Fragments rem early
Rem early: Fragments; historia and theoria toward Christ.
Greek
γῆν ἐγὼ πληρῶ "λέγει Κύριος;" ποῦ τοίνυν ἔφθασεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν; κατὰ τὴν δόξαν δηλονότι τὴν θεοπρεπῆ καὶ κατά γε τὴν κατὰ πάντων ὑπεροχήν· συνεδρεύει γὰρ τῷ Πατρὶ καί ἐστιν ὁμόθρονος αὐτῷ· οὐχ ὅτε μόνον γυμνὸς ἦν ὁ Λόγος καὶ ἄσαρκος ἔτι, ἀλλὰ καὶ ὅτε γέγονεν ἄνθρωπος. ὅρα τοίνυν καὶ ἐν ἀνθρωπότητι Θεὸν ὄντα τὸν Υἱόν· οὐ γὰρ ἂν ἐδόθη αὐτῷ ἡ τῆς θεότητος τιμὴ καὶ ἡ κατὰ πάντων βασιλεία ἀλλ' οὐδ' ἂν ἐδούλευσαν αὐτῷ φυλαὶ καὶ γλῶσσαι εἰ μὴ Θεὸς ἀληθῶς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, εἷς καὶ μόνος ὢν Υἱὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος. δέχου δὲ καὶ ἐπὶ τούτῳ πληροφορίαν· ἔφη μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ διὰ τῆς τοῦ προφητοῦ φωνῆς "Τὴν δόξαν "μου ἑτέρῳ οὐ δώσω," εἶτά φησιν "Ος γὰρ ἂν ἐπαισχυνθῇ "με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου "ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ "τῶν ἁγίων ἀγγέλων." ἆρα οὖν οὐ μέγα καὶ θαυμαστὸν ἐπαγγέλλεται, εἰ ἐν δόξῃ θεότητος υἱὸς ἀνθρώπου, ἐν ὑπερτάταις ὑπεροχαῖς ὁ ἐκ γυναικὸς κατὰ σάρκα, καὶ ἰδίους ἔχων τοὺς ἀγγέλους ὁ ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς γεγονώς; οὐρανὸς ὅλος, ἀρχαὶ, δυνάμεις, ἐξουσίαι, θρόνοι, κυριότητες δορυφοροῦσιν ἄνθρωπον· ὡς Κριτῇ τῶν ὅλων παρεστήκασι λειτουργοῦντες αὐτῷ. καὶ μάρτυς ὁ πάνσοφος Παῦλος γεγραφὼς ἑβραίοις περὶ αὐτοῦ "Οταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον 457 "εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ "πάντες ἄγγελοι Θεοῦ." πότε οὖν γέγονεν ὁ Μονογενὴς πρωτότοκος; ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς καὶ κεχρημάτικε μεθ'
About this text
Cyril of Alexandria, Fragmenta homiliae quod unus est Christus (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta homiliae quod unus est Christus — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.