Fragments on Hebrews · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; historia and theoria toward Christ.

Greek

ἀγγέλους μὲν ἔχειν προσκυνητὰς, λατρεύουσαν δὲ τὴν σύμπασαν, καίτοι τῆς γραφῆς λεγούσης "Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ "μόνῳ λατρεύσεις," καὶ πρόσφατον ἐν ἡμῖν οὐκ ἐώσης εἶναι θεόν. ἀλλ' ἐπ' ἐκεῖνό που τάχα δραμοῦνται τὸ σύνηθες ἐπι 378 κούρημα, καὶ δὴ καὶ ἐροῦσιν ὡς ἑνώσει τῇ πρὸς Θεὸν τὴν τῆς κατὰ φύσιν θεότητος περικείσεται δόξαν. ὁμολόγει τοίνυν ἀληθῆ τὴν ἕνωσιν καὶ μὴ σοφίζου τὸ χρῆμα, διιστὰς μὲν τὰς φύσεις καὶ ἀνὰ μέρος ἑκάστην τιθεὶς, ἀσυναφῆ τε εἶναι θατέραν λέγων καὶ μόνην ἡμῖν τῶν προσώπων τὴν ἕνωσιν οὐκ οἶδ' ὅπως ἐξευρηκώς. Εἰρῆσθαι τοίνυν διαβεβαιούμεθα πρὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν ὡς καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 7 ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἡ ἀνθρώπου φύσις τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὢν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν γέγονε καθ' ἡμᾶς καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα διὰ τὸ ἀνθρώπινον καίτοι Θεὸς ὑπάρχων, καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεός· ἀλλ' οἷον δι' ἑαυτοῦ προσάγων ἡμᾶς τῇ χάριτι καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας, καίτοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν καὶ τὴν μετὰ τοῦτο καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν· "Οὐ γὰρ πρέσβυς, οὐκ ἄγγελος ἀλλ' "αὐτὸς" ὁ Κύριος ἔσωσεν ἡμᾶς. εἰ δὲ δή τις οἴεται τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος. εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπράχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρίσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἂν εἴη κατὰ φύσιν ἅγιος, μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς χρίσεως χρόνους ἤγουν ἀπεράντους αἰῶνας καὶ πρὶν γενέσθαι 379 καθ' ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος. Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ; διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ' ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν οὐδὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν. εἶτα τίς ὁ ἁγιάζων αὐτόν; ἐῤῥῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν εἰ τὰ τῆς ἀνθρωπότητος ἴδια Θεὸς ὢν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἂν

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.