Fragments on Hebrews · §u05-rem-early

Unit 5 rem early

Rem early: Unit 5; historia and theoria toward Christ.

Greek

θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενος. οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν. οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος Ἁβραὰμ ἐπιλαμβάνεται ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. εἰ μὴ γέγονεν ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτῷ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσιν ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὡμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ πῶς ἂν ὅλως νοοῖτο καὶ ἀδελφὸς ὁ παντὸς ἐπέκεινα γενητοῦ καὶ ἀσυγκρίτοις ὑπεροχαῖς, ταῖς κατὰ φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος; πῶς κεκοινώνηκεν αἵματος καὶ σαρκὸς εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὖν ἄρα ἐστὶν Υἱὸς καὶ Κύριος ἑνώσει τῇ καθ' ὑπόστασιν συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς. Ἵνα ἐλεήμων γένηται καὶ 14 πιστὸς ἀρχιερεύς. Μωυσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδὸν, ἀλλ' ἦν ἰσχνόφωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τὸ τηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ ∆ὰν καὶ ἕως Βιρσαβεὲ καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης ∆αυεὶδ ψάλλει που καί φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραήλ "Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·" προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς 396 νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίων "Ἐξέτεινε τὰ"κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παρα"φυάδας αὐτῆς." συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μωυσέως ὁρᾶται κήρυγμα, προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς τὰ πρόσκαιρα καὶ εὐμάραντα· γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ καί ἐστιν "ἀδύνατον αἷμα τράγων καὶ "ταύρων ἀφαιρεῖν ἁμαρτίας·" ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις. κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὢν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἵν' ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.