Fragments on Ezekiel · §frag-rem-close

Fragments rem close

Rem CLOSEOUT: Fragments CLOSEOUT. SERIES CLOSEOUT.

Greek

λεπτὸν δὲ καὶ διειδὲς ἔχοντες ὕδωρ τὴν διὰ Μωϋσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ὑλώδη καὶ γαιώδους ἀκαθαρσίας ἀνάπλεων παρατιθέντες διδασκαλίαν τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα ... τὸν δοῦλόν μου ∆αβίδ. Cat. f. 225.) Ὅτι δὲ περὶ Χριστοῦ τὰ τοιαῦτά φησιν, ἀταλαίπωρον ἰδεῖν· προτετελευτηκότος γὰρ ἤδη τοῦ μακαρίου ∆αβὶδ καὶ ἐν τάφοις ἤδη κειμένου, προεφήτευσε μὲν ὁ μακάριος Ἰεζεκιήλ. Ἐποιεῖτο δὲ τὴν ὑπόσχεσιν ὁ Θεὸς καὶ Πατὴρ ὡς ἐσομένην κατὰ καιροὺς, καὶ οὐχ ὡς ἤδη τετελεσμένην· ἐπὶ γὰρ τοῖς ἐσομένοις αἱ ὑποσχέσεις, οὐκέτι τοῖς ἤδη πεπραγμένοις. 1

About this text

Cyril of Alexandria, Fragmenta in Ezechielem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in Ezechielem — new OET from PG 70 Greek.

Witnesses

  • Copy-text PG 70 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.