Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
τετελειωμένων καὶ διαθήκης "νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι "παρὰ τὸ Ἄβελ." τὸ μὲν γὰρ αἷμα τοῦ Ἄβελ κατεκεκράγει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου, λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα τὸ τίμιον αἷμα, μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον καὶ ῥεραντίσμεθα δι' αὐτοῦ πρὸς δικαίωσιν. Κατανοήσωμεν τοίνυν τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἀρχιερέα δηλονότι καὶ ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ Πατρὸς ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι' αὐτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι' εὐσέβειαν καὶ ὑπακοήν τινος πρὸς Θεόν. συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων "Εἰς "τοῦτο γὰρ καὶ ἐκλήθητε ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν "ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς "ἴχνεσιν αὐτοῦ," καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ "Εἴ τις "θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω "τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι." Τὸ γεμὴν ὠνομάσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ, θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἂν καὶ ἐπ' αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός· γέγραπται γοῦν ὅτι "Θεὸς πιστὸς καὶ οὐκ 399 "ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος·" ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν "Ὥστε καὶ οἱ πάσχοντες "κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν "τὰς ψυχὰς αὐτῶν," καὶ μὴν καὶ ὁ Παῦλος "Πιστὸς ὁ "Θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ." τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τό Πιστὸς ἢ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ καὶ ἐν ἀνθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. ἔφη γοῦν "Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ "θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· τοῦτο "δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέ μοι "μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ' ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ "ἡμέρᾳ." δεδόμεθα γὰρ ὡς Σωτῆρι καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι' Υἱοῦ πᾶν ὅτι ἂν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς ὅτι καὶ δύναμις αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός "Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου, τὰ "γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ τὰ "ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με "ἀπέστειλε·" ψάλλει δέ που καὶ ὁ ∆αυείδ "Ἔντειλαι ὁ Θεὸς "τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν "ἡμῖν." Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἢ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ 16
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.