αὐτῶν οὓς ἐπάγει θεούς. Τὸ δὲ ἐπὶ Φαραὼ καὶ Αἴγυπτον, κατὰ κοινοῦ ἔχει τὸ ἐκδικῶ. Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε. Περιοχὴν δὲ εἶπεν οὓς Ἱερεμίας ἀγγέλους, καὶ Σύμμαχος ἀγγελίαν ἐξέδωκεν· νοοῖτο δ' ἂν καὶ πολιορκία. Καλεῖ δὲ κατὰ τῆς Ἰδουμαίας ἔθνη πολλὰ τὸ θεῖον νεῦμα, καὶ τὴν ἐξ αὐτοῦ κίνησιν ἀγγέλους εἶπε. Κινηθέντες γὰρ ἐκ Θεοῦ πρὸς πόλεμον, ἀλλήλους ἠρέθιζον, ὥς φησιν Ἀβδιού· συνεισέβαλον γὰρ τοῖς ἐξ Ἰσραὴλ εἰς Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν. Πρὸς Ἰδουμαίαν δὲ μεταστρέψας, φησίν· Ἰδοὺ μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, ἀλλ' ὅμως εὐκαταφρόνητος γενόμενος ἐφρόνεις εἰς μέγα ἐπὶ ταῖς δυσχερείαις, ἀγνοῶν ὡς ἁλώσῃ κἂν ὑψώσῃς ὡς ἀετὸς τὴν κατοίκησιν. Τῷ δὲ, καὶ ἔσται Ἰδουμαία εἰς ἄβατον, καὶ τοῖς ἐφεξῆς, συνωδὰ πάλιν ἔφησεν Ἀβδιού· Καὶ ἔσται ὁ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσεται εἰς αὐτοὺς , καὶ οὐκ ἔσται πυρφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ. Ἡ δὲ παροιμία καὶ παρὰ τοῖς ἔξω κρατεῖ· Οὐδὲ πυρφόρος ἐλείφθη, ἐπὶ τῶν ἄρδην ἀπολλυμένων. Προηγεῖτο γάρ τις πῦρ ἔχων, καὶ περικαθαίρων πρὸ τῆς συμβολῆς τὰ στρατεύματα, καὶ νόμος ἦν μηδένα κατὰ τούτου χεῖρα φέρειν πολέμιον. 70.1457 Ἰατρεύσαμεν τὴν Βαβυλῶνα. Βαβυλῶνα τὴν Ἱερουσαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἕξιν τελείαν, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές. 2
About this text
Cyril of Alexandria, Fragmenta in Jeremiam (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in Jeremiam — new OET from PG 70 Greek.
Witnesses
- Copy-text PG 70 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.