Fragments on Hebrews · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; historia and theoria toward Christ.

Greek

προφητῶν "Ἐγὼ ὁράσεις ἐπλήθυνα "καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην," καὶ πάλιν "Αὐτὸς "ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγε"λιζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά." ἐπὶ γὰρ συντελείᾳ τῶν αἰώνων αὐτὸς ἡμῖν δι' ἑαυτοῦ λελάληκεν ὁ Υἱὸς, οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων ἀλλὰ δι' ἑαυτοῦ καθ' ἡμᾶς γεγονὼς ὁ Μονογενὴς τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι' ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κειμένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς οὐκ ἰδίους μᾶλλον ἀλλὰ τοὺς παρ' ἑτέρου λόγους, ἄλλ' ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώματος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ· αὐτοῦ γὰρ ἦν τοῦ Μονογενοῦς καὶ 1 οὐχ ἑτέρου τινὸς ἡ σάρξ· Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· τότε γὰρ τὴν ἀπόῤῥητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃτοι "καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος." Ὀρθῶς οὖν ὁ Παῦλός φησιν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα· ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ' ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον 365 ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι' ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δι' ἡμᾶς εἰς ταπείνωσιν ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρονόμος πάντων τεθεῖσθαι λέγεται, καίτοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ καθ' ἡμᾶς πτωχείᾳ· οὐ διὰ τοῦτο γενόμενος σὰρξ ἵνα πτωχὸς ἀπομείνῃ μεθ' ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ' ἵνα μᾶλλον ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὢν φύσει καὶ συναΐδιος τῷ Πατρὶ ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι' ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότητος ἀνακομιζόμενος ἔφασκε διὰ τοῦ ∆αυείδ "Κύριος εἶπε "πρὸς μέ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·" τὸ γάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος καθ' ὃν καὶ γέγονε σὰρξ ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος. μεμαρτύρηκε γὰρ Ἰωάννης περὶ αὐτοῦ ὅτι "εἰς τὰ ἴδια ἦλθεν," ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν "̓Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ," δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν' ὡς ἄνθρωπος υἱοποιηθεὶς, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι' ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μεθέξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμένους· ὥσπερ γὰρ οἷά τινα κλῆρον ἐκ πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.