Unit 6 rem early
Rem early: Unit 6; historia and theoria toward Christ.
Greek
μᾶλλον αὐτὴν ἱερουργεῖ καὶ προὔχοντί τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσιν, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ' ἂν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ καὶ μεμένηκε Λόγος καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος ὡς γέγονε μὲν ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ, πλείονος γεμὴν δόξης αὐτὸς ἠξίωται παρὰ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγὸν, ὑποτρέχει γὰρ εὐμηχάνως 402 τὸν Ἰσραὴλ οὐ μετρίως ἀπονενευκότα 17 πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέσθαι Χριστὸν ἀπόστολον καὶ ἀρχιερέα καὶ πρός γε τούτῳ πιστὸν, καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μωυσῆς, εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μωσέως ὄνομα καὶ τοὺς ἐπαίνους τοὺς ἐπ' αὐτῷ προκαταθεὶς τῷ Λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων καὶ αὐτοῦ δὲ δηλονότι Μωσέως, στεφανοῖ δὲ διὰ τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γάρ ἐστιν ἀληθὲς ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ' οὐσίαν τῷ ποιητῇ, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν; ἐπιτήρει δὲ ὅτι τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ αὐτὸς ἦν ὁ ἱεροφάντης Μωσῆς, πλείονος γεμὴν ἠξιῶσθαι δόξης παρ' ἐκεῖνον καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν Πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός. οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ' ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ' αὐτὸν ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως· ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος Μονογενὴς Υἱὸς ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρω 403 πος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ καὶ εἰ γέγονε σὰρξ τὸ πρὸ παντὸς εἶναι χρόνου καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν ὅτι τῶν ὅλων ἐστὶ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.