Fragments rem mid
Rem mid: Fragments; lemma continues; spiritual reading with the letter.
Greek
πρὸς ταύτην τῶν παίδων τὴν φωνὴν, ἠγανάκτουν οἱ φαρισαῖοι· ἐπειδὴ γὰρ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ 454 καὶ προσῄεσαν οἱ θρασεῖς διαμαρτυρόμενοί τε καὶ λέγοντες "Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;" μονονουχὶ γάρ φασιν Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; καὶ τί πρὸς ταῦτα Χριστός; ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας "Οὐκ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ "θηλαζόντων κατηρτίσω αἶνον; ἀμὴν λέγω ὑμῖν ἐὰν οὗτοι "σιωπήσωσιν, οἱ λίθοι κεκράξονται." ὅρας ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς ∆αυείδ; ἀλλ' οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς ὡς αὐτοί φασιν ἀλλ' οὐδὲ ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας. διὰ τοῦτο καὶ Θεὸς καὶ Κύριος καὶ Ὕψιστος ὀνομάζεται καὶ διὰ τῆς τῶν ἀγγέλων φωνῆς.
About this text
Cyril of Alexandria, Fragmenta homiliae de uno filio (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta homiliae de uno filio — new OET from PG 77 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.